[11.379]

γαληνοῦ περὶ κράσεως καὶ δυνάμεως
τῶν ἁπλῶν φαρμάκων
βιβλίον α’

01.01 Τὰς τῶν ἁπλῶν φαρμάκων δυνάμεις
ἀκριβῶς ἐπίστασθαι πηλίκον ὄφελός ἐστιν εἴς τε τὴν τῶν
ποικίλων σύνθεσιν καὶ τὴν τῶν εὑρημένων ἤδη χρῆσιν εὔκαι-
ρον, οὐ νῦν δέομαι δεικνύναι. τὸ μὲν γὰρ ἐν τοῖς τῆς περὶ
φαρμάκων συνθέσεως ἀποδειχθήσεται, τὸ δὲ ἐν τοῖς τῆς
θεραπευτικῆς μεθόδου γράμμασιν. ἀλλ᾿ ὅπερ ἐστὶν ἐφεξῆς
τῆς περὶ κράσεων πραγματείας, τοῦτο ἐνταῦθα λεχθήσεται,

[11.380]

πρότερόν γε διαστειλαμένων ἡμῶν τὰ σημαινόμενα τῶν λέ-
ξεων καὶ τῶν ὀνομάτων οἷς χρησόμεθα κατὰ τόνδε τὸν λόγον.
φάρμακον μὲν δὴ πᾶν ὅ τί περ ἂν ἀλλοιωτικὸν ᾖ τῆς φύσεως
ἡμῶν ὀνομάζομεν, ὥσπερ, οἶμαι, καὶ τροφὴν ὅ τί περ ἂν
αὐξητικὸν ᾖ τῆς οὐσίας, ἄμφω γὰρ ἐν τῷ πρός τι. τὸ δὲ
ἁπλοῦν φάρμακον ὠνόμασται μὲν καὶ αὐτὸ κατὰ τὴν πρὸς
τὸ σύνθετον ἀντίθεσιν, ἔστι δὲ τὸ κατὰ τὴν ἑαυτοῦ φύσιν
ἔχον εἰλικρινῶς. ἡ δὲ δύναμις αἰτία τίς ἐστιν δραστική.
ταύτης δὲ δὴ ἡ μὲν κατ᾿ ἐνέργειαν, ἡ δὲ ἐν τῷ μέλλειν ἐστίν.
κατ᾿ ἐνέργειαν μὲν ἡ τοῦ θερμαίνειν ἐν πυρὶ καὶ τοῦ ψύ-
χειν ἐν κρυστάλλῳ, ἐν τῷ μέλλειν δὲ ἡ τοῦ μὲν θερμαίνειν ἐν
πυρέθρῳ καὶ καστορίῳ καὶ τοῖς ὁμοίοις, τοῦ δὲ ψύχειν ἐν
ὑοσκυάμῳ καὶ μανδραγόρᾳ καὶ τοῖς παραπλησίοις. τὸ μὲν οὖν
εἶναί τινα δύναμιν, ἔν τε τοῖς καθαρτικοῖς φαρμάκοις καθαρ-
τικὴν καὶ τοῖς ἐμετικοῖς ἐμετικὴν καὶ τοῖς πταρμικοῖς πταρ-
μικὴν καὶ τοῖς βηχικοῖς βηχικὴν, καὶ καθ᾿ ἕκαστον δὴ τῶν
ἄλλων ἔργων παρώνυμον τῷ γιγνομένῳ πρὸς αὐτῶν, σχεδὸν
οὐδεὶς ἀμφισβητήσει. τίς δέ ἐστιν ἡ οὐσία τῆς δυνάμεως ταύ-

[11.381]

της, ἔνιοι μὲν ἄγνωστον ὑπέλαβον, ὥσπερ οἵ τε σκεπτικοὶ
φιλόσοφοι καὶ τῶν ἰατρῶν οἱ κληθέντες ἐμπειρικοί. διηνέ-
χθησαν δὲ πρὸς ἀλλήλους καὶ οἱ γνωστὴν εἶναι φάντες. τινὲς
μὲν γὰρ εἴς τε τὰ μεγέθη καὶ τὰ σχήματα καὶ τὰς θέσεις τῶν
ὄγκων τε καὶ πόρων ἀναφέρουσιν, ἔνιοι δὲ εἰς θερμότητα καὶ
ψυχρότητα καὶ ὑγρότητα καὶ ξηρότητα, κατὰ τὴν στοιχείωσιν
ἑκάτεροι τὴν ἑαυτῶν, ὥστε καὶ ἡμεῖς διὰ τοῦ περὶ τῶν καθ᾿
῾Ιπποκράτην στοιχείων ἐδείξαμεν συγγραμμάτων, ἐκ θερμοῦ
καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τά τε τῶν ἄλλων ἁπάντων
σώματα καὶ τὰ τῶν ζώων γεγονέναι. ταύτας οὐσίας θησόμεθα
τῶν δραστικῶν δυνάμεων ἔν τε τοῖς ἄλλοις ἅπασι κᾀν τοῖς
φαρμάκοις. οὕτω γὰρ κᾀν τῷ τρίτῳ περὶ κράσεων ἐδέδεικτο·
καὶ χρή γε τὸν βουλόμενον ἕπεσθαι τοῖς νῦν λεγομένοις ἐν
ἐκείνῃ γεγυμνάσθαι τῇ πραγματείᾳ· καὶ γὰρ δὴ καὶ λέλεκται
πάνθ᾿ ὅσα χρὴ καθόλου περὶ φαρμάκων ἐπίστασθαι δι᾿ ἐκεί-
νου τοῦ συγγράμματος. καὶ νῦν μὲν οὐδὲν ἐροῦμεν ἐν ὅλῳ τῷ
γένει καινότερον· ὅσα δ᾿ ἐν ἐκείνῳ γέγραπται γενικῶς, ταῦτα
ἐν τοῖσδε τοῖς ὑπομνήμασιν ἰδικῶς ἐξεργασόμεθα.

[11.382]

01.02 Πρῶτον μὲν δὴ καὶ μάλιστα τὴν βάσανον
τῆς κρινομένης δυνάμεως ἀπ᾿ αὐτοῦ χρὴ ποιεῖσθαι τοῦ πράγ-
ματος, πρὸς ὃ λέγεται. οὐδὲ γὰρ εἰ ἀνθρώπῳ ψυκτικὸν τὸ
κώνειον, ἤδη καὶ ψαρὶ, οὐδ᾿ εἰ ψαρὶ ἀνθρώπων τρόφιμον, ἤδη
καὶ ἀνθρώπῳ. κατὰ ταυτὰ δὲ οὐδ᾿ εἰ καθαρτικὸς ὁ ἑλλέβορος,
ἤδη καὶ ὀρτύγων, οὐδ᾿ εἰ τρόφιμος ἐκείνοις, ἤδη καὶ ἀνθρώ-
ποις. ἐφεξῆς δὲ τὸ κατὰ συμβεβηκὸς διορίζεσθαι τοῦ πρώτως
τε καὶ καθ᾿ ἑαυτό. τὸ μὲν γὰρ ψυχρὸν ὕδωρ θέρμης ἐπανά-
κλησίν ποτε ποιεῖται τῷ ψύχειν τὸ δέρμα καὶ συνάγειν
καὶ πυκνοῦν. ἕπεται γὰρ τούτῳ θέρμης ἐπανάκλησις, ὡς ἐν
τῷ τρίτῳ περὶ κράσεων ἐδείκνυτο. τὸ δὲ αὖ θερμὸν ψύ-
χει πολλάκις τῷ διαφορεῖν τὸν θερμαίνοντα χυμόν. εἰ γὰρ
ταῦτά τις διορισάμενος ἀκριβῶς ἐπὶ τὴν ἐξέτασιν ἀφίκοιτο
τῆς ζητουμένης δυνάμεως, οὐκ ἄν μοι δοκεῖ σφαλῆναι ῥᾳ-
δίως. ἀλλὰ τὸ μὲν ἀπὸ μηδενὸς ἄλλου ποιεῖσθαι τὴν
κρίσιν ἢ τοῦ πρὸς ὃ λέγεται καὶ πάνυ ῥᾴδιον, οὔτ᾿ εἰ
φθαρτικόν ἐστιν τῶν ἐντόμων ζώων τοὔλαιον, οὔτ᾿ εἰ

[11.383]

λιπαρὸν ἢ γλίσχρον ἢ κοῦφον ἐπισκοποῦντας, ὁπότε ζητοῦ-
μεν εἰ θερμαίνειν πέφυκεν, ἢ ψύχειν, ἢ ξηραίνειν, ἢ ὑγραί-
νειν τὸ ἀνθρώπειον σῶμα. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὔτ᾿
εἰ τὴν χροιὰν ἐρυθρόν ἐστιν τὸ ῥόδον, οὔτ᾿ εἰ λευκὸν τὸ ψιμ-
μύθιον. οὐ γὰρ ἐξ ἀνάγκης οὔτε τὸ ἐρυθρὸν θερμὸν οὔτε
τὸ λευκὸν ψυχρόν ἐστιν, ἀλλ᾿ εἰ προσφερόμενα τοῖς σώμασιν
ἡμῶν ἐκθερμαίνει πρώτως καὶ καθ᾿ ἑαυτὰ καὶ μήτε διὰ μέσου
τινὸς ἑτέρου μήτε κατὰ συμβεβηκὸς εἴη, κᾂν οὕτω γε,
θερμὰ τὴν δύναμιν, ὥσπερ εἰ καὶ ψύχει, ψυχρά. ἐπεὶ πόθεν,
ὦ πρὸς θεῶν, ἔχομεν εἰπεῖν εἰ θερμόν ἐστιν τὴν δύναμιν τὸ
λευκὸν πέπερι καὶ ὁ κόκκος ὁ Κνίδιος καὶ ὁ κνίκος καὶ ἡ τίτα-
νος καὶ ὁ λευκὸς ἑλλέβορος; ἢ πόθεν ὅτι ψυχρὸς ὁ Σάμιος
ἀστὴρ καὶ γῆ Σελινουσία καὶ ψιμμύθιον καὶ χιὼν καὶ γάλα;
λευκὰ μὲν γὰρ τὴν χρόαν ἐστὶ σύμπαντα τὰ εἰρημένα, κατὰ
μέντοι τὰς δυνάμεις αὐτῶν ἐναντιώτατα. ἔστι μὲν οὖν ἡ
χιών τε καὶ ἡ τίτανος τὴν χροιὰν ὁμοιότατα, κατὰ δὲ τὰς
δυνάμεις αὐτῶν ἐναντιώτατα, ἀλλὰ τὴν ἐναντίωσιν ἡ αἴσθη-
σις κρίνει. τῆς μὲν γὰρ χιόνος προσαγομένης, εὐθύς τε κατὰ

[11.384]

πρώτην προσβολὴν ψυχρᾶς αἰσθανόμεθα καὶ μέχρι περ ἂν
ἅπτηται, ψυχούσης ἀεὶ καὶ μᾶλλον. ὁρῶμεν δὲ μήθ᾿ ὑπο-
μένουσαν ἔτι μήτε σωζομένην, εἰ βραχείας ἐπιλάβηται θερ-
μότητος. ἡ δὲ τίτανος οὔτε κατὰ τὴν πρώτην προσβολὴν
φαίνεται ψύχουσα, καὶ μέχρι περ ἂν ἡμῖν πλησιάζῃ, θερμαίνει
σαφῶς ἀεὶ καὶ μᾶλλον. ᾧ καὶ δῆλον ὡς τῷ διαπαντὸς ἕν τι
ποιεῖν, ἄχρι περ ἂν ἡμῶν ἅπτηται τὸ φάρμακον, ἡ οἰκεία
αὐτοῦ δύναμις κριθήσεται.

01.03 Τὸ γὰρ ἀπ᾿ ἀρχῆς ἄχρι τέλους ἔστ᾿ ἂν
ὁμιλῇ, θερμαῖνον ἀεὶ καὶ μᾶλλον, οὐ κατά τι συμβεβηκὸς,
ἀλλὰ κατὰ τὴν ἑαυτοῦ φύσιν ἐστὶ τοιοῦτον. οὕτω δὲ καὶ τὸ
ψῦχον ἀπ᾿ ἀρχῆς μέχρι τέλους ψυχρόν ἐστιν κατὰ τὴν ἑαυ-
τοῦ δύναμιν, οὐ κατὰ συμβεβηκός. εἰ δὲ μήτε ἀναμείνας
χρόνον ἐξ ὑστέρου τε μετὰ τὴν πλύσιν ἐξετάσεις τὴν δύναμιν
αὐτοῦ, σφαλήσῃ πολλαχόθεν. καὶ ἴσως δέ ποτε καὶ τὸ ψυ-
χρὸν ὕδωρ οὐ ψυχρὸν μόνον ἐρεῖς τὴν δύναμιν, ἀλλὰ καὶ
θερμόν. ὅτε μὲν ψῦχον φαίνεται, διὰ παντὸς, ἔστ᾿ ἂν ἡμῖν
πλησιάζῃ, ψυχρὸν, ὅτε δὲ πολλάκις ἐπανάκλησιν θερμότητος

[11.385]

ἤνεγκεν θερμόν. οὔκουν χρὴ ταῦτα παραλιπεῖν ἀδιόριστα καὶ
τῶν κρινομένων ἕκαστον φαρμάκων, ὡς κᾀν τοῖς περὶ κρά-
σεως ἐλέγετο. μηδεμιᾶς ἐπικτήτου ψύξεως ἢ θερμότητος
ἔστω μετέχον, ἵνα μὴ νοθεύσῃ τὴν φυσικὴν αὐτοῦ δύναμιν
ἡ ἐπίκτητος ποιότης. ἔτι τε πρὸς τούτοις, ὡς καὶ ταῦτ᾿ ἐλέ-
γετο, διωρίσθω σοι καὶ τροφὴ φαρμάκου καὶ μνημονευέ-
σθω πρός τι μὲν ἄμφω λεγόμενα, πολλαχόθι δὲ περὶ μίαν
οὐσίαν συνιστάμενα, καθ᾿ ὅ τι καὶ τοῦτο ἐπεδείξαμεν. οὐδὲν
δὲ ἧττον ὅτι τὰ μὲν ὅλαις ταῖς οὐσίαις εἰς ἄλληλα δρᾷ καὶ
πάσχει, τὰ δὲ κατὰ μίαν ἢ δύο ποιότητας· καὶ πρὸς τούτοις
τὰ μὲν εἶναι λεπτομερῆ, τὰ δὲ παχυμερῆ· λεπτομερῆ μὲν
ὅσα ῥᾳδίως εἰς λεπτὰ καταθραύεται, παχυμερῆ δὲ τἀναντία.
ἁπλῶς δὲ εἰπεῖν ἁπάντων μεμνῆσθαι χρὴ τῶν ἐν τῷ τρίτῳ
περὶ κράσεων εἰρημένων διορισμῶν, ἵνα κατ᾿ ἐκείνους ἐξετά-
ζηται τῶν πάντων εἴδους φαρμάκων ἡ δυνάμις.

01.04 ῎Εστω δὴ πρῶτον ἡμῖν ὕδωρ εἰς σκέψιν
προβεβλημένον, ὅτι καὶ κοινότατον ἅπασιν ἀνθρώποις ἐστὶν

[11.386]

ὑγιαίνουσί τε καὶ νοσοῦσιν καὶ ἀναγκαιότατον εἰς τὴν ζωήν.
καὶ πρῶτον μὲν εὐκράτῳ σώματι προσφερέσθω μήτε ψυχρὸν
ἐπισήμως μήτε θερμόν. ἐφεξῆς δὲ καὶ τοῖς δυσκράτοις φύσει
καὶ τρίτοις τοῖς κατὰ πάθος· οὕτω γὰρ ἀκριβῶς ἐπὶ πάντων
ἐξετάσαιμεν ἂν αὐτοῦ τὴν οἰκείαν δύναμιν. τῷ μὲν οὖν
εὐκράτῳ προσφερόμενον ἐν χρόνῳ πλείονι καταψύξει πάντως
αὐτὸ, τῷ δὲ δυσκράτῳ θᾶττον μὲν τὸ ψυχρότερον ψύξει,
βραδύτερον δὲ τὸ θερμότερον. ἀεὶ δὲ πάντα ψύξει, κᾂν εἰ
μὴ πολλαῖς ἐφεξῆς ἡμέραις, ἀλλὰ μιᾷ τις αὐτῷ χρήσαιτο ἢ
πλείοσιν ὥραις οὐδὲ γὰρ ἐπανάκλησιν ἐπ᾿ οὐδενὸς αὐτῶν
τόγε τοιοῦτον ποιήσεται θερμότητος. ἀκραιφνὲς γὰρ ψυχρὸν,
εὐσάρκῳ καὶ νέᾳ φύσει σώματος ὀλιγοχρονίως ὁμιλῆσαι ἀνα-
καλεῖται θερμασίαν· ἄλλως δὲ χρωμένων ἀεὶ καταψύξει. καὶ
μὲν δὴ κᾂν εἰ τοῖς ἁπλῷ τινι νοσήματι νοσοῦσιν ἤτοι θερμῷ
τὴν κρᾶσιν ἢ ψυχρῷ προσαχθείη τὸ τοιοῦτον ὕδωρ, ἐμψύξει
καὶ τούτους σαφῶς· ἁπλοῦν γὰρ εἶναι χρὴ τὸ πάθος, ὡς κᾀν
τῷ τρίτῳ περὶ κράσεων διώριστο, χάριν τοῦ μὴ κατὰ συμβε-

[11.387]

βηκὸς, ἀλλὰ διὰ τὴν ἑαυτοῦ φύσιν ἐμψύχειν τὸ προσαγόμε-
νον. ἐπείτοι πολλάκις συνθέτου τῆς διαθέσεως οὔσης πρώ-
τως μὲν ἄλλο τι γίνεται πρὸς τοῦ φαρμάκου, κατὰ συμ-
βεβηκὸς δὲ ἄλλο, καθάπερ ἐν ταῖς φλεγμοναῖς. ἔγγονον
μὲν γάρ ἐστι θερμοῦ ῥεύματος καὶ πολλοῦ τὸ πάθος. ὅσα
δὲ θερμαίνει μετρίως φάρμακα κενοῦτα τὸ περιττὸν, εὐθὺς
οἶμαι καὶ ψυχρότερον τὸ πεπονθὸς ἐργάζεται. ἀλλ᾿ ὅταν
ἁπλῆ καὶ μία διάθεσις ᾖ τὸ κατὰ συμβεβηκὸς, ἐπ᾿ αὐτῆς
οὐκ ἐγχωρεῖ γενέσθαι. οὕτω γοῦν ἐξετάζοντί σοι πανταχό-
θεν φανεῖται τὸ πότιμον ὕδωρ ψυχρόν. οὐ μὴν τῶν ἄλλων
γε ὑδάτων τῶν αὐτοφυῶν, ὅσα δὴ θειώδη τε καὶ ἀσφαλ-
τώδη καὶ νιτρώδη ταῖς ποιότησίν ἐστιν, ἡ αὐτὴ δύναμις·
οὐδὲν γὰρ αὐτῶν ὅταν ἐπικτήτου θερμότητος ἢ ψυχρότη-
τος χωρισθὲν προσφέρηται, ψύχειν φαίνεται. καὶ μέν γε
καὶ ἡ θάλαττα καὶ αὐτὴ, πρὶν ἐπίκτητον ψύξιν ἀκραιφνῆ
προσλάβῃ, οὐ πάνυ τι φαίνεται ψύχουσα. κατὰ μὲν γὰρ
τὸ πότιμον ὕδωρ, εἴ τις δι᾿ ὅλης ἡμέρας ἐννήχοιτο, μὴ
πάνυ ψυχρὸν ὑπάρχον, ἀλλ᾿ ὡς ἐξ ἡλίου χλιαρὸν ἐξ ἀνάγκης

[11.388]

ψυγήσεται. θάλατταν δ᾿ ἀλύπως ἤνεγκαν, οὐ δι᾿ ὅλης ἡμέ-
ρας μόνον, ἀλλὰ καὶ διὰ νυκτὸς ἐνίοτε πάμπολλοι τῶν
νέων. ᾧ δῆλον ὡς τὸ μὲν ὕδωρ τὸ γοῦν πότιμον καὶ
γλυκὺ κατὰ τὴν ἑαυτοῦ φύσιν ἀεὶ ψυχρόν ἐστιν, ἡ θάλαττα
δ᾿ οὐχ ὁμοίως· εἰ δὲ καὶ μὴ προσθείη μέν ποτε ἐν τῷ
λόγῳ τὸ πότιμον, ἀλλ᾿ ἁπλῶς εἴποιμεν ὅσον ἐφ᾿ ἑαυτὸ
ψυχρὸν εἶναι τὸ ὕδωρ, οὐ χρὴ συκοφαντεῖν ὡς ἐλλιπῶς ἢ
ἀδιορίστως εἰρηκότας. ὅ τι γὰρ ἂν ἀκριβῶς τε καὶ εἰλικρι-
νῶς ὕδωρ ᾖ πάσης ἑτέρας οὐσίας ἄμικτον, ἐξ ἀνάγκης
ἐκεῖνο ψυχρόν ἐστι κατὰ τὴν ἑαυτοῦ δύναμιν· εἰ δ᾿ ἤτοι δι᾿
ἀσφαλτώδους, ἢ θειώδους, ἢ νιτρώδους, ἢ στυπτηριώδους
χωρίου διηθούμενον ῥύπτοιτό τι τῆς οὐσίας αὐτοῦ καὶ
ἅμα ἑαυτῷ παρασύροι, μικτὸν ἤδη τὸ τοιοῦτόν ἐστι καὶ
οὐκ ἀκριβῶς ὕδωρ, ὥσπερ εἰ καὶ σὺ βουληθείης αὐτὸς ἢ
ἁλῶν, ἢ στυπτηρίας, ἤ τινος ἑτέρου τοιούτου μῖξαι συχνὸν
ὕδατι ποτίμῳ, καθάπερ καὶ ποιοῦμεν πολλάκις, ὅταν
ἀποροῦντες θαλάττης ἅλμην σκευάσαι βουληθῶμεν. ἐμβάλ-
λομεν γὰρ τηνικαῦτα τῶν ἁλῶν τῷ ὕδατι, καὶ τοσοῦτον

[11.389]

ἄρα τὸ διαλλάττον ἐστὶν τῆς δυνάμεως, ὥστε τὸ μὲν ὕδωρ
αὐτὸ τὸ γλυκὺ δηλονότι, τὸ μήτε ψυχρὸν ἐπιφανῶς μήτε
θερμὸν, ἀλλ᾿ οἷον τὸ καλούμενον εἰληθερὲς, εἰ προσφέρεις
ἐρυσιπέλατι, βλάβην οὐδεμίαν ἐργάσῃ περὶ τὸ σῶμα τἀνθρώ-
που. θάλατταν δὲ ἢ ἅλμην ἤ τι τοιοῦτον ὕδωρ ἐπίμικτον,
ἀσφαλτῶδες ἢ θειῶδες εἰ προσενέγκῃς, οὕτως βλάψαις τὸν
ἄνθρωπον, ὡς ἐπικαῦσαι τὸ μέρος. ὕδωρ μὲν οὖν αὐτὸ καθ᾿
ἑαυτὸ ψυχρὸν τὴν δύναμίν ἐστιν· εἰ δ᾿ ἐπίκτητον αὐτῷ
θερμότητα προσάψας ἐθέλοις καταντλεῖν ἀνθρώπου σῶμα,
νομιεῖς μὲν ἴσως ἁπλοῦν τι καὶ φυσικὸν προσενηνοχέναι, τὸ
δ᾿ ἄρα σύνθετόν πώς ἐστιν, ἤτοι μοῖράν τινα τῆς οὐσίας τοῦ
πυρὸς, ἢ τήν γε ποιότητα πάντως προσειληφώς. ὡς γὰρ εἰ
καὶ τῶν ἁλῶν ἐμεμίχεις αὐτῷ, σύνθετον ἂν ἦν ὁμολογουμέ-
νως, οὕτω καὶ μᾶλλον ἐπειδὴ πυρὸς ἔμιξας εἴτ᾿ οὖν ποιό-
τητος εἴτ᾿ οὐσίας εἰργάσω πως καὶ νῦν σύνθετον. ἔστι δὲ
δήπου καὶ τὸ ἰλυῶδες ὕδωρ σύνθετον ὡς καὶ τὸ τοῦ Νείλου
καὶ κατ᾿ Αἴγυπτον, ἀλλὰ διὰ τῶν κεραμίων ἀγγείων διηθού-
μενον ἀκριβῶς γίνεται καθαρόν. χρὴ δὲ μὴ ἅπαξ, ἀλλὰ καὶ

[11.390]

δὶς ἢ τρὶς διηθεῖν αὐτὸ, καίτοι καὶ οὕτως ἴσως ἀδύνατον
ἀκριβῶς ἐργάσασθαι καθαρόν· ἀλλ᾿ ὅταν ἐκφύγῃ πᾶσαν
αἴσθησιν ἡ ἐπιφερομένη τοῖς ὕδασιν ἰλὺς, ἀρκεῖ πρός γε
τὴν τοιαύτην χρείαν τὰ τοιαῦτα καθαρὰ καὶ εἰλικρινῆ λέ-
γειν ὕδατα.

01.05 Τρισὶ δ᾿ αἰσθήσεσιν κρίνεται ταῦτα, γεύ-
σει καὶ ὄψει καὶ ὀσφρήσει. γεύσει μὲν καθαρὸν, εἰ μηδεμιᾶς
προσλάβοι ποιότητος, ἀλλ᾿ ἀκριβῶς ἄποιον φαίνοιτο· τῇ
δ᾿ ὄψει καθαρὸν, ὅταν εἰλικρινὲς ᾖ καὶ διαυγὲς ἀκριβῶς.
οὕτω δὲ καὶ πρὸς τὴν ὀσμὴν οὐδεμίαν ἐμφαίνειν αὐτῷ χρὴ
ποιότητα, καθάπερ ἔνια τῶν ἐσχάτως μοχθηρῶν ὀξύτητος,
ἢ δριμύτητος, ἢ ἅλμης, ἢ σηπεδόνος, ἤ τινος ἄλλης κακίας
ἀῤῥήτου προσβάλλει. τὸ τοίνυν ἐκτὸς ἁπάντων τούτων ὕδωρ
ἔστι μὲν οὐδ᾿ αὐτὸ πρός γε τὴν φύσιν εἰλικρινὲς ἀκριβῶς,
ὥσπερ οὐδ᾿ ἄλλο τι τῶν τεττάρων στοιχείων τῶν αἰσθητῶν,
ὡς μέντοι πρὸς αἴσθησίν τε καὶ χρείαν εἰλικρινὲς ὑπάρχει.
τὸ γοῦν τοιοῦτόν ἐστι καὶ ψυχρὸν, ὡς εἴρηται, κατὰ τὴν
ἑαυτοῦ φύσιν, ἐπεί τοι θερμήνας σφοδρῶς οὐχ ὕδωρ μόνον,

[11.391]

ἀλλὰ καὶ μανδραγόραν καὶ ὑοσκύαμον καὶ κώνειον καὶ μη-
κώνιον, οὐ μόνον ἂν ἐκθερμήναις προσφέρων, ἀλλὰ καὶ καύ-
σειας ἀνθρώπειον σῶμα. πάντ᾿ οὖν τὰ δοκιμαζόμενα φάρ-
μακα πάσης ἐπικτήτου τε καὶ σφοδρᾶς θερμότητός τε καὶ
ψύξεως ἐκτὸς ἔστωσαν, μὴ μόνον ὕδωρ.

01.06 ῞Οτι δὲ ψύχει σαφῶς ἅπαν ὕδωρ γλυκὺ
μάθοις ἂν κἀνθένδε. κηρωτὴν ὑγρὰν, εἰ δι᾿ ὕδατος ψυχροῦ
μαλάξας καὶ ἀναδεύσας ἐπιμελῶς ἐπιθείης θερμῷ τινὶ
παθήματι, παραχρῆμα καταψύξεις αὐτό. χρὴ δ᾿ ὡς ὅτι
πλεῖστον μιγνύναι τοῦ ὕδατος, γένοιτο δ᾿ ἂν ἡ μίξις ᾧδέ
πως ἄριστα. καθαρὸν ὡς ἔνι μάλιστα κηρὸν ἐλαίῳ χρὴ
τήξαντας ὑγρὰν ποιῆσαι κηρωτὴν, ἔπειτα ψύξαντάς τε καὶ
ξύσαντας ἐν θυείᾳ μαλάττειν διὰ τῶν χειρῶν ὕδωρ ψυχρὸν
παραχέοντας, εἰς ὅσον ἂν ἡ κηρωτὴ δύνηται δέχεσθαι καὶ
μήπως περιῤῥέῃ τὸ ὕδωρ. ἐμψύχει τοῦτο καὶ τοὺς ἐν πυ-
ρετῷ καυσουμένους, εἰ κατὰ τῶν ὑποχονδρίων ἐπιτεθείη
καὶ φλεγμονὴν ἅπασαν, ὡσαύτως ἕρπητάς τε καὶ ἄνθρακας,
ἐρυσιπέλατα καὶ φύγεθλα καὶ πάντα ἁπλῶς εἰπεῖν τὰ

[11.392]

θερμὰ νοσήματα. μὴ τοίνυν ὕδωρ γλυκὺ, ἀλλὰ καὶ θάλατ-
ταν ἢ ἅλμην αὐτῷ παραμίξας ἐφ᾿ ἑνὸς τῶν εἰρημένων ὅτου
βούλῃ χρήσασθαι, θεάσῃ γὰρ αὐτίκα διαφορὰν οὐ σμικρὰν,
οὐ μόνον οὐκ ἐμψύχοντος ἔτι τοῦ γενομένου φαρμάκου τῶν
εἰρημένων διαθέσεων οὐδεμίαν, ἀλλὰ καὶ προεκκαίοντος.
οὕτως ἄρα πολλὴ διαφορὰ τῶν ποτίμων ὑδάτων ἐστὶν πρὸς
ἅλμην τε καὶ θάλατταν. οὐχ ἧττον δ᾿ ἅλμης καὶ θαλάττης
τὰ θειώδη καὶ ἀσφαλτώδη, νιτρώδη καὶ χαλκάνθου καὶ μίσυος
καὶ χαλκίτεως, ἤ τινος ἁπλῶς τῶν φύσει θερμῶν φαρμάκων
ἐμφαίνοντος τῇ γεύσει, πολέμια πάντα ταῖς θερμαῖς τοῦ
σώματος ἡμῶν διαθέσεσιν ὑπάρχει. ᾧ δῆλον ὡς ταυτὶ μὲν
ἅπαντα θερμὰ ταῖς δυνάμεσίν ἐστιν. τὸ δὲ πότιμον ὕδωρ
μόνον ψυχρόν.

01.07 ῞Οτι δὲ καὶ ὑγρὸν τοῦτο μόνον τῶν εἰρημέ-
νων ὑδάτων ἀκριβῶς ἐκ τῆς αὐτῆς ἐπιγνώσῃ μεθόδου. τά
τε γὰρ ἕλκη τὰ πέρα τοῦ δέοντος αὐχμώδη καὶ ξηρὰ τούτῳ
τέγγων, αὐτίκα μάλα ποιήσεις ὑγρὰ καὶ πλαδαρὰ, τῶν ἄλλων
ἁπάντων ὑδάτων ξηραινόντων τὰ ἕλκη, τά τε τῶν ἁλιέων

[11.393]

ξηρά τε καὶ τεταριχευμένα φαίνεται, τά τε τῶν βαλανέων
ὑγρὰ καὶ πλαδαρά. κἂν εἰ βουληθείης δὲ βρέχων μότον
ἐπιτιθέναι τοῖς ἕλκεσιν, ὑγρὰ μὲν ὑπὸ τοῦ ποτίμου, ξηρὰ
δὲ ὑφ᾿ ἅλμης τε καὶ θαλάττης εὑρήσεις γινόμενα. τὰ μέν-
τοι στυπτηριώδη τῶν ὑδάτων, οἷον τὰ κατὰ τὴν ᾿Ιταλίαν
῎Αλβουλα προσαγορευόμενα, καὶ τοῖς ἄλλοις μὲν ἕλκεσίν
ἐστιν ἐπιτήδεια καὶ τὰ ῥευματικὰ δὲ πάντα ξηραίνει ῥᾳδίως.
οὕτως ἄρα τῶν ἄλλων ὑδάτων οὐδὲν ὑγραίνειν πέφυκεν,
ὅτι μηδ᾿ ὕδωρ ἐστὶν ἀκριβῶς, ἀλλ᾿ ἐπίμικτόν τε καὶ νόθον
ἤτοι στυπτηρίας τε καὶ χαλκίτεως, ἢ ἁλῶν, ἤ τινος ἄλλου
τοιούτου προσειληφός. ὅθεν αὐτῶν ἔνια παροξυντικὰ τῶν
ἑλκῶν ἐστιν, ὅσα τε δριμέα ἱκανῶς ὑπάρχει καὶ δακνώδη.
καὶ μὲν δὴ καὶ διψῶντι τὸ μὲν ὕδωρ παρηγορικὸν ἴαμα,
τὰ δ᾿ ἄλλα πάντα παροξυντικὰ, καὶ τοῖς ὑδερικοῖς ἐναν-
τιώτατον μὲν καὶ πόμα καὶ λουτρὸν τὸ ὕδωρ τὸ γλυκὺ,
τὰ δ᾿ ἁλμυρώδη καὶ νιτρώδη καὶ θειώδη καὶ ἀσφαλτώδη
πάντα χρηστά· καὶ μιμήσασθαι δ᾿ ἂν δύναιο, καθάπερ

[11.394]

θάλατταν, οὕτω καὶ τῶν ἄλλων ἕκαστον ἐπιμιξίᾳ τῆς
οὐσίας, ἥτις ἂν ἐν ἑκάστῳ φαίνηται κρατεῖν. θεῖον μὲν
γὰρ ἐμβαλὼν ὕδατι γλυκεῖ θειῶδες ὕδωρ ἐργάσῃ, στυπτηρίαν
δὲ στυπτηριῶδες, καὶ τῶν ἄλλων ἕκαστον.

01.08 Αὕτη μὲν οὖν ἡ οἰκεία φύσις τοῦ ὕδα-
τος ὑγρά τε ἐστι καὶ ψυχρά. προσλαμβάνον δ᾿ ἐπίκτητον
θερμότητα, θερμαίνει μὲν καὶ ὑγραίνει τὰ πλησιάζοντα, πλὴν
οὐχ ὁμοίως ἄμφω πέφυκε δρᾷν ἅμα, ἀλλ᾿ ὑγραίνει μὲν ἄκρως,
ἄν τε χλιαρὸν ἄν τ᾿ εὔκρατον ἄν τε καὶ θερμότερον ὑπάρχῃ.
θερμαίνει δ᾿ οὐκ ἄκρως τό γε μὴ ζέον ἐσχάτως. ἐξεταζέσθω
δ᾿ ὁ λόγος ἐπὶ τῆς εὐκράτου φύσεως πρῶτον. ἂν τοίνυν
ταύτῃ προσφέρῃς ὕδωρ εὐκράτως θερμὸν, εἴτε λούων εἴτε
καταντλῶν ὅ τι δή ποτε μέρος, ὑγρότερον ἀποδείξεις ἑαυτοῦ
καὶ θερμότερον ἐν αὐτῷ τῷ χρόνῳ τῆς καταντλήσεως. εἰ δ᾿
ἐπὶ τούτῳ παύσαιο μὴ συναγαγὼν καὶ πιλήσας καὶ πυκνώ-
σας τὸ σῶμα ψυχροῦ χρήσει, μικρὸν ὕστερον εὑρήσεις αὐτὸ
ψυχρότερον ἑαυτοῦ γεγονέναι· ἀραιούμενον γάρ τι τὸ σῶμα
ψυχρότερον γίνεται, διαπνεομένης ἀμετρότερον τῆς ἐμφύτου

[11.395]

θερμασίας. οὐ μὴν ὥσπερ ψυχρότερον ἐς ὕστερον ἡ τοῦ θερ-
μοῦ χρῆσις, οὕτω καὶ ξηρότερον ἀποδείκνυσι τὸ σῶμα. καί-
τοι καὶ τοῦτ᾿ ἂν δόξῃ γίγνεσθαι διά τε τὴν ἀραίωσιν τῶν
πόρων καὶ μαλακότητα τοῦ σώματος καὶ χύσιν τῆς οὐσίας.
ἀτμίζειν γὰρ ἀνάγκη πλέον ἐπὶ ταῖς τοιαύταις διαθέσεσιν.
ὁ δ᾿ ἀτμὸς ὑγρόν ἐστι λελεπτυσμένον. ἀλλὰ γὰρ οὐχ ᾧδ᾿
ἔχει τἀληθές. ἥ τε γὰρ μαλακότης, ἣν ἐπὶ ταῖς θερμολου-
σίαις ἐπικτᾶται τὰ σώματα, μόνης ὑγρότητος ἴδιον καὶ ἀχώ-
ριστον σημεῖον ἐν ζώου σώματι, καθάπερ ἐν τοῖς περὶ κρά-
σεων ἐδείξαμεν, ἥ τ᾿ ἐν τοῖς ἡλκωμένοις μορίοις σὰρξ ἐναρ-
γῶς τὸ τοιοῦτον ἐμφαίνει, πλαδαρὰ καὶ βρυώδης ἐπὶ ταύταις
ταῖς δι᾿ ὕδατος θερμοῦ καταντλήσεσιν ἀποτελουμένη. κενοῦται
μέντοι τὸ σῶμα κατὰ τὰς τοιαύτας διαθέσεις, ὡς ἔλαττον
ἴσχειν ὑγρότητος ἐν ἑαυτῷ νῦν ἢ πρόσθεν. καὶ συγγνοίη τις
ἂν τοῖς οἰομένοις ἐπί τε ταῖς θερμολουσίαις καὶ ταῖς καταν-
τλήσεσι τοῦ συμμέτρου θερμοῦ ξηραίνεσθαι τὸ σῶμα. παρα-
πλήσιον γάρ τι σφάλλονται τοῖς ὑπολαμβάνουσι τοὺς γέρον-
[11.396] τας τῶν νεανίσκων ὑγροτέρους εἶναι. περιττώματα μὲν γὰρ
ὑγρὰ πλείω τοῖς γέρουσιν, αὐτὰ δὲ τὰ πεφυκότα καὶ ὀργα-
νικὰ μόρια τοῖς νεανίσκοις ὑγρότερα, καθ᾿ ὅ τι δέδεικται καὶ
διὰ τοῦ δευτέρου περὶ κράσεων. οὕτω δὲ κἀπὶ τῶν καταιο-
νήσεών τε καὶ λουτρῶν ἔχει καὶ πάσης ἁπλῶς τῆς δι᾿ ὕδατος
θερμοῦ τέγξεως. αἱ μὲν γὰρ ἐν τοῖς ἀγγείοις καὶ ταῖς ἄλλαις
χώραις ταῖς κεναῖς ὑγρότητες ἐκκενοῦνται πᾶσαι, τὰ σώματα
δ᾿ αὐτὰ τῶν ἀγγείων καὶ σύμπαν τὸ σαρκῶδες γένος ὑγρό-
τερον ἑαυτοῦ γίνεται. καὶ ταύτην μόνην, ὡς ἔοικεν, οὐδέ-
ποτε ἀποβάλλει τὴν δύναμιν τὸ ὕδωρ τὸ γλυκὺ δηλοσότι.
οὐδὲ γὰρ ὅταν ζέον κατακαύσῃ τὰ σώματα, ξηρὰ τὰ καυθέντα
γίνεται, ὡς ἐν τοῖς ὑπὸ πυρὸς ὀπτηθεῖσιν. ὡσαύτως οὐδ᾿
ἐπειδὰν ἄκρως ψυχρὸν γενόμενον δι᾿ ὅλης ἡμέρας ἢ καὶ
πλείονι χρόνῳ καταντλῆταί τινος μορίου, ξηρότερον ἀπεργά-
ζεται τοῦτο, καίτοι ῥυσσόν γε φαίνεται καὶ πάνυ μικρόν.
ἀλλὰ ταῦτα μὲν αὐτῷ διὰ τὸ κεκενῶσθαι τὴν ἐκ τῶν ἀγγείων
τε καὶ τῶν ἄλλων χωρίων ὑγρότητα συμβαίνει, τὰ πεφυ-
κότα δ᾿ αὐτὰ κατ᾿ οὐδὲν ἑαυτῶν γίνεται ξηρότερα. καὶ χρὴ

[11.397]

μεμνῆσθαι καὶ τούτου καὶ παρ᾿ ὅλον ἀεὶ φυλάττειν τὸν λόγον,
ὡς ἔκ τε τῶν ἐναργῶς φαινομένων συλλογίζεσθαι τὴν δύναμιν
ἑκάστου τῶν φαρμάκων, ἀεί τε πρὸς ὃ λέγεται θερμὸν ἢ ψυ-
χρὸν ἢ ὑγρὸν ἢ ξηρὸν εἶναι, πρὸς τοῦτο δοκιμάζειν.

01.09 ᾿Εξ ἐπιμέτρου δ᾿ εἰ βούλοιτό τις ἀπὸ τῶν
ἔξωθεν ἐπάγειν τὰς πίστεις, οὐ κωλύω μὲν οὐδὲ τοῦτο,
προσέχειν δ᾿ ἀκριβῶς τὸν νοῦν αὐτῷ συμβουλεύω. παραλο-
γισμοὺς γὰρ ἴσχει συχνούς· ἀλλὰ τούτους μὲν ἐν τοῖς ἐφεξῆς
ἐρῶ. ὃ δὲ μόνον ἄν τις ἀπὸ τῶν ἔξωθεν εἰς πίστιν τοῦ θερ-
μαίνειν ἢ ψύχειν τὸ κρινόμενον φάρμακον λαμβάνοι, τὸ
κατὰ τὴν τοῦ πυρὸς ὁμιλίαν ἐστίν. οὐ γὰρ ἄπο τρόπου τὸ
ῥᾳδίως ἐκπυρούμενον ὑπολαμβάνειν θερμὸν εἶναι δυνάμει.
μεμνήμεθα γὰρ, οἶμαι, τῶν τοῦ δυνάμει σημαινομένων
ἁπάντων ἐν τῷ τρίτῳ περὶ κράσεων διῃρημένων. ἓν οὖν ἐξ
αὐτῶν ἦν καὶ τὸ κατὰ τὴν οἰκείαν ὕλην τοῦ λεγομένου, τόδε
τι κατὰ δύναμιν ὑπάρχειν. εἰ δέ τι ῥᾳδίως εἰς πῦρ μετα-
βάλλοι, δυνάμει τοῦτο πῦρ ἐστιν, οὐκ ἐνεργείᾳ δηλονότι. τουτὶ

[11.398]

μὲν γὰρ τὸ δυνάμει τῷ κατ᾿ ἐνέργειαν ἀντιδιαιρεῖται, θάτε-
ρον δὲ τὸ καθ᾿ αὑτὸ τῷ κατὰ συμβεβηκός. ἐν τούτῳ τοί-
νυν τῷ τρόπῳ τῆς κρίσεως ἐπισκέπτεσθαί τε καὶ διορίζεσθαι
προσήκει.

01.10 Μεταβαίνειν δ᾿ ἀσφαλῶς βουλόμενον ἀπὸ
τῶν ἔξωθεν ἐπὶ τὰ τῶν ζώων σώματα σκοπεῖσθαι πρῶτον
μὲν εἰ λεπτομερές ἐστιν, ἢ παχυμερὲς τὸ δοκιμαζόμενον φάρ-
μακον, δεύτερον δὲ εἰ συνεχὲς αὑτῷ καὶ πυκνὸν ὅλον, ἢ δια-
λείμματ᾿ ἔχον καὶ ἀραιόν. καὶ διὰ τοῦτο χρὴ πλείονα καὶ
περὶ τούτου ποιήσασθαι λόγον. ἀρχὴ γάρ τις ἔοικεν εἶναι καὶ
αὐτὸ καὶ οἷον στοιχεῖόν τι παμπόλλης θεωρίας δεόμενον.

01.11 Φαίνεται τοίνυν οὐδὲν τῶν ὁμολογουμένων
θερμῶν ταῖς δυνάμεσιν ἡμᾶς θερμαῖνον, πρὶν εἰς λεπτὰ κατα-
θραυσθῆναι. πέπερι οὖν ἁδρομερὲς εἴ τις ἐπιπάττοι τῷ δέρ-
ματι, θερμότητος οὐκ ἂν οὐδεμιᾶς αἴσθοιτο. κατὰ ταὐτὰ δὲ
κᾂν εἰ κατὰ γλώττης ἐπιθείη, κᾂν εἰ καταπίοι, κᾂν ὁπωσοῦν
ἄλλως ἁδρομερεῖ χρήσαιτο, μὴ λειώσας ἀκριβῶς καὶ διασήσας
καὶ πάνυ λειώσας, ὡς χνοῶδες γενέσθαι. τὸ μὲν γὰρ ὡς

[11.399]

χνοῦς λεπτὸν κατὰ τοῦ δέρματος ἐπιπαττόμενον θερμαίνει,
καὶ μᾶλλον, εἰ ἀνατρίψαις αὐτὸ καὶ κατὰ τὴν γλῶτταν
ἐπιβαλλόμενον καὶ εἰς τὴν γαστέρα καταπινόμενον· ὁλοσχερὲς
δὲ καὶ ἁδρομερὲς ἐπιτιθέμενον οὔτε δέρμα θερμαίνει καὶ τῇ
γλώττῃ καὶ τῇ γαστρὶ βραχεῖαν θερμότητος αἴσθησιν ἐπιφέρει.
ἐπεὶ τοίνυν λεπτομερὲς μὲν καλεῖται τὸ ῥᾳδίως εἰς λεπτὰ
καταθραυόμενον, ἁδρομερὲς δὲ τὸ ἐναντίον, ὑπάρχει δὲ τοῖς
μὲν σκληροῖς καὶ γλίσχροις ἢ μόγις καὶ χαλεπῶς ἢ οὐδ᾿ ὅλως
εἰς λεπτὰ καταθραύεσθαι, τοῖς δὲ κραύροις καὶ μαλακοῖς
ἄνευ γλισχρότητος ἑτοίμως εἰς λεπτότατα λύεσθαι, πρόδη-
λον, οἶμαι, τοὐντεῦθεν ὡς πολλὰ δυνάμει μέν ἐστι θερμὰ
καὶ ῥᾳδίως ἐκπυροῦται, θερμαίνει δὲ οὐ ῥᾳδίως ἡμᾶς. τὸ
μὲν γὰρ πῦρ ἁπάντων λεπτομερέστατόν τε ἅμα καὶ θερμό-
τατον ὑπάρχον εἴς τε τὸ βάθος αὐτὸ διικνεῖται ῥᾳδίως καὶ
καταθραύει καὶ λεπτύνει καὶ μεταβάλλει καὶ νικᾷ καὶ πρὸς
τὴν ἑαυτοῦ μεθίστησι φύσιν, ὁμιλοῦν πάντῃ καὶ κρατοῦν
τοῦ πλησιάζοντος, ἡ δ᾿ ἡμετέρα θερμασία πρὸς τῷ παχυμε-
ρὴς εἶναι καὶ ἀτμώδης ἔτι καὶ ἀσθενής ἐστιν, ὡς μὴ ῥᾳδίως

[11.400]

μεταβάλλειν τὸ πλησιάζον. ἐδείχθη δὲ ἐν τῷ τρίτῳ περὶ κρά-
σεων, οὗ χωρὶς ἕπεσθαι τοῖς ἐν τῷδε λεγομένοις ἀδύνατον,
ὡς οὐδὲν τῶν θερμαίνειν ἡμᾶς φαινομένων ὁμοίως τῷ πυρὶ
θερμαίνειν πέφυκεν, ἀλλ᾿ ὡς εὐέξαπτος ὕλη. τὴν γὰρ ἀρχὴν
τῆς μεταβολῆς ἐκ τῆς ἐν ἡμῖν θερμότητος λαμβάνοντα, καθά-
περ οἱ ξηροὶ κάλαμοι παρὰ τοῦ πυρὸς ἀντιθερμαίνει τε
ἡμᾶς καὶ οἷον μόρια ἄττα τῆς ἐμφύτου γίνεται θερμασίας,
ὡς ἐκεῖνοι τοῦ πυρός. ὃ γὰρ ἦν πρότερον κάλαμος, τοῦτο
νῦν γίνεται πῦρ, ὥστε καὶ τὴν οὐσίαν ὅλην αὐξάνειν τοῦ
μεταβάλλοντος αὐτὸ πυρός. ἐδείχθη δὲ καὶ ὡς ἔνια βρα-
χείας μεταβολῆς ἔξωθεν τυχόντα κατὰ τὴν ἑαυτῶν ἤδη φύσιν
ἐπὶ πλεῖστον ἀλλοιώσεως προέρχεται. ὥστ᾿ οὐδὲν θαυμαστὸν,
εἰ τὴν μὲν ἀρχήν τι τῶν φαρμάκων τῆς πρώτης μεταβολῆς
ἐκ τῆς ἐν ἡμῖν ἴσχει θερμασίας, ἐπὶ πλέον δ᾿ ἐντεῦθεν καὶ
αὐτοῦ τοῦ μεταβάλλοντος προέρχεται. ἡ γὰρ ἰδιότης ἑκά-
στου τῶν σωμάτων ἡ μὲν εὐφυὴς, ἡ δὲ ἀφυὴς εἰς θερμασίαν
ὑπάρχουσα ταῖς ἴσαις ἀρχαῖς οὐκ ἴσην τὴν αὔξησιν ἑπομέ-
νην ἴσχει.

[11.401]

01.12 Καὶ μὴν ὅτι γε τὸ μὲν σμικρὸν πάνυ σῶμα
ῥᾳδίως ἀλλοιοῦταί τε καὶ μεταβάλλεται πρὸς τοῦ πλησιά-
ζοντος, τὸ δὲ μεῖζον ἐν χρόνῳ τε καὶ μόλις αἰσθητὴν ἴσχει
τὴν ἀλλοίωσιν, οὐ τοῖς φυσικοῖς μόνοις ἀνδράσιν ἀποδεδει-
γμένον, ἀλλὰ καὶ πρὸς ἁπάντων ἀνθρώπων ἐξ αὐτῆς τῆς
τοῦ γινομένου πείρας πεπιστευμένον, ἱκανῶς μαρτυρεῖ τοῖς
νῦν λεγομένοις. εἰ γὰρ τὰ τοῦ πεπέρεως μόρια δεῖται ἀρχήν
τινα μεταβολῆς λαβεῖν ἐξ ἡμῶν, λαμβάνειν δὲ ῥᾷον ὅσῳπερ
ἂν ᾖ σμικρότερα, θαυμαστὸν οὐδὲν, εἰ θᾶττον αὐτῶν αἰσθα-
νόμεθα θερμαινόντων, ὅσῳπερ ἂν ἐπιμελέστερον εἰς ἐλάχιστα
καταθραύσωμεν.

01.13 ᾿Αλλὰ μὴν ὅτι γε τὸ μὲν ἐκτὸς πέρας
τοῦ δέρματος καὶ τυλῶδές ἐστι καὶ σκληρὸν καὶ ψυχρὸν, τὸ
δ᾿ ὑπ᾿ αὐτὸ βάθος ἅπαν, ὅσῳπερ ἂν εἴσω προερχώμεθα,
τοσούτῳ θερμότερον, οὐδεὶς ἀμφισβητεῖ. προσθεὶς δὴ τούτῳ
τῷ λόγῳ δύο ἑτέρας ἀρχὰς, ἐν ἄλλαις ἡμῖν πραγματείαις
ἀποδεδειγμένας, οὕτως ἤδη συλλογίζεσθαι δυνήσῃ τὸ πᾶν.
ἡ μὲν ἑτέρα τῶν εἰς τὴν ἀπόδειξιν ἀρχῶν, ἢ λημμάτων, ἢ

[11.402]

ἀξιωμάτων, ἢ προτάσεων, ἢ ὅπως ἂν ἐθελήσῃς ὀνομάζειν,
ἐν τοῖς περὶ κράσεων ὑπομνήμασιν ἀποδέδεικται, συνεχὲς μὲν
ἑαυτῷ τὸ πᾶν εἶναι δέρμα κατὰ τὴν ἐξ ἀρχῆς γένεσιν, ἐν
χρόνῳ δὲ κατατιτρᾶσθαί τε καὶ πόρους ἔχειν παμπόλλους
ὁμοίως τοῖς κοσκίνοις. ἡ δ᾿ ἑτέρα τῶν εἰς τὸν συλλογισμὸν
χρησίμων προτάσεων ἐστὶ τὸ ἔκπνουν εἶναι καὶ εἴσπνουν τὸ
σῶμα πᾶν, ὡς ῾Ιπποκράτης ἔλεγεν. εἴρηται δὲ καὶ περὶ ταύ-
της ἐπιπλέον ἐν τῷ περὶ χρείας σφυγμῶν, ἐπιδεικνύντων
ἡμῶν ὡς, ἐπειδὰν εἰς ἑαυτὰς ἕλκωσιν αἱ ἀρτηρίαι διαστελ-
λόμεναι πανταχόθεν καὶ διὰ πάντων ἐπισπώμεναι τῶν πό-
ρων, οὐκ ἀέρα μόνον ἢ ἀτμὸν ἕλκουσιν, ἀλλὰ καὶ πᾶν ὅ τι ἂν
εὔελκτόν τε καὶ λεπτομερὲς ὑπάρχον τῇ ῥύμῃ τῆς πνευμα-
τικῆς οὐσίας ἑτοίμως ἕπεται. τούτων οὕτως ἐχόντων πολλαὶ
φλέβες καὶ ἀρτηρίαι ἀναστομοῦνται εἴς τε τοὺς πόρους τοῦ
δέρματος καὶ εἰς τὴν ἐντὸς αὐτοῦ ἐπιφάνειαν, εἴς τε τὰς τῶν
πόρων κατατρήσεις οὐκ ὀλίγα στόματα διήκειν ἀρτηριῶν τε
καὶ φλεβῶν ὑποληπτέον. οὐχ ἧττόν τε πρὸς τὴν ἐκτὸς ἐπι-
φάνειαν ὡς περαίνειν τοῖς στόμασιν. ὅσον δὲ ἀκριβῶς χνοῦς

[11.403]

ἐγένετο τοῦ πεπέρεως, ἐπισπᾶσθαι τὰς ἀρτηρίας ἅμα τῷ
πέριξ ἀέρι, εὐθὺς δὲ καὶ τοῦτο καὶ μεταβάλλεσθαι ὑπὸ τῆς
ἐμφύτου θερμότητος, διά τε σμικρότητα καὶ σύμφυτον ἐπι-
τηδειότητα, πρὸς τὴν ὑπὸ τῆς θερμασίας ἀλλοίωσιν. οὐ
γὰρ ἄλλο γέ τι ἦν αὐτῷ τῷ θερμῷ κατὰ δύναμιν ὑπάρχειν,
ἔξω τοῦ πεφυκέναι θερμαίνεσθαι ῥᾳδίως. εἰ δ᾿ ἅπαξ ὑπάρ-
ξει τοῦτο αὐτῷ, θαυμαστὸν οὐδέν ἐστι πάντη τοῦ σώματος
ἐν τῷ χρόνῳ φερόμενον ἀντιθερμαίνειν αὐτὸ, καὶ διὰ τοῦτο
πρῶτα μὲν καὶ μάλιστα πρὸς τῶν τοιούτων φαρμάκων θερ-
μαίνεσθαι τὰ πρώτως ψαύσαντα μόρια, δεύτερα δὲ τὰ τού-
τοις συνεχῆ καὶ οὕτως ἐφεξῆς ἤδη τρίτα τε καὶ τέταρτα
κατὰ τὴν τῆς θέσεως ἐγγύτητα συνεκθερμαίνεσθαι τῷ πρώ-
τως θερμανθέντι. ταῦτα ἐπιστημονικὴν μὲν ἔχει τὴν ἀπό-
δειξιν, οὐ μὴν πιστήν γε τοῖς ἀγυμνάστοις περὶ τὰ πρῶτα.
χρὴ γὰρ κᾀν τοῖς περὶ στοιχείων λογισμοῖς γεγυμνάσθαι, κᾀν
τοῖς περὶ κράσεων τε καὶ περὶ χρείας σφυγμῶν ὑπομνήμασιν
καὶ πρὸ τούτων ἁπάντων ἐν ταῖς ἀποδεικτικαῖς ἠσκῆσθαι
μεθόδοις. ὀλίγοι μέν εἰσιν οἱ διὰ πάντων ἰέναι δυνάμενοι.

[11.404]

πλὴν καὶ τούτοις ἀρκέσει, κατά γε τὴν ἐμὴν γνώμην, ἐν
αὐτοῖς τοῖς ἐναργέσιν ἀναστρέφεσθαι, βραχέων ἐπιλογισμῶν
ἁπτομένοις, ὥστε τὴν μὲν αἰτίαν δι᾿ ἣν οὐ θερμαίνει τὰ
τῶν ἀνθρώπων σώματα τὰ παχυμερῆ προσαγόμενα, κᾂν
θερμὰ τὴν φύσιν ὑπάρχη, μόνοις τοῖς ἕπεσθαι δυναμένοις
εἰρῆσθαι νομιζέτωσαν, αὐτοὶ δὲ διαρκείσθωσαν τῷ φαινο-
μένῳ διὰ τῶν αἰσθήσεων ἐναργῶς. φαίνεται δὲ ἐναργῶς
μηδὲν τῶν παχυμερῶν, πρὶν ἀκριβῶς καταθραυσθῆναί
τε καὶ λεπτυνθῆναι, μήτ᾿ αὐτὸ πάσχειν ὑπὸ τοῦ σώματος
ἡμῶν μήτ᾿ ἀντιδρᾶσαί τι δυναμένου. οὐ γὰρ μόνον ἐπὶ
πεπέρεως, ἢ νάπυος, ἢ κάγχρυος, ἢ τῶν ἄλλων ἁπάντων
τῶν θερμαινόντων ἡμᾶς, ἀλλὰ καὶ ἐπὶ τῶν ψυχρῶν ταῖς
δυνάμεσιν ὡσαύτως ἔχει. μανδραγόρου γοῦν ῥίζης φλοιὸν,
εἴ τις εἰς μεγάλα καταθραύσας ἐπιθείη κατὰ τοῦ δέρματος, ἢ
καταπλάττοι ἢ καταπίοι παντελῶς, οὐδὲν ἀνύσει, λεπτουρ-
γηθεὶς δ᾿ ἱκανῶς ψύχειν πέφυκε. οὕτω δὲ καὶ τὸ τῆς μήκω-
νος σπέρμα καὶ τὸ τοῦ κωνείου, καίτοι τοῦτό γε σφοδρότατον
ὑπάρχει τῶν ψυγόντων πρὶν ἀκριβῶς καταθραυσθῆναι, πλη-

[11.405]

σιάζον ἡμῶν τῷ δέρματι, παντάπασιν ἀσθενὲς ὑπάρχει. μὴ
τοίνυν θαυμάσῃς, εἰ κάλαμοι ξηροὶ καὶ τρίχες εὐέκκαυτα μὲν
οὐ μὴν ἡμᾶς γε θερμαίνει πλησιάζοντα. τὴν ἀρχὴν γὰρ, οὐδὲ
μεταβάλλεται πρὸς τῆς ἐν ἡμῖν θερμασίας, ἵνα ἀντιθερμάνῃ
διὰ τὸ μὴ δύνασθαι καταθραυσθῆναι χνοωδῶς· ἐπεὶ ὅ γε
κάλαμος ὁ ἐξ ᾿Ινδίας, ὃν καὶ ἀρωματίτην ὀνομάζουσιν, τῷ
κοπτεσθαί τε καὶ διασσᾶσθαι καὶ ὅλως τῷ καταθραύεσθαι,
μᾶλλον τοῦ παρ᾿ ἡμῖν ἐναργῶς φαίνεται θερμαίνων, ὡς καὶ
τοῖς πρεσβυτέροις ἡμῶν ἰατροῖς ὡμολόγηται πᾶσιν.

01.14 ᾿Επισκέπτεσθαι δὲ, ὡς εἴρηται, μὴ μόνον
εἰ παχυμερής ἐστιν ἢ λεπτομερὴς ἡ τῶν ἐξεταζομένων φαρ-
μάκων οὐσία, ἀλλ᾿ εἰ καὶ ἀραιὰ καὶ πυκνή. λέγω δὴ ἀραιὰν
ἧς τὰ μόρια διαλαμβάνεται χώραις κεναῖς, ἐπισταμένων ἡμῶν
δηλονότι καὶ μεμνημένων ἀεὶ πῶς λέγεται χώρα κενὴ πρὸς
τῶν ἡνῶσθαι φασκόντων τὴν οὐσίαν, ὅτι μὴ καθάπερ ᾿Επι-
κούρῳ καὶ ᾿Ασκληπιάδῃ δοκεῖ, ἀλλ᾿ ἔστιν ἀέρος πλήρης ἐν
ἅπασι τοῖς ἀραιοῖς σώμασιν ἡ κενὴ χώρα. τοιαύταις οὖν

[11.406]

εὐρυχωρίαις πολλαῖς, ὅταν ᾖ διειλημμένον τὸ σῶμα, ῥᾷον
ἐκπυροῦται τῶν πυκνῶν, κᾂν ὁμοίως αὐτοῖς τῆς κατὰ τὸ
θερμόν τε καὶ ψυχρὸν ἔχει κράσεως. ὁ γὰρ ἐν ταῖς εὐρυχω-
ρίαις ἀὴρ εὐπαθέστατος ὑπάρχων ἐκφλογοῦται μὲν αὐτὸς
εὐθέως κατὰ τὴν πρώτην τοῦ πυρὸς προσβολὴν, συνεκκαίει
δ᾿ αὐτῷ καὶ τὸ πᾶν σῶμα, πανταχόθεν ἕκαστον αὐτοῦ μό-
ριον προσλαμβάνον. εἴπερ οὖν τὰ σμικρὰ σώματα περιεχο-
μένης αὐτοῖς ἐν κύκλῳ φλογὸς ἐξάπτεται ἑτοίμως· φαίνεται
γὰρ τοῦτο ἐναργῶς εὐλόγως, τὸ ἀραιὸν σῶμα ταχέως ἐκπυ-
ροῦται, τῶν ἐν τῷ βάθει μορίων ἁπάντων αὐτοῦ ψαυούσης
τῆς φλογός. οὕτως οὖν καὶ τοὺς ξηροὺς καλάμους τὸ πῦρ
ἐκκαίει ταχέως, κᾂν ἧττον ἑτέρας οὐσίας ὦσι θερμοὶ, διὰ
τὸ πλῆθος τῶν πόρων, οὓς πρότερον μὲν ἀὴρ κατειλήφει,
ψαύσαντος δὲ τοῦ πυρὸς ἡ φλὸξ ἐπινέμεται. ἀὴρ μὲν γὰρ
ἐκπυρωθεὶς φλόξ ἐστι, γῆ δὲ ἄνθραξ. ὅτι δ᾿ ἀερώδεις πόρους
παμπόλλους ὁ ξηρὸς κάλαμος ἔχει μέγιστον τεκμήριον ἡ κου-
φότης αὐτοῦ. ξηρὸν γὰρ φύσει σῶμα κοῦφον ἄλλως οὐκ ἐγχω-

[11.407]

ρεῖ γενέσθαι, εἰ μὴ ἔχει κενότητα. κατὰ δὲ τὸν αὐτὸν τρόπον
καὶ κίσσηρις καὶ σπογγιὰ ξηρὰ καὶ πάνθ᾿ ὅσα σηραγγώδη καὶ
πολύκενα, κοῦφα τοῖς σταθμοῖς ἐστιν. οὕτω μὲν καὶ ὁ
κάλαμος οὐχὶ τῷ ξηρὸν εἶναι μόνον, ἀλλὰ καὶ τῷ πλείστου
μετέχειν ἀέρος, ἑτοίμως ἐκφλογοῦται, τῷ δ᾿ ἡμετέρῳ σώματι
δυσθέρμαντός ἐστιν, διὰ τὸ παχυμερὲς τῆς οὐσίας. ὅταν
οὖν τινος τῶν φαρμάκων ἐκ τῆς πρὸς τὸ πῦρ ὁμιλίας τεκμαι-
ρόμενοι τὴν κρᾶσιν, εἰ καὶ πρὸς ἡμᾶς φαίνεται τοιοῦτον,
ἐθέλομεν ἐξευρεῖν, εἰς τὴν τῆς οὐσίας αὐτοῦ σύστασιν ἀπο-
βλεπτέον. εἰ μὲν γὰρ λεπτομερής ἐστι καὶ συνεχὴς ἑαυτῇ, τὴν
αὐτὴν καὶ πρὸς ἡμᾶς ἐπιδείξεται φύσιν, ἥνπερ καὶ πρὸς τὸ
πῦρ. εἰ δὲ ἀραιά τε καὶ παχυμερὴς, ἐνδέχεται πρὸς μὲν τοῦ
πυρὸς ἀλλοιοῦσθαι ῥᾳδίως αὐτὴν, οὐ μὴν πρός γε τῆς ἐν ἡμῖν
θερμασίας, καὶ διὰ τοῦτο μηδὲ ἀντιθερμαίνειν ἡμᾶς.

01.15 ῞Οτε τοίνυν ταῦθ᾿ οὕτω διώρισται, πάλιν
ἐπανέλθωμεν ἐπὶ τὸν περὶ τοῦ ὕδατος λόγον. ὅτι μὲν γὰρ
λεπτομερές ἐστιν ἐκ τοῦ διαῤῥεῖν ἑτοιμότατα καὶ πλοκάμων
καὶ ὑφασμάτων ἔνεστι τεκμήρασθαι. διά τε γὰρ ὑγρότητα

[11.408]

καὶ μαλακότητα καὶ τὸ μηδὲν ἔχειν γλίσχρον, εὔθραυστα
κέκτηται τὰ μόρια καὶ μέχρι σμικροτάτου, ῥᾳδίως διαιρού-
μενα τοιοῦτον δὲ ὂν ὅμως οὐδ᾿ ἡμᾶς θερμαίνει κατὰ τὴν
ἑαυτοῦ φύσιν οὔτ᾿ ἔστιν οἰκεία τροφὴ πυρὸς, ἀλλὰ πᾶν τοὐν-
αντίον ἀντίκειταί τε καὶ στασιάζει καὶ κατασβέννυσιν, ὡς
ἐναντιώτατον ὑπάρχον αὐτοῦ. καὶ οὐδὲν θαυμαστὸν, εἰ θερ-
μοτάτῳ καὶ ξηροτάτω τὴν φύσιν ὑπάρχοντι τῷ πυρὶ ψυχρὸν
καὶ ὑγρὸν ὂν ἀντιτέτακται τὸ ὕδωρ. στοχάζεται τοίνυν, ὡς
εἴρηται, κᾀκ τῆς πρὸς τὸ πῦρ ὁμιλίας, ὅπως ἔχει θερμότητος
ἢ ψύξεως ἕκαστον τῶν φαρμάκων. οὐ μὴν εὐθύς γε καὶ πρὸς
ἡμᾶς νομίζειν φαίνεσθαι τοιοῦτον, εἰ καὶ μὴ λεπτομερὲς εἴη καὶ
πυκνόν. οὕτω γοῦν καὶ τοὔλαιον, καίτοι ῥᾳδίως ἐκφλογούμενον
οὐ πάνυ τι ταχέως οὐδ᾿ ἐναργῶς ἡμᾶς θερμαίνει τῷ γλί-
σχρῳ καὶ παχυμερεῖ τῆς οὐσίας, δυσαπολύτως ἐμπλαττόμε-
νον οἷς ἂν ὁμιλήσῃ πρώτοις. καὶ διὰ τοῦτο μέχρι πλείστου
παραμένει πᾶσιν οἷς ἂν ἐπαλείφηται, μήθ᾿ ὑπὸ τοῦ περιέχον-
τος λεπτυνθῆναί τε καὶ διαφορηθῆναι ῥᾳδίως δυνάμενον,
ἀλλὰ μηδ᾿ εἴσω τοῦ σώματος ἑτοίμως μεταληφθῆναι. τὸ

[11.409]

ὕδωρ τοὐναντίον εἰς ἀτμοὺς τάχιστα διαλυόμενον ἑτοίμως
διαφορεῖται. καὶ διὰ τοῦτο, κᾂν ἕψῃς, εἰς ταὐτὸν ἀγγεῖον
ἐμβάλλων ἔλαιον ὕδατι, πρῶτον διαφορεῖται καὶ ἐκδαπανᾶ-
ται τὸ ὕδωρ. οὕτω κᾂν λιθάργυρον, ἢ ψιμμύθιον ἢ ὁτιοῦν
ἄλλο μίξας ἀκριβῶς, ἀμφότερα ἑψεῖν ἐθελήσῃς, πρῶτον ὄψει
διαφορούμενον τὸ ὕδωρ.

01.16 Οὐκοῦν ἁπλῶς ὅ τι περ ἂν ἐκπυροῦται
θᾶττον, εὐθὺς τοῦτο καὶ πρὸς ἡμᾶς φαίνεται θερμότερον.
ἐδείχθη γὰρ καὶ πρόσθεν ὡς τῶν ἐνεργείᾳ θερμαινόντων τὸ
μὲν ἁπλῶς ἦν θερμὸν, ὥσπερ τὸ πῦρ, τὸ δ᾿ ἐπικρατείᾳ θερ-
μὸν, ὥσπερ τὸ ἐν ἡμῖν. οὕτω καὶ τῶν δυνάμει θερμῶν τὸ
μὲν ὡς πρὸς τὸ πρῶτόν τε καὶ ἁπλῶς θερμὸν εἶναι τοιοῦτον,
τὸ δ᾿ ὡς πρὸς τὸ κατ᾿ ἐπικράτειαν λεγόμενον. ὥστ᾿ οὐχ ἁπλῶς
ἀπὸ τῆς πρὸς τὸ πῦρ σχέσεως τῶν κρινομένων φαρμάκων
προσήκει μεταβαίνειν ἐφ᾿ ἡμᾶς, ἀλλὰ μετὰ τὸ διορίσασθαι
τὸν εἰρημένον διορισμόν.

01.17 ῾Ο δ᾿ αὐτὸς οὗτος διορισμὸς ἀναγκαῖός
ἐστι κᾀπειδὰν ἐκ τοῦ πήγνυσθαί τι ῥᾳδίως ψυχρὸν εἶναι

[11.410]

συλλογιζώμεθα. τῶν γὰρ ὡσαύτως ἐχόντων κατὰ λεπτομερὲς
ἢ παχυμερὲς τῆς συστάσεως τὸ θᾶττον ὑπὸ τοῦ ψυχροῦ
πηγνύμενον ψυχρότερόν ἐστι τὴν κρᾶσιν. ὡς εἴη τὸ μὲν
λεπτομερέστερον, ὡς οἶνος εἰ τύχοι, τὸ δὲ παχυμερέστε-
ρον, ὡς ἔλαιον, οὐκ ἀναγκαῖόν ἐστι θᾶττον ἢ μᾶλλον
πήγνυσθαι τὸ ψυχρότερον. ἀλλ᾿ εἰ μὲν ὅσῳ θάτερόν ἐστι
ψυχρότερον, τοσούτῳ θάτερον εἴη παχυμερέστερον, ἅμα
μὲν ἄμφω παγήσεται, μᾶλλον δ᾿ ἂν δόξειε πεπῆχθαι τῇ
σκληρότητι τῆς συστάσεως τὸ παχυμερέστερον. εὔλογον γὰρ
οἶμαι τῶν ὁμοίως πεπηγότων τὸ παχυμερέστερον καὶ σκλη-
ρότερον γίνεσθαι. εἰ δ᾿ ἤτοι πλέον ψυχρότερον εἴη θάτε-
ρον, ἢ παχυμερέστερον τὸ λοιπὸν, ἢ ἔμπαλιν ἧττον ψυ-
χρότερον τὸ ἕτερον αὐτῶν, παχυμερέστερον δὲ τὸ λοιπὸν,
οὐκ ἔτ᾿ ἐν ἴσῳ χρόνῳ πήγνυσθαι τούτοις δυνατὸν, ἀλλὰ τὸ
μὲν πλέον ψυχρότερον ἢ παχυμερέστερον θάτερον, ἐν ἐλάτ-
τονι χρόνῳ, τὸ δ᾿ ἧττον ψυχρότερον ἢ παχυμερέστερον τὸ
λοιπὸν ἐν πλείονι. οὕτω δὲ καὶ τὸ μᾶλλον ἢ ἧπτον φαίνε-

[11.411]

σθαι σκληρὸν ὁπότερον αὐτῶν, ἀνάλογον τῷ μεγέθει τῆς
ὑπεροχῆς ἀναγκαῖον ἀποβαίνειν.

01.18 Τούτων οὖν μεμνῆσθαι χρὴ, καὶ ὡς οὐ
ταὐτόν ἐστι τὸ ψύχεσθαι τῷ πήγνυσθαι, κᾂν ὅτι μάλιστα
διὰ τὸ ψύχεσθαι γίγνηται. τὸ μὲν γὰρ ψύχεσθαι ψυχράν
ἐστιν ἐπιδέχεσθαι ποιότητα, τὸ δὲ πήγνυσθαι σκληρύνε-
σθαι διὰ ψύξιν. ὅσα τοίνυν ἐστὶ λεπτομερῆ σώματα, τῷ
πάσχειν ῥᾳδίως ἑτοίμως μὲν θερμαίνεταί τε καὶ ψύχε-
ται, πήγνυται δὲ οὐκ ἔθ᾿ ἑτοίμως, ὥσπερ ἀήρ τε καὶ πῦρ.
τὸ μὲν γὰρ ὅλως οὐ πήγνυται, ὁ δ᾿ οὐχ ὁμοίως ὑάλῳ καὶ
πίττῃ καὶ κηρῷ καὶ ῥητίνῃ καὶ ἀσφάλτῳ, καίτοι θερμο-
τάτη γε ἡ ἄσφαλτος, ἀλλὰ τὸ παχυμερὲς αὐτῆς καὶ γεῶ-
δες εἰς τὸ πάχος τῆς πήξεως συντελεῖ. καὶ ἁψάμενος ἂν
εὕρῃς ἔτι θερμὴν ἤδη πεπηγυῖαν τελέως, ὥσπερ, οἶμαι,
καὶ ὁ μόλυβδος καὶ ὁ κασσίτερος ἔτι ζέοντα πέπηγεν
ὁμοίως. οὕτω τοι καὶ τὸ ὕδωρ ῾Ιπποκράτης ἔλεγεν, τὸ
ταχέως θερμαινόμενον καὶ ταχέως ψυχόμενον ἀεὶ κουφό-
τατον. ὅσῳ γὰρ ἂν ᾖ λεπτομερέστερον, τοσούτῳ ῥᾷον πά-

[11.412]

σχει. λεπτομερέστερον δὲ τὸ γεώδους ἰλύος ἥκιστα μετέχον.
οὐχ ἁπλῶς οὖν οὐδ᾿ ὡς ἔτυχεν ἐκ τῶν πρὸς τὸ πῦρ
παθῶν τῆς ὕλης τεκμαίρεσθαι χρὴ τὴν πρὸς ἡμᾶς δύναμιν
αὐτῆς, ἀλλὰ μετὰ τῶν εἰρημένων διορισμῶν. ὅθεν οὐδ᾿
ἀσφαλὴς ἡ κρίσις ὁμοίως τῆς πρὸς ἡμᾶς αὐτούς. ἡ δὲ καὶ
ταύτης ἔτι προσωτέρω μετάβασις παντάπασιν σφαλερά·
καίτοι γε χρῶνται ταύτῃ πάμπολλοι τῶν ἰατρῶν, οἱ μὲν
πᾶν τὸ γλίσχρον θερμὸν εἶναι λέγοντες, οἱ δὲ πᾶν τὸ
στῦφον, οἱ δὲ πᾶν τὸ γλυκὺ, τὸ δ᾿ αὐστηρὸν ἢ τὸ στρυ-
φνὸν ἕτεροι. τινὲς δὲ καθ᾿ ἕκαστον αὐτῶν τἀναντία τιθέ-
μενοι. περὶ μὲν δὴ τῶν ἐν τούτοις σφαλμάτων ἐφεξῆς
ἐρῶ. νυνὶ δὲ συντελέσαι βούλομαι τὸν ἐνεστῶτα λό-
γον, ὡς εἰ κᾀκ τῆς πρὸς τὸ πῦρ κοινωνίας ἐθέλοι τις
κρίνειν τὴν ὕλην, οὐχ ἁπλῶς οὐδ᾿ ἀορίστως προσήκει κρί-
νειν, οὐδ᾿ ὡσαύτως ἔχειν ἡγεῖσθαι τῶν κρινομένων ἕκα-
στον, πρὸς ἄνθρωπόν τε καὶ πῦρ. ὕδωρ μὲν οὖν ἐναν-
τιώτατόν ἐστιν πυρὶ, ψυχρὸν καὶ ὑγρὸν ὑπάρχον τὴν δύ-

[11.413]

ναμιν. ἅλμη δὲ καὶ θάλαττα καὶ τὸ ἀσφαλτῶδες ὕδωρ
καὶ τὸ θειῶδες οὐκ ἔθ᾿ ὡσαύτως. ἀποκεχώρηκε γὰρ ἅπαντα
τὰ τοιαῦτα τοῦ ὕδατος ἐπὶ τὸ θερμότερον. ἀλλὰ περὶ μὲν
τῶν αὐτοφυῶν ὑδάτων ἱκανὰ καὶ ταῦτα. καθ᾿ ἕκαστον γὰρ
τῶν φαρμάκων, ὧν τὰς ποιότητας αὐτὸ τὸ ὕδωρ δέδεκται,
τὸν λόγον ποιούμενοι, κᾂν εἴ τι νῦν ὑπὲρ αὐτῶν ἀσαφέστε-
ρον ἢ ἐλλιπέστερον εἴρηται προσθήσομεν.

01.19 ᾿Επὶ δὲ τὰ λοιπὰ τῶν ὑγρῶν φαρμάκων
ἤδη μεταβαίνωμεν, ὧν ἐν τοῖς μάλιστα περὶ ὄξους ἠμφισβή-
τηται, τῶν μὲν ψυχρὸν εἶναι λεγόντων αὐτὸ, τῶν δὲ θερμὸν,
ἐνίων δὲ τινὰ μὲν θερμότητα διδόντων αὐτῷ, τινὰ δ᾿ ἀφαι-
ρουμένων. ὥσπερ οἱ λέγοντες οἶνον τεθνεῶτα καὶ νεκρὸν
εἶναι τὸ ὄξος. οὗτοι γὰρ ἀπολωλεκέναι μὲν αὐτό φασι τὴν
οἰκείαν οἴνου θερμότητα, σηπεδονώδη δέ τινα προσειληφέναι.
καὶ ἔγωγ᾿ ἂν ἐπῄνεσα τὴν γνώμην αὐτῶν, κᾀξ ἑτοίμου προση-
κάμην καὶ συνεκινδύνευσα περὶ τὴν ἀπόφασίν τε καὶ δόξαν,
εἴ τινα μηχανὴν ἐξευρεῖν ἠδυνάμην, ὥσπερ ἐν γάλακτι τῶν

[11.414]

ἐναντίων μορίων τῆς διακρίσεως, οὕτω κᾀνταῦθα. νυνὶ δ᾿
ὅτι μὲν τὸ γάλα μὴ σύμπαν ὁμοιομερές ἐστι, μηδὲ ταὐτὸν
ἑαυτῷ πάντη, σαφῶς ἐπιδείκνυσιν ἡ σχίσις αὐτοῦ πολλῶν
τοῖς ἀνθρώποις ἐξευρημένων τρόπων εἰς τὴν διάκρισιν τῶν
τυρωδῶν μορίων ἀπὸ τῶν ὀῤῥωδῶν. οὐ μὴν ἐπί γε τοῦ
ὄξους οὔθ᾿ εὕρηταί τι τοιοῦτον οὔτ᾿ ἐναργῶς ἀποδεῖξαι
δυνατὸν ὡς ὅσον μὲν αὐτοῦ λεπτὸν καὶ ὑγρὸν ἀκριβῶς ἐστιν,
τοῦτο μὲν ψύχει, τὸ δὲ κατὰ τὴν τρυγὸς οὐσίαν ἐμφερόμενον
αὐτῷ, καθάπερ κᾀν τοῖς οἴνοις θερμαίνει· μόνως γὰρ ἂν
οὕτως ἐναργῶς ἐπιδείξειέ τις ἐξ ἐναντίων ταῖς δυνάμεσι συγ-
κείμενον αὐτὸ μορίων, ὥσπερ τὸ γάλα. πᾶσι μὲν οὖν τοῖς
ἐκ καρπῶν ἀποθλιβομένων γιγνομένοις ὑγροῖς ἐμφέρεταί τι
παχυμερὲς, ὃ δὴ καὶ ὑφιζάνει τῷ χρόνῳ, τρὺξ μὲν ἐπὶ τῶν
οἴνων, ἀμόργη δ᾿ ἐπ᾿ ἐλαίου καλούμενον. ἀνάλογον δὲ κᾀπὶ
τῶν ἄλλων ἁπάντων ὑπάρχει, κᾂν εἰ μὴ τέτευχεν ἰδίων ὀνο-
μάτων, ἡ οἷον τρὺξ ἐν αὐτοῖς. ἔστι δή τι τοιοῦτον κᾀν τῷ
ὄξει καὶ τάχα, τὸ μὲν τῆς θερμότητος μετέχον ἐστὶ τοῦτο τὸ
δὲ τῆς ψύξεως, τὸ λεπτόν. ἴσως δὲ καὶ κατ᾿ αὐτὸ τὸ λεπτὸν

[11.415]

ἐμφέρεταί τι σμικρὸν ἐν πολλῷ παρεσκευασμένον, τῆς ἑτέρας
φύσεως ἢ τὸ ὅλον ἐστιν. ὅτι μὲν γὰρ πλείονι μοίρᾳ ψυχρὸν
ἢ θερμόν ἐστιν, ἐναργῶς οἶμαι φαίνεσθαι τοῖς ἀληθῶς ἐξετά-
ζουσιν τὴν αὐτοῦ δύναμιν.

01.20 Καὶ θαυμάζω γε ὅπως εἰς τοσοῦτόν τινες
ἀπεφήναντο θερμὸν εἶναι τὸ ὄξος, ὡς καυτῆρι προσεοικέναι.
ταύτῃ γοῦν φασι καὶ τὰς αἱμοῤῥαγίας ἐπέχειν αὐτό.
πρῶτον μὲν γὰρ οὐκ ἂν ἐλάνθανε τὴν αἴσθησιν ἡμῶν ἡ
τοσαύτη θερμότης. ἔπειτα δὲ καὶ κατὰ τὴν αὐτῶν ἐκείνων
τῶν θερμῶν εἰκόνα πάντως ἄν που τοιοῦτον ὑπάρχον ἐσχά-
ραν εἰργάζετο τοῖς θερμοῖς φαρμάκοις ὁμοίως. ὁρῶμεν γὰρ
ἐπὶ τούτων ἐναργῶς, ὅταν αἷμα δι᾿ αὐτῶν ἐπισχεῖν βουληθῶ-
μεν, ἐσχάραν οὐ μικρὰν γενομένην, ὡς εἴ γε μὴ ποιήσῃς
ἐσχάραν, οὐδ᾿ ἐπέχεις τὸ αἷμα. γίγνεται γὰρ οἷον ἐπίθεμά τι
τῶν αἱμοῤῥαγούντων σωμάτων αὕτη. καὶ διὰ τοῦτο καὶ τὰ
καυτήρια προσφέρομεν αὐτοῖς ἀκριβῶς ἐκπεπυρωμένα, γινώ-
σκοντες, οἶμαι, τὰ μὴ τοιαῦτα πρὸς τῷ μηδὲν ἀνύειν ἔτι
καὶ βλάπτοντα καὶ παροξύνοντα τὰς αἱμοῤῥαγίας. οὐ γὰρ

[11.416]

δὴ κατὰ τὸν ἑαυτοῦ λόγον οὐδὲ τῷ θερμαίνειν τὸ πῦρ ἐφί-
στησιν αὐτὰς, ἀλλὰ τὸ κατακαῦσαν οἷς ἂν ἐπιπέσοι, τὸ οἷον
ὑπόλειμμα τῆς καύσεως ἀπεργάζεται πῶμα τῶν ὑποκειμένων,
ὅπερ ἔθος ὀνομάζειν ἐστὶ τοῖς ῞Ελλησιν ἐσχάραν. ἀλλὰ τό
γε ὄξος οὐδενὶ τῶν ἐσχαρούντων φαρμάκων ὁμοίως, ἀλλὰ
μᾶλλον, ὡς τὰ στύφοντα χωρὶς ἐσχάρας ἐπέχει τὰς αἱμοῤῥα-
γίας, ὥστε ταύτῃ μὲν οὖν οὐ θερμαίνειν ἄκρως, ἀλλὰ ψύχειν
ὑποληφθείη. κάλλιον μέντοι, καθότι καὶ πρόσθεν εἴρη-
ται, τῶν τοιούτων ἀποχωρῆσαι τεκμηρίων· οὐ γὰρ ἐπὶ τὴν
αἴσθησιν ἀνάγει τὴν κρίσιν, οὐδ᾿ ἐκ τῶν παρακειμένων οὐδ᾿
ἐγγύθεν, ἀλλὰ πόῤῥωθέν τε καὶ διὰ μακρῶν λημμάτων συλ-
λογίζεται. καὶ δείξω τὴν ἀτοπίαν αὐτῷ ἐπὶ πλέον ἐν τοῖς
ἑξῆς λόγοις.

01.21 ῾Ημεῖς μὲν οὖν κατὰ τὴν ἐξ ἀρχῆς μέθο-
δον ἐπί τε τῶν ἀμέμπτως ὑγιαινόντων πειρασόμεθα τῆς
δυνάμεως αὐτοῦ, κᾄπειτ᾿ ἐφεξῆς ἐπὶ τῶν δυσκράτων, εἶτα
καὶ τῶν νοσούντων. σπόγγον οὖν ἢ ἔριον ὄξει βρέξαντες ἐπι-
θήσομεν ὁτῳδήποτε μορίῳ τῶν ὑγιεινῶν σωμάτων, εἶθ᾿

[11.417]

ὥσπερ εἴρηται ἔμπροσθεν, ἔν τε τῷ παραχρῆμα πευσόμεθα
τῶν ἰδιωτῶν, ἀδεκάστως γὰρ ἐκεῖνοι τὰ τοιαῦτα κρινοῦσιν
τῷ μὴ δουλεύειν δόγματι, πότερα ψύξεως ἢ θερμασίας αἰσθά-
νονται. δῆλον δ᾿ ὡς οὔτε ψυχρὸν ἄκρως οὔτε θερμὸν αὐτὸ
προσοίσομεν. εἴρηται γὰρ ἤδη καὶ περὶ τούτου πρόσθεν. εἰ
δὴ τοιοῦτον εἴη τὸ προφερόμενον ὄξος, καὶ μάλιστα εἰ μὴ πα-
λαιὸν σφόδρα μηδ᾿ ἐσχάτως δριμὺ, σαφοῦς αἰσθήσονται
ψύξεως, ἐκ τοῦ παραχρῆμα καὶ μετὰ μίαν ὥραν καὶ δύο καὶ
τρεῖς καὶ τέτταρας, ἐξ ὑστέρου μέντοι καὶ θερμασίας τινὸς
ἤδη κατὰ βραχὺ γεννωμένης ἐν τῷ μορίῳ, φαντασίαν τινὰ
ἕξουσιν. δριμέος δ᾿ ἰσχυρῶς ὄντος τοῦ ὄξους κατὰ μὲν τὴν
ἀρχὴν κᾀπὶ τούτῳ ψύχεσθαι φήσουσιν, ταχέως μέντοι τῆς
ὑποστρεφομένης αἰσθήσονται θερμασίας καὶ οὐ μετὰ πολὺν
χρόνον, ὡς ἐπὶ τοῦ νεωτέρου τε καὶ μὴ πάνυ δριμέος ὄξους.
ἐξ ὧν δῆλον ὡς ἔστι ψυχρὸν μὲν πάντως, ἤδη δὲ καὶ θερμα-
σίας τινὸς ὀλίγης μετέχον, ἣ τῷ λόγῳ τῆς δριμύτητος
κατά τι συμβεβηκὸς ἐν τῷ χρόνῳ μετρίως ὑποθερμαίνει τὰ

[11.418]

σώματα, καίτοι γ᾿ οὐδὲ τοῦτο διαπαντὸς, ἀλλ᾿ ἐπ᾿ ἐνίων πέ-
φυκε δρᾷν. ὅσα οὖν χαῦνα καὶ ἀνώδυνα τῶν οἰδημάτων οὔτ᾿
ἐν τῷ παραχρῆμα θερμασίας αἴσθησιν, οὔτ᾿ εἰς ὕστερον
ἔχει χρωμένων ὄξει. κνῆσις μέντοι ἐπ᾿ αὐτῶν γίγνεται, δι᾿ ἣν
καὶ πολλάκις τοῖς ἄκρως χρωμένοις ἔρευθος ἐπιτρέχει λεπτὸν,
ὥστ᾿ οὐδὲ πρώτως, οὐδὲ κατὰ τὴν οἰκείαν τάξιν ὑποθερ-
μαίνειν δόξειεν ἂν, ἀλλ᾿ ἐρεθίζειν τῇ δήξει τῆς δριμύτητος.
ἐπεὶ δὲ ἅπαξ ἐπὶ τὰ παθήματα μετέβημεν ἀπὸ τῶν ὑγιαι-
νόντων σωμάτων, ἀναμνήσωμεν ὅσα πέφυκε δρᾷν ἐπὶ ταῖς
θερμοτάταις τε καὶ ψυχροτάταις διαθέσεσιν. ὅταν οὖν τις
ὑπὸ θαψίας ἐπαλειφθείσης διακαίηται, κατασβέννυσιν ὄξος
τὸ καῦμα. καὶ τοῦτ᾿ ἔξεστι τῷ βουλομένῳ πείρᾳ μαθεῖν,
ὥσπερ καὶ ἡμεῖς ἐποιήσαμεν ἐφ᾿ ἡμῶν αὐτῶν, ἐπὶ τῷ βάσα-
νον ἀκριβῆ λαβεῖν τῆς τοῦ φαρμάκου δυνάμεως, ἐπαλείψαντες
πολλαχόθι τὰς κνήμας, ἡνίκα μετὰ τέτταρας ὥρας καὶ πέντε
διακαίεσθαί τε καὶ φλεγμαίνειν ὑπήρξαντο, τῷ μὲν ὄξους, τῷ
δ᾿ ὕδατος προσεῤῥαίνομεν, ἑτέρῳ δ᾿ ἔλαιον, ἄλλο δὲ ῥοδίνῳ
ἐπηλείφομεν, ἄλλῳ δ᾿ ἄλλο τι τῶν ἢ δριμύτητας ἀμβλύνειν

[11.419]

ἢ θερμότητας ἐμψύχειν πεπιστευμένων, καὶ πάντων αὐτῶν
ἐνεργέστερον τὸ ὄξος ηὑρίσκετο. δῆλον οὖν ὡς οὐχὶ τῷ τὰς
δριμύτητάς τε καὶ δήξεις ἀμβλύνειν, ὁμοίως ἐλαίῳ τε καὶ
ῥοδίνῳ, καὶ γὰρ καὶ αὐτὸ πέφυκε ποιεῖν ταῦτα, ἀλλὰ τῷ ψύ-
χειν. εἰ γὰρ οὐκ ἐνδέχεται μὲν ἄλλως ἰᾶσθαι τὰς ἀπὸ τῆς
θαψίας φλεγμονὰς αὐτὸ, πλὴν ἢ τῷ ψύχειν ἢ τῷ τὰς δήξεις
τε καὶ δριμύτητας ἀμβλύνειν, οὐχ ὑπάρχει δ᾿ αὐτῷ θάτερον,
ἀνάγκη ἄρα κατὰ τὸ λοιπὸν ἰᾶσθαι· καὶ τῶν ἄλλων δὲ τῶν
θερμῶν ἁπάντων παθημάτων, τῶν μὲν μᾶλλον, τῶν δ᾿ ἧττον
ἐμψυκτικὸν ὑπάρχει, φλεγμονῶν, ἑρπήτων, φυγέθλων, ἐρυ-
σιπελάτων, ἀνθράκων. ὥστε εἰ μὴ τὸ σφοδρόν τε καὶ τραχὺ
τῆς δυνάμεως αὐτῷ λυπηρὸν ἦν, οὐκ ἂν ἄλλῳ τινὶ πρὸς ἔμ-
ψυξιν ἐχρώμεθα.

01.21 Καίτοι τινὲς αὐτὸ δὴ τοῦτο μέγιστον γνώ-
ρισμα τίθενται τῆς θερμότητος αὐτοῦ. μὴ γὰρ ἄν φασιν μήτε
δριμὺ μήτε δακνῶδες εἶναι μήτε διαβρωτικὸν μήτε τραχυντι-
κὸν, εἰ μή γε θερμότητος αὐτῷ μέτεστι δαψιλοῦς. ὡς γὰρ
τοῦ ψυχροῦ τὸ συνάγειν τε καὶ πυκνοῦν, οὕτω τοῦ θερμοῦ

[11.420]

τὸ τέμνειντε καὶ διαιρεῖν ὑπάρχον ἴδιον, ὅπερ οὐχ ἥκιστα
προσεῖναι τῷ ὄξει. νέμνειν γὰρ αὐτὸ καὶ διαβιβρώσκειν οὐ
τὰ τῶν ζώων σώματα μόνον, ἀλλὰ καὶ θρόμβους καὶ πώρους
καὶ λίθους καὶ κέραμον καὶ χαλκὸν καὶ σίδηρον καὶ μόλυβδον
καὶ σχεδὸν ὥσπερ τῷ πυρὶ καὶ τούτῳ πάντ᾿ εἶναι βάσιμά τε
καὶ πόριμα, μηδεμίας οὐσίας ὑπομενούσης αὐτὸ μηδ᾿ ἀντι-
στῆναι, ἢ ἀντισχεῖν τῷ βιαίῳ τῆς διεξόδου δυναμένης. εἶναι
γὰρ δὴ καὶ λεπτομερὲς αὐτὸ, παραπλησίως τῷ πυρὶ, καὶ τού-
του μαρτύριον οὐ σμικρὸν μὲν οὐδὲ τὴν ἁφὴν ὑπάρχειν, ἀλλὰ
γευομένοις τοιοῦτον φαίνεσθαι καὶ διηθεῖσθαι τῶν λεπτοτά-
των ὑφασμάτων, ἑτοιμότερον ὕδατος καὶ πάντα διαβιβρώ-
σκειν, ὡς ὀλίγῳ πρόσθεν εἴρηται. καὶ τί γὰρ ἄλλο ἢ πῦρ
τῷ λόγῳ τὸ ὄξος ἀποφαίνουσιν; ὥσπερ ἀμέλει καὶ οἱ τῇ
ψύξει φάσκοντες αὐτὸ διαλύειν τοὺς θρόμβους, ἐκ τοῦ θλί-
βειν τε καὶ πιλεῖν καὶ σφίγγειν, ἅπαντα πανταχόθεν ὥσπερ
ἂν εἰ καὶ τοῖς δακτύλοις τις τοῖς ἑαυτοῦ ἔθλασε λαμβάνων.
ὑπερεκπίπτουσι δὲ καὶ αὐτοὶ πάλιν εἰς τοσοῦτον, ὡς
καὶ τῆς χιόνος ἀποφαίνειν αὐτὸ ψυχρότερον. ἀλλὰ τῆς μὲν

[11.421]

ἀμετρίας ἑκατέροις ἐπιτιμῆσαι δίκαιον. οὔτε γὰρ εἰ ψυχρὸν,
ἤδη καὶ χιόνος ἀποφαίνειν αὐτὸ ψυχρότερον· οὔτε εἰ θερμὸν,
θερμότατον. οὐδὲ γὰρ οὐδ᾿ ἂν ἠμφισβητεῖτο περὶ τῆς δυνά-
μεως αὐτοῦ, μὴ παρὰ τὸ μέσον πως τεταγμένου καὶ πολὺ
τῶν ἄκρων ἑκατέρων ἀποκεχωρηκότος. οὔτε γὰρ περὶ κωνείου
τις ἢ μανδραγόρου τῆς δυνάμεως ἠμφισβήτησεν οὔθ᾿ ὑπὲρ
καρδαμώμου καὶ κάγχρυος, ἀλλὰ τὰ μὲν ἅπασι τοῖς ἰατροῖς
ὡμολόγηται ψυχρὰ, τὰ δὲ θερμά. κατὰ δὲ τὸν αὐτὸν τρόπον
ὑοσκύαμος μὲν καὶ μηκώνιον ψυχρὰ, πέπερι δὲ καὶ νᾶπυ
θερμά. καὶ πρὸς τούτοις ἕτερα μυρία τὰ μὲν δυνάμει θερμὰ,
τὰ δὲ ψυχρὰ, πᾶσι τοῖς ἰατροῖς συμπεφώνηται.

01.23 Τὸ δ᾿ ὄξος, ὥσπερ οὖν καὶ τὸ ῥόδινον, ὅτι
μὲν οὔτ᾿ ἄκρως ψυχρὸν οὔτε θερμόν ἐστιν, ἐξ αὐτοῦ τοῦ
διστάζεσθαι πρόδηλον. οὐδέτερον δέ πως ἑκάτερον αὐτῶν
ἀναγκαῖον εἶναι. τριχῶς δὲ τῶν οὐδετέρων λεγομένων, ὥσπερ
καὶ ῾Ηρόφιλος διῃρεῖτο, τῶν μὲν τῷ μετέχειν ἴσον ἀμφοτέρων
τῶν ἄκρων, τῶν δὲ τῷ μηδετέρου, τῶν δὲ νῦν μὲν τοῦδε,
νῦν δὲ τοῦδε, πάντως που καὶ ταῦτα ἢ κατά τι τῶν σημαι-

[11.422]

νομένων, ἤ τινα τῆς τῶν οὐδετέρων ἐστὶ φύσεως. ἐμοὶ μὲν
δὴ μᾶλλον δοκεῖ, τῷ μετέχειν ἑκατέρων τῶν ἄκρων καὶ τῷ
νῦν μὲν θερμαίνειν αἰσθητῶς δοκεῖν, αὖθις δὲ ψύχειν. οὕτως
οὖν οὐδέτερα λεχθείη ἂν καὶ ὄξος καὶ ῥόδινον. εἰ δέ τις καὶ
τῷ μηδετέρου τῶν ἄκρων μετέχειν ἐπιχειρήσειεν οὐδέτερα
δεικνύειν, εὐπορήσει μὲν ἴσως καὶ οὗτός τινων λόγων πιθα-
νῶν, οὐ μὴν ἀποδεικτικῶν τε καὶ ἐπιστημονικῶν. ἀκριβῶς
τοῦτο γινώσκειν μοι δοκῶ, καὶ μάλιστα περὶ ὄξους. τὸ μὲν
γὰρ ἑκατέρους εὐπορεῖν ἐπιχειρημάτων πιθανῶν, τούς τε ψυ-
χρότατον ἀποδεικνύντας αὐτὸ καὶ τοὺς θερμότατον, οὐ σμι-
κρὸν τεκμήριόν ἐστι τοῦ μετέχειν ἀμφοτέρων αὐτό. χαλεπὸν
μὴν ἱκανῶς πιστώσασθαι τῷ λόγω τὴν τῶν ἐναντίων μέθεξιν,
οὐκ ἔχοντας λῦσαι καὶ σχίσαι τὴν οὐσίαν αὐτοῦ, καθάπερ
ἐπί τε γάλακτος ἐργαζόμεθα καὶ ἄλλων παμπόλλων, ἃ
προϊὼν ὁ λόγος ἐκδείξει πάντα. καὶ διὰ τοῦτο ἐναργεστέρας
καὶ ἀκινδυνοτέρας ἀρχῆς ἐπιλαβέσθαι ποθοῦμεν. ἔστι δὲ,
ὡς ἐμοὶ φαίνεται, τὴν ἀρχὴν ἐκείνην θηρατέον, ἐκ τῆς λεπτο-

[11.423]

μεροῦς τε καὶ παχυμεροῦς φύσεως, ὑπὲρ ἧς εἴρηται μέντοι
μοι καὶ πρόσθεν, ἀλλὰ καὶ νῦν ἄμεινον ἐπιπλέον ὑπὲρ αὐτῆς
διελθεῖν, ἐπειδὴ καὶ Πλάτων φησὶ, περὶ τῶν ἀρχῶν χρὴ τοὺς
πλείστους γίγνεσθαι λόγους.

01.24 Τὸν ἀέρα τοίνυν οὐκ ἔστιν ὅστις οὐκ
εἶπε λεπτομερῆ, τῷ καταθραύεσθαι δηλονότι ῥᾳδίως εἰς
λεπτὰ μόρια καὶ διὰ πυκνοτάτων σωμάτων ἑτοίμως διέρχε-
σθαι, ἢ, εἴπερ ἐξ ἄλλου τινὸς ἐπιφέρουσιν αὐτῷ τὸ
λεπτομερὲς ὄνομα, διδασκόντων ἡμᾶς σαφῶς. οὐ γὰρ δὴ ἐξ
ὄγκων γε λεπτῶν, ὡς οἱ τῆς ἑτέρας αἱρέσεως εἴποιεν ἂν
ἡγεμόνες, ἐροῦμεν καὶ ἡμεῖς συγκεῖσθαι τὸν ἀέρα. συνεχὴς
γάρ ἐστιν καὶ εἷς ὅλος, οὐδαμόθι κενὸν ἐν ἑαυτῷ περι-
έχων οὐδέν. ἐν δὲ τοιαύτῃ φύσει σώματος ἡ λεπτομέρεια,
τῷ τάχει τῆς εἰς μικρὰ διαιρέσεως ἐπινοεῖται μόνῳ. ἀλλ᾿
εἴπερ διὰ τοῦτο λεπτομερὴς ὁ ἀὴρ, οὐχ ἅπαν πῦρ ἔσται
λεπτομερές. ἔστι μὲν γὰρ δήπου καὶ χαλκὸς καὶ σίδηρος
καὶ λίθος καὶ ξύλον καὶ πᾶν ὅπερ ἀνθρακωθῇ πῦρ, οὐ
μὴν λεπτομερέστερον νῦν ἢ πρόσθεν. αἱ μέντοι φλόγες,

[11.424]

ἕτερόν τι γένος πυρὸς, ὄντως εἰσὶ λεπτομερεῖς. οὔτ᾿ οὖν
πᾶν πῦρ λεπτομερὲς οὔτε λεπτομερὲς ἅπαν πῦρ. ὅτε γὰρ
ἄνθραξ πῦρ μὲν, οὐ λεπτομερὲς δὲ, ὅ τε ἀὴρ λεπτομερὴς
μὲν, οὐ πῦρ δὲ, τί ποτε ἐξ ἑτοίμου λαμβάνουσιν ὀλίγου
δεῖν ἅπαντες ἰατροί τε καὶ φιλόσοφοι τὰς προτάσεις πά-
σας, τήν τε τὸ πῦρ ἅπαν ἀποφαίνουσαν λεπτομερὲς τήν τε
τὸ λεπτομερὲς ἅπαν πυρῶδες; εἰ γὰρ ἐπιστήσειέ τις
ἀκριβῶς καὶ προσέχοι τοῖς πράγμασιν τὸν νοῦν, οὐκ ἂν
εἴποι τὸν ἄνθρακα λεπτομερέστερον ἀέρος. ἀναμνησθῶμεν
γὰρ ἐν κρύει σφοδρῷ καὶ βορείᾳ καταστάσει τὸ καθαρὸν
τοῦ περιέχοντος ἡμᾶς ἀέρος καὶ παραβάλλωμεν αὐτὸν, εἰ
βούλει, σιδήρῳ διαπύρῳ· γνωσόμεθα γὰρ ἐκ τῶν τοιούτων
παραδειγμάτων, ὡς ἔστι τι καὶ ψυχρὸν ἀκριβῶς λεπτομερὲς
καὶ θερμὸν παχυμερές.

01.25 ῞Ωσθ᾿ ὅταν ἐπὶ τοῦ δακνῶδες εἶναι τὸ
ὄξος, ὅτι λεπτομερές ἐστι καὶ θερμὸν ἀναλογίζονταί τινες,

[11.425]

οὐ συγχωρητέον αὐτοῖς. οὐ γὰρ ἅπαν τὸ λεπτομερὲς θερμὸν
ἴσως μὲν οὖν οὐδὲ τὸ δακνῶδες ἅπαν λεπτομερές. ἀλλ᾿ ἔν
γε τῷ παρόντι συγκεχωρήσθω, καίτοι γ᾿ εἴχομεν λέγειν καὶ
χιὼν καὶ βοῤῥὰς καὶ ὕδωρ ψυχρὸν, οὐκ ὀφθαλμοῖς μόνον,
ἀλλὰ καὶ τοῖς ἕλκεσι καὶ πᾶσι τοῖς ἀραιοῖς σώμασιν ὑπάρ-
χει δακνῶδες· καθότι καὶ ῾Ιπποκράτης ἔλεγεν τὸ μὲν
ψυχρὸν δακνῶδες· ἀλλ᾿ εἰ καὶ τοῦτό τις, ὡς ἔφην, συγχω-
ρήσειε, τὸ πᾶν δακνῶδες εἶναι καὶ λεπτομερὲς, οὐκ εὐθὺς
καὶ θερμὸν εἶναι συγχωρήσει. οὐκοῦν τὸ ὄξος, ὅτι δακνῶ-
δες, διὰ τοῦτο καὶ θερμὸν, ἀλλὰ λεπτομερὲς μὲν ὥσπερ ἀὴρ
βόρειος, οὐ μὴν θερμόν γε.

01.26 Πόθεν οὖν ἐνίοις αἴσθησις γίνεται θερ-
μότητος ἀμυδρᾶς; τάχα μὲν, ὡς ἔφην καὶ πρόσθεν, ἐξ ἐναν-
τίων σύγκειται δυνάμεων, ὁμοίως τῷ γάλακτι, τάχα δὲ καὶ
τῷ θερμότητος ἐπανάκλησιν ποιεῖσθαι. δύναιτο δ᾿ ἂν καὶ
τὸ τραχεῖάν τε καὶ ἀνιαρὰν ἔχον τὴν διέξοδον ἄλγημα ποιεῖν,
ἐπισπᾶσθαί τε ῥεῦμα θερμὸν τῷ τόπῳ. καὶ γὰρ τοῦτο
ἐναργές ἐστιν, ὡς ἐπιῤῥεῖ τι τοῖς ὀδυνωμένοις μορίοις. ἀλλὰ

[11.416]

πολὺ μὲν οὐκ ἂν ἐπιῤῥυῇ, τῷ ψυχρὸν εἶναι τὸ ὄξος καὶ
ἀποκρούεσθαι τὸ ἐπιφερόμενον. ὅσον δ᾿ ἀκριβῶς λεπτόν
ἐστι, διαφεῦγον τοῦτο τὰς λαβὰς τοῦ φαρμάκου
παραῤῥεῖ τε καὶ στηρίζεται κατὰ τὸ μόριον, οὐκέτι παλιν-
δρομοῦν, ὥσπερ τὸ παχύτερον, ὀπίσω. φαίνεται γὰρ οὖν δὴ
καὶ λεπτὸν ἀκριβῶς, ἐπανθοῦν ἔρευθος τοῖς ὑπ᾿ ὄξους ἐρε-
θισθεῖσι μορίοις. ἴσως δὲ καὶ ἄλλη τίς ἐστιν αἰτία γνω-
σθῆναι μὴ δυναμένη. δι᾿ αὐτὸ γὰρ δὴ τοῦτο καὶ πόῤῥωθεν
ἄρχεσθαι τῆς τῶν δυνάμεων ἐξετάσεως ἐκώλυον, ὅτι περι-
πίπτειν ἀναγκαῖόν ἐστι φυσικοῖς προβλήμασιν, οὐ σμικρὰς
ἔχουσιν ἀπορίας· ἡμῖν δὲ νῦν οὐχ ὡς φυσικοῖς ἀνδράσι
πρόκειται πάντων τῶν πραγμάτων τὰς αἰτίας ἐξευρίσκειν,
ἀλλὰ τὰς δυνάμεις τῶν φαρμάκων ἐπιγνῶναι, πρὸς τὸ χρή-
σασθαί τε δεξιῶς αὐτοῖς ἀγαθούς τε δημιουργοὺς γίγνε-
σθαι τῶν συνθέτων. ὅτι γὰρ οὐχ οἷόν τε καλῶς οὔτ᾿
αὐτὸν συνθεῖναι φάρμακον οὔθ᾿ ὑπ᾿ ἄλλου συγκειμένῳ
χρήσασθαι, πρὸ τοῦ τὰς τῶν ἁπλῶν φαρμάκων δυνάμεις
εἰδέναι, διά τε τῆς θεραπευτικῆς μεθόδου καὶ τῆς περὶ

[11.427]

συνθέσεως φαρμάκων ἱκανῶς ἐπιδείκνυται. τοῦτον οὖν
τὸν σκοπὸν ἐχούσης τῆς ἐνεστώσης πραγματείας, ἐπειδὰν
πρῶτον εὕρωμεν τὸ πρὸς αὐτῶν χρηστὸν, ἀποχωρεῖν δεῖ
προβλημάτων φυσικῶν, πορίας ἐχόντων συχνάς. ὑπὸ τίνος
γὰρ κράσεως ἐν τῷ καθόλου πέφυκεν ὀξύτης καὶ γλυκύτης
καὶ πικρότης, ἁλυκότης τε καὶ αὐστηρότης καὶ δριμύτης,
ἑκάστη τε τῶν ἄλλων ποιοτήτων γίγνεσθαι; καὶ αὐτοῖς τοῖς
φυσικοῖς ἀνδράσι ζητοῦσιν ἀπορίαι μέγισταί τε καὶ πάμ-
πολλαι κατὰ τοὺς λόγους ἀναφαίνονται. ταύτας οὖν ἐγὼ
φυλάττεσθαι παραινῶ καθάπερ τινὰ κρημνὸν, ἔχοντάς γε
λεωφόρον ὁδὸν, ᾖ κρίνειν ἐγχωρεῖ τὰ φάρμακα, καὶ πρῶτον
μὲν ὅπερ ἤδη μοι καὶ μικρὸν ἔμπροσθεν εἴρηται, λογίζε-
σθαι τὸ μηδεμίαν ἀμφισβητεῖσθαι δύναμιν τῶν ἰσχυρῶς
θερμαινόντων ἢ ψυχόντων φαρμάκων, ἀλλ᾿ οἷς τοῦτο συμ-
βέβηκεν, οὐδετέρας ὑπάρχειν. ἔπειτα δὲ ὡς ἐξ ἐναντίων
δυνάμεων σύγκειται πολλὰ τῶν ἁπλῶν ὡς πρὸς αἴσθησιν.
οὐ γὰρ τὸ γάλα μόνον, ἀλλὰ καὶ τὰ θειώδη καὶ τὰ ἀσφαλ-
τώδη καὶ τὰ νιτρώδη καὶ πάνθ᾿ ὅσα τοιαῦτα τῶν αὐτο-

[11.428]

φυῶν ὑδάτων ἐστὶν, ἐξ ἐπιμιξίας ἐγένετο τῶν ἐναντίων δυ-
νάμεων, εἴ γε ψυχρὸν μὲν καὶ ὑγρόν ἐστι κατὰ τὴν ἑαυτοῦ
φύσιν τὸ ὕδωρ, ἄσφαλτος δὲ καὶ θεῖον καὶ μῖσυ καὶ χαλ-
κῖτις καὶ τἄλλα τὰ τοιαῦτα θερμά. μεμνῆσθαι δὲ καὶ
τοῦ πολλὰ μὲν τῶν θερμῶν εἶναι παχυμερῆ, πολλὰ δὲ τῶν
ψυχρῶν λεπτομερῆ καὶ κατὰ ταύτας τὰς ἀρχὰς ἀσφαλῶς
ἀποφαίνεσθαι περὶ τῆς τῶν φαρμάκων δυνάμεως. αὐτίκα
γὰρ ἀρκεῖ λεπτομερὲς εἰπεῖν. καὶ ψυκτικὸν καὶ ξηραντικὸν
τὸ ὄξος, ἀποχωρήσαντα τῶν φυσικωτέρων ὑπὲρ αὐτοῦ
λογισμῶν. ἐκ γὰρ τοῦ ταῦτα γινώσκειν εἴσεταί τις ὅπως
χρὴ μιγνύναι τοῖς ἄλλοις φαρμάκοις αὐτό.

01.27 Ταῦτα μὲν οὖν μέμφομαι τοῖς ἀδολε-
σχήσασιν περὶ τῆς δυνάμεως αὐτοῦ μακρὰ, καὶ τούτων ἔτι
μᾶλλον ὀλίγου δεῖν ἅπασι τοῖς ἰατροῖς, ὅτι μὴ διεστή-
σαντο κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἁπάντων τῶν ἁπλῶν
φαρμάκων ἤρκεσεν αὐτοῖς ταυτὶ μὲν, εἰ τύχοι, θερμαίνειν
φάναι, ταυτὶ δὲ ψύχειν, καὶ ταυτὶ μὲν ξηραίνειν, ταυτὶ δὲ
ὑγραίνειν, οὐ γὰρ τοῦτο χρήσιμον ἁπλῶς οὑτωσὶ γνω-

[11.429]

σθὲν, ἀλλὰ μέχρι πόσου μὲν ψύλλιον ψύχει, μέχρι πόσου καὶ
στρύχνος ἢ σκάνδυξ ἢ ψιμμύθιον, ἀνδράχνη τε καὶ θριδακίνη,
καὶ μέχρι πόσου μὲν κασία θερμαίνει, μέχρι δὲ πόσου
κινάμωμον, ἢ ἄμωμον ἢ ἀμάρακον. οὕτω δὲ καὶ ἐπὶ τῶν
ξηραινόντων τε καὶ ὑγραινόντων ταῖς δυνάμεσι φαρμάκων,
οὐ τὸ καθόλου μόνον ἐπίστασθαι χρὴ, ἀλλὰ τί μὲν πρῶ-
τον ἀποκεχώρηκεν τοῦ συμμέτρου τε καὶ μέσου τῶν ἐναν-
τίων ταῖς δυνάμεσιν, τί δ᾿ ἐφεξῆς ἐκείνῳ, καὶ τρίτην δὴ καὶ
τετάρτην καὶ πέμπτην, εἰ δυνατὸν, ἀπόστασιν οὕτω δια-
στείλασθαι, σαφέσιν ὅροις ὁρισάμενον. ἐν γὰρ τῇ τοιαύτῃ
τῶν δυνάμεων ἐπιγνώσει τό τε τοῖς ἁπλοῖς αὐτοῖς χρῆσθαι
τεχνικῶς καὶ τὸ συνθεῖναι δύνασθαι κατὰ μέθοδον ἡμῖν
ὑπάρξει, καὶ πρὸς τούτοις καὶ αὐτοῖς ἤδη συγκειμένοις
ὀρθῶς χρήσασθαι. ἔστι μὲν οὖν χαλεπώτατον τοῦτο καὶ
πολλῆς ἀκριβείας τε καὶ τριβῆς δεόμενον, ἄρχεσθαι μὲν γὰρ
ἀπὸ τῆς πείρας ἐν ἅπασι τοῖς τοιούτοις ἀναγκαῖόν ἐστιν,
ὥσπερ ἤδη εἴρηται, ἀσφαλῶς δὲ συλλογίσασθαι φυλαττό-

[11.430]

μενον ἐμπλέκειν ἑαυτὸν ἀπόροις ζητήμασιν. ᾧ καὶ θαυμά-
σειεν ἄν τις τῶν τὰ τοιαῦτα ζητησάντων, ὁρῶν περιπί-
πτοντας αὐτοὺς ἑαυτῶν χερσὶν ἐν τοῖς πλείστοις οἷς
ζητοῦσί τε καὶ γράφουσιν, ὥσπερ ῾Ηροδοτόν.

01.28 ᾿Εξ ἁπάσης γὰρ τῆς παλαιοτάτης ἱστο-
ρίας ἀρχόμενοι τῶν συνθέτων φαρμάκων, ἐπὶ τὴν ἐξέτασιν
ἔρχονται τῶν ἐν αὐτοῖς ἁπλῶν. ἐπειδὴ τοῖσδέ τισι τῶν
φαρμάκων θερμαίνουσιν, εἰ τύχοι, μέμικται τὸ ὄξος, οὕτως
ἤδη καὶ αὐτὸ θερμὸν ἀποφαίνοντες. οὔτε γὰρ εἰ καλῶς
μέμικται δῆλον τῷ πρὶν ἐξευρεῖν αὐτοῦ μόνον τὴν δύνα-
μιν, οὔτ᾿ εἰ καὶ συγχωρηθείη, γινώσκομεν ἤδη τὴν μέθο-
δον τῆς συνθέσεως τῶν φαρμάκων, ᾗ κρίνοντες ἐξευρήσομεν
ᾧτινι μέμικται λόγῳ θερμαίνουσιν πολλοῖς φαρμάκοις ἓν
ἐμψῦχον, ἢ δὴ διαψύχουσιν θερμαῖνον. ὅτε δὲ καὶ διαθέ-
σεων ἀδήλων μνημονεύωσιν πρὸς ἃς ἁρμόττειν δοκεῖ, κᾄ-
πειτα δογματικαῖς ὑπολήψεσιν συνάπτωσιν παραλογισμοὺς
ἑτέρους, ἐκ ζητουμένων ζητούμενα καὶ ἐξ ἀδήλων ἄδηλα

[11.431]

δι᾿ ἀλλήλων συλλογιζόμενοι, τότε δὴ καὶ μάλιστα καταμα-
θεῖν ἐστιν αὐτῶν τὴν ἀδολεσχίαν.

01.29 Τῷ γὰρ λέγειν ὅτι καὶ τοῖς ἐμπειρικοῖς
ἀφορμὴν ἀντιλογίας παρασκευάζουσιν, ἐξ ὧν ἑτοίμως
πιστεύουσιν ἁπάσαις ταῖς συνθέτοις δυνάμεσιν, ὥσπερ οὐκ
ἐγχωρεῖν ἡμαρτῆσθαί γε πολλὰς αὐτῶν καὶ μοχθηρῶς συγ-
κεῖσθαι. φήσουσι γὰρ οἶμαι καθάπερ καὶ λέγουσι, μάτην
ἡμῖν ζητεῖσθαι τὰς πρώτας τε καὶ δραστικὰς δυνάμεις ἑκά-
στου τῶν φαρμάκων, φθανούσης τῆς ἐμπειρίας ἀναρίθμητόν
τι ἔχειν φαρμάκων ἁπλῶν καὶ συνθέτων πλῆθος, ἃ καὶ παρ᾿
αὐτοῖς πεπίστευται τοῖς μάτην ζητοῦσι τὰς πρώτας
δυνάμεις. εἰ γὰρ ἅπασαι μὲν αἱ κατὰ μέρος χρήσεις αὐτῶν
γινώσκονταί τε καὶ συμφωνοῦνται πᾶσιν, αἱ δ᾿ αἰτίαι καθ᾿
ἃς ἐνεργεῖ μήπω συμπεφώνηνται, δῆλον ὡς οὐκ ἐκ τῆς
τῶν πρώτων δυνάμεων γνώσεως οὔθ᾿ ἡ σύνθεσις οὔθ᾿ ἡ
χρῆσις εὕρηται τῶν φαρμάκων, ἀλλ᾿ ἡ μὲν ἐμπειρία ταῦτα
συνέθηκεν, ὁ λόγος δ᾿ ἄχρι τοῦ πιθανοῦ προέρχεται μόνον.
ταῦτα μὲν οὖν καὶ τοιαῦθ᾿ ἕτερα πολλὰ καλῶς δόξουσι

[11.432]

λέγειν οἱ ἀπὸ τῆς ἐμπειρίας ἰατροὶ πρὸς τοὺς ἅπασι τοῖς
ὁπωσοῦν γεγραμμένοις φαρμάκοις πιστεύοντας, αἰτίας τε
πιθανὰς ἐφαρμόττειν ταῖς ἐπαγγελίαις αὐτῶν προαιρουμέ-
νους. ἐγὼ δὲ πρὸς τούτοις ἔτι κᾀκεῖνο εἴποιμ᾿ ἂν, ὡς
῾Ηρόδοτος μὲν ἁπάσας τὰς ἄλλας αἱρέσεις μοχθηρὰς ὑπο-
λαμβάνων, πλὴν τῆς πνευματικῆς, Μητρόδωρος δὲ πλὴν τῆς
᾿Ασκληπιάδου, καὶ Ζήνων πλὴν τῆς ῾Ηροφίλου, καὶ ῾Ερμο-
γένης πλὴν τῆς ᾿Ερασιστράτου, καὶ ἄλλος τις ἄλλος ἁπά-
σας πλὴν τῆς ἑαυτοῦ, περὶ τῶν συνθέτων φαρμάκων μόνων
ἀβασανίστως πιστεύουσιν ἅπασι τοῖς συγγράμμασιν, εἴθ᾿
ὁμοδόξων εἴτε καὶ τῶν ἐπιτυχόντων εἴη, καὶ πολλάκις γε
αἰτίας ἀποδιδόναι πειρῶνται πιθανὰς κάκιστα συγκειμένων
φαρμάκων· καὶ τὸ τούτου θαυμασιώτερον, ὅτι μηδεμίαν
ἔχοντες ὧν ἐπαινοῦσι πεῖραν, ἀλλ᾿ ἑτέροις πεπιστευσκότες,
ὥσπερ τις ἔναγχος ἐπαίνους μὲν διῄει πολλοὺς καὶ μεγά-
λους φαρμάκου ποδαγρικοῦ, μεταξὺ δ᾿ αὐτοῦ λέγοντος ἐπι-
στάντος τινὸς ποδαγρικοῦ μετρίως οὕτως ἔχοντος ὡς βαδί-
ζειν δύνασθαι, καὶ ἡμῶν κελευσάντων ἐπ᾿ ἐκείνου πρώτου

[11.433]

πεῖραν αὐτοῦ παρασχεῖν, ὁ μὲν ἐπέθηκε τῷ ποδὶ τὸ φάρ-
μακον, ὁ δ᾿ ἄνθρωπος ἄγρυπνός τε τῆς νυκτὸς ὅλης ἐγέ-
νετο καὶ κατὰ τὴν ὑστεραίαν οὐ μόνον οὐ βαδίζειν ὡς
πρόσθεν, ἀλλ᾿ οὐδὲ φέρεσθαι δυνατὸς ἦν. οὕτως ἀβασανί-
στως τε καὶ προπετῶς οἱ μὲν ἑτέροις πιστεύουσιν, οἱ δ᾿
ἑκόντες ἄλλους ἐξαπατῶσιν. εἰ δὲ καὶ πᾶσαι καλῶς εἶχον
αἱ συνθέσεις τῶν φαρμάκων ὧν μνημονεύουσιν, ἀλλὰ τήν
γε χρεῖαν τῆς θεωρίας αὐτῶν ἀνατρέπουσιν ἐξ ὧν πράτ-
τουσιν. φασὶ γὰρ ἕνεκα τῆς τῶν συνθέτων φαρμάκων
κατασκευῆς τε καὶ χρήσεως ἐπισκέπτεσθαι τῶν ἁπλῶν τὰς
δυνάμεις, καὶ τούτων μάρτυρας ἐπικαλοῦνται σχεδὸν ἅπαντας
τοὺς παλαιοὺς, ᾿Ερασίστρατον, ῾Ηρόφιλον, Φιλότιμον, Διο-
κλέα, Πραξαγόραν καὶ αὐτὸν ῾Ιπποκράτην. παραγενόμενοι δ᾿
ἐπὶ τὴν ἐξέτασιν αὐτῶν, ὡς γινώσκουσιν ἡμῖν ἤδη τὰς
συνθέτους δυνάμεις ἁπάσας, οὕτω διαλέγονται. καὶ πῶς
οὐ μάτην ζητεῖτε τὰς τῶν ἁπλῶν, εἴποι τὶς οἶμαι πρὸς

[11.434]

αὐτοὺς, εἰ τὰς τῶν συνθέτων ἤδη γινώσκετε; εἰ γὰρ ὧν
ἕνεκα τὴν ζήτησιν τῶν ἁπλῶν ἐνεστήσασθε, ταύτας ἤδη
γινώσκετε, περιττὸν τὸ ζητεῖν ἐκείνας. εἰ καὶ τοῦτό τις
αὐτοῖς συγχωρήσειεν, ἀλλὰ τό γε καὶ πρόσθεν ἤδη λελεγ-
μένον οὐκ οἶδ᾿ ὅπως ἀνάσχοιτ᾿ ἄν τις, ὅταν ἐναντία τοῖς
ἐναργῶς φαινομένοις, ἐκ λόγων μακρῶν ἐπιχειρῶσι κατα-
σκευάζειν.

01.30 ῎Ηδη γάρ τινος εἰς τοσοῦτον ἐμπληξίας
ἥκοντος ἐπειράθην, ὡς καταφρονεῖν ἀξιοῦντος τῶν αἰσθή-
σεων. ὃν εὐθὺς μὲν ἤρετό τις, εἰ τὸ λευκὸν αὐτῷ πέπερι
δοκοίη θερμὸν ὑπάρχειν. ὁ δ᾿, ὡς τὸ εἰκὸς, ὡμολόγησεν, εἶτ᾿
αὖθις ἐρωτηθεὶς ὁπόθεν γινώσκεις τοῦτο; καὶ τοιοῦτον
φαίνεσθαι φήσας, εἰκότως ὑπὸ τῶν παρόντων κατεγελάσθη
μὴ συνιεὶς ὅπερ ἐφθέγγετο. τοῦτο γὰρ αὐτὸ τὸ φαίνεσθαι
πιστὴν αὐτῷ τὴν αἴσθησιν ἀπέφαινεν, ἧς ὀλίγον ἔμπρο-
σθεν ὡς ἀπίστου κατεγίνωσκεν. ἐπεὶ πόθεν, ὦ πρὸς θεῶν,
ὅτι θερμόν ἐστι τὸ πῦρ ἴσμεν, ἐκ τίνος συλλογισμοῦ μα-

[11.435]

θόντες; ἢ διὰ ποίας ἀποδείξεως πιστωσάμενοι; πόθεν δ᾿
ὅτι ψυχρὸς ὁ κρύσταλλος ἄλλοθεν ἢ ἐκ τῆς αἰσθήσεως
ἐμάθομεν; εἶτά τις ταύτην ἐάσας ἀναπίμπλησι τὰ βιβλία
προβλημάτων φυσικῶν, ἢ οὐκ ἐξ ἐκείνων ἐστὶ καὶ τὸ διὰ
τίνα αἰτίαν ἀναζυμοῖ τὴν γῆν τὸ ὄξος; ἔνεστι γὰρ, οἶμαι,
λέγειν ἡμῖν ὡς ἀγνοοῦμεν, ὥσπερ καὶ ἄλλα πολλὰ τῶν τοιού-
των προβλημάτων. ἢν δέ τις ἐκ προχείρου λαμβάνῃ, διότι
θερμὸν ἢ διότι ψυχρὸν, ἑκάτερα γὰρ λέγουσιν, εἰς ἀμφισβη-
τουμένους καὶ εἰς ἀσαφεῖς ἑαυτὸν ἐμβάλλει λόγους.

01.31 ᾿Εγὼ δὲ ἀγαπήσαιμ᾿ ἂν, εἰ καὶ τὰ παρα-
κείμενα τοῖς διὰ τῶν αἰσθήσεων φαινομένοις ἐξευρεῖν ἀκριβῶς
δυναίμην, ἀφορίζων ἐν αὐτοῖς καὶ διακρίνων τὸ καθ᾿ ἑαυτὸ
τοῦ κατὰ συμβεβηκὸς, οἷον αὐτίκα θέρους ὥρᾳ πιόντες ὀξύ-
κρατον ἔνιοι, σαφῶς ἐμψύχονταί τε καὶ ἄδιψοι διατελοῦσιν,
ἀλλ᾿ οὔπω δῆλον εἰ διὰ τὸ ὄξος, ὀλίγον γὰρ πολλῷ τῷ ὕδατι
κεραννύντες αὐτὸ καὶ οὐδὲ θερμὸν, ἀλλὰ ψυχρὸν ὡς ἔνι
μάλιστα προσφέρονται. τάχα οὖν τις φαίη, διότι βραδύτερόν
ἐστι τὸ ὕδωρ καὶ πλεῖστον χρόνον ἐν τοῖς ὑποχονδρίοις δια-

[11.436]

μένει, μήθ᾿ ὑποβιβαζόμενον μήτ᾿ ἀναδιδόμενον, διὰ τοῦτο
αὐτῷ μίγνυσθαι τὸ ὄξος, οἷον ὄχημά τι τῆς πάντη φορᾶς
γενησόμενον. οὕτω δὲ κᾂν μετ᾿ οἴνου ποθῇ τὸ ὕδωρ, ἀδι-
ψότερον ὑπάρχειν ἤπερ καθ᾿ αὑτὸ, ποδηγοῦντος αὐτὸ πρὸς
τὴν ἀνάδοσιν τοῦ οἴνου. τὴν μὲν οὖν ἔμψυξίν τε καὶ τὴν
τοῦ δίψους ἴασιν ἐπὶ τῷ ὕδατι γίγνεσθαι, ψυχρῷ καὶ ὑγρῷ
τὴν φύσιν ὑπάρχοντι. βοήθημα δ᾿ αὐτὸ καὶ οἷον πτέ-
ρωμα τῆς εἰς πάντα τὰ μόρια τοῦ ζώου φορᾶς, τὸν
οἶνόν τε γίγνεσθαι καὶ ὄξος, οὐκ αὐτὰ ψύχοντά τε καὶ
ὑγραίνοντα. μόνα γὰρ ἂν οὕτω γε δίδοσθαι μᾶλλον ἢ
μετὰ ὕδατος, ὅτι ῥᾳδίως ὑπὸ λεπτότητος ἀναδίδοται καὶ
ἀποχωρεῖ τῶν ὑποχονδρίων. ἐπεὶ δὲ ἅπαξ εἰς τοῦτον ἀφι-
κόμεθα τὸν λόγον, οὐ χεῖρον ἀκριβῶς ἅπαντα διελθεῖν
αὐτόν. ὅτι μὲν γὰρ ἐγχωρεῖ καὶ ποδηγεῖν τῷ ὕδατι τὸ
ὄξος, οὐκ ἐμψύχειν αὐτὸ καὶ μὴ ποδηγεῖν μόνον, ἀλλὰ καὶ
ψύχειν, ἄντικρυς δῆλον. ὁπότερον δ᾿ ἀληθές ἐστιν ἐπισκέ-
ψεως δεῖται. διορισθείη δ᾿ αὐτό γε τοιοῦτον, εἰ δοίη μέν

[11.437]

τινι καὶ οἶνον καὶ ὄξος, ἑκάτερον ἰδίᾳ καθ᾿ αὑτό. φαίνε-
ται γὰρ ἐπὶ μὲν τῷ οἴνῳ διψωδέστερος ἀεὶ γιγνόμενος ὁ
ἄνθρωπος, ἐπὶ δὲ τῇ τοῦ ὄξους πόσει ποτὲ μὲν διψωδέ-
στερός ἐστιν, ποτὲ δὲ ἀδιψότερος,

01.32 ὅτι καὶ τὸ δίψος αὐτὸ διττῶς γίνεται,
τὸ μὲν ὑγρότητος ἐνδείᾳ, τὸ δὲ πλεονεξίᾳ θερμότητος· ὥστ᾿
οὐδὲν θαυμαστὸν εἰ τὸ μὲν πρότερον οὐκ ἰᾶται, θάτερον δ᾿
ἰᾶται. ὑγραίνειν μὲν γὰρ οὐ δύναται, ψύχει δὲ οὐκ
ἀγεννῶς. οὔκουν οὔτε τὴν ἐπὶ ξηρᾷ διαθέσει δίψαν οὔτε τὴν
ἐπὶ θερμῇ καὶ ξηρᾷ δύναιτ᾿ ἄν ποτε ἰᾶσθαι πινόμενον ὄξος.
εἰ δὲ συνδράμῃ ποτὲ εἰς ταυτὸν ὑγρότης θερμότητι, τῆς
τοιαύτης δίψης ἄριστον ἴαμα τὸ ὄξος ἔσται. σπανία δὴ
τοιαύτη διάθεσις, ἐν ὑδρωπικαῖς ἐνίοτε παρεγχύσεσιν γι-
γνομένη, πλήθους ὑγροῦ ἁλμώδους ἠθροισμένου κατὰ τὴν
γαστέρα καὶ ὅσοις ἁλμυρὸν φλέγμα κατ᾿ αὐτὴν ἐμπέπλασται.
τοῖς δ᾿ ἄλλως διψώδεσιν ἔν τε καύσοις πυρετοῖς καὶ τοῖς
περικαέσιν ἅπασιν καὶ τοῖς ἐν θέρει καὶ θάλπει σφοδρῷ

[11.438]

σύνθετος ἡ διάθεσίς ἐστιν ἐκ θερμότητός τε καὶ ξηρότητος,
ὥστ᾿ εἰκότως αὐτοῖς ἐστι σύνθετον καὶ τὸ ἴαμα, τὸ μὲν ὄξος
οὐκ ἀγεννῶς γε ψῦχον καὶ πάντη ῥᾳδίως διϊὸν, τὸ ὕδωρ δὲ
πρὸς τῷ ψύχειν ἔτι καὶ ὑγρότατον ἁπάντων ὑπάρχον· οὐδὲν
γάρ ἐστιν ὑγρότερον ὕδατος.

01.33 ῞Ωσπερ οὖν οὐκ ἀσφαλής ἐστιν ὁ πόῤῥω
τῆς αἰσθήσεως τοῦ δοκιμαζομένου φαρμάκου συλλογισμὸς,
οὕτως οὐδ᾿ ἡ τοῦ μιχθέντος ἑτέρῳ χρῆσις. αὐτὸ γὰρ χρὴ
καθ᾿ αὑτὸ μόνον ἐξετάζεσθαι τὸ κρινόμενον ἐπί τε τῶν
ὑγιαινόντων σωμάτων εὐκράτων τε καὶ δυσκράτων ἐπί τε
τῶν νοσούντων. εὐκράτων μὲν οὖν, ὥσπερ καὶ πρόσθεν
εἴρηται· δυσκράτων δὲ, ὥσπερ ῾Ιπποκράτης ἔλεγε, πικροχό-
λοις μὲν φύσεσιν χρηστότατον ὑπάρχει ὄξος, ἐναντιώτατον
δ᾿ εἶναι μελαγχολικοῖς τὴν κρᾶσιν. ἐπὶ δ᾿ αὖ τῶν νοσούν-
των, εἰ ἁπλοῦν ἐξ ἁπλῆς ἐξετάζοιτο διαθέσεως. εἰ δὲ καὶ
μίγνυτό ποτε μετ᾿ ἄλλου, χρὴ τὸ μιγνύμενον αὐτῷ μέσον
εἶναι τὴν κρᾶσιν, ὡς ἐφ᾿ ὕδατός τε καὶ κηρωτῆς ὁ πρό-

[11.439]

σθεν λόγος ἀπέδειξεν. εὐλόγως γὰρ, οἶμαι, τὸ τῷ μηδ-
ετέρῳ τῶν ἄκρων κατὰ τὴν κρᾶσιν, ἀλλ᾿ ὡς οἷόν τε μέσῳ
συμπεπλεγμένον αὐτὸ, τῶν ἀποτελουμένων αἴτιον γίγνε-
σθαι. τῇ γοῦν ἁπλῇ κηρωτῇ μήτε θερμαινούσῃ μήτε ψυ-
χούσῃ τὸ ψυχρὸν ὕδωρ μιχθὲν ἔψυξεν ὅτι ψυχρὸν ἦν τῇ
κράσει. εἰ δέ γε τῶν θερμαινόντων ἔμιξάς τι τῇ τοιαύτῃ
κηρωτῇ, θερμαῖνον ἄν σοι τὸ φάρμακον ἐγένετο, καθάπερ
πολλάκις εὐφόρβιον, ἢ καστόριον ἐπεμίξαμεν ἐπὶ πολλῶν
διαθέσεων. οὕτως οὖν, εἴπερ ὄξος ἀναμίξαις ἀκριβῶς ἁπλῇ
κηρωτῇ, ψυχρότερον ἐργάσῃ πολλῷ τῆς κηρωτῆς τὸ φάρ-
μακον, ὡς ἂν ψυχροῦ τοῦ μιχθέντος ὑπάρχοντος. καί σοι
τοῦτο πρὸς ἐρυσιπέλατα καὶ φλεγμονὰς ἕρπητάς τε καὶ
ἄνθρακας ἀγαθὸν ἔσται φάρμακον· εἰ δέ γε τὸ μικτὸν ὡς
ἁπλοῦν ἐξετάζοις, καὶ γὰρ αὖ καὶ τοῦτο ποιοῦσιν, ἁμαρ-
τήσεις τὰ μέγιστα. κολλητικὸν γὰρ ἑλκῶν οὐκ ὄξος χρὴ
λέγειν, ἀλλ᾿ ὀξύκρατον, ἕτερόν τι παρὰ πολὺ τὴν φύσιν

[11.440]

ὄξους ὑπάρχον. ὥσπερ γὰρ οὐδὲ σαρκωτικὸν ἑλκῶν ἰὸς,
ἀλλ᾿ ἡ κηρωτὴ προσλαβοῦσα βραχὺ μόριον ἰοῦ, κατὰ τὸν
αὐτὸν τρόπον οὐδ᾿ ὄξος κολλητικὸν, ἀλλ᾿ ὕδωρ ὄξους ἑλά-
χιστον προσλαβὸν, αὐτὸ δὲ καθ᾿ ἑαυτὸ μόνον καὶ ψιλὸν
ὄξος ἱκανῶς παροξύνει τὰ κολλήσεως δεόμενα τῶν ἑλκῶν,
ὡς ἂν τῇ λεπτομερείᾳ διαβρωτικόν τε καὶ ὀδυνηρὸν ὑπάρ-
χον. οὔτ᾿ οὖν τὰ τοιαῦτα δεόντως λέγουσιν οὔθ᾿ ὅταν
ἀγνώστοις ἄγνωστα συνάπτωσιν.

01.34 Οὐδὲν γὰρ ἀποδείξαντες ἰδίᾳ περὶ
τῶν κολληθησομένων, ἢ σαρκωθησομένων, ἢ ἐπουλωθησο-
μένων ἑλκῶν ἐξ ἐπαγωγῆς συλλογίζονται, τὰ στύφοντα πάντα
φάσκοντες ἑλκῶν εἶναι κολλητικά. χρὴ δ᾿ οὐκ ἐξ ἐπαγωγῆς,
ἀλλὰ δι᾿ ἀποδείξεως ἐν τῷ καθόλου τὰ τοιαῦτα λαμβάνεσθαι,
καθάπερ ἡμεῖς ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου ποιήσομεν
ὑπομνήμασιν, ἀλλ᾿ ἁπλῶς γε οὕτως ῥηθὲν ὁτιοῦν τῶν τοιού-
των οὐ μόνον ἀναπόδεικτον, ἀλλὰ καὶ ψεῦδός ἐστιν. οὔτε
γὰρ χαλκῖτις, οὔτε κηκὶς, οὔτε αὐτὰ τὰ λέμματα τῶν ῥοιῶν,

[11.441]

οὔτε ὀμφάκιον, οὔτε στυπτηρία, πολὺ δὲ μᾶλλον οὔτε χαλ-
κὸς κεκαυμένος, οὔτε λεπὶς, οὔτε μίσυ κολλᾷν ἕλκη πέφυκεν,
ἕτερά τε μυρία τῶν στυφόντων ἐστὶν ἀδύνατα κολλᾷν. εἰ
δ᾿ ἄρα καὶ μὴ τοῦτό τις, ἀλλὰ τὰ κολλητικὰ πάντα στυ-
πτικὰ λέγοι, δειχθήσεται κᾀνταῦθα πολλὰ κολλῶντα χωρὶς
τοῦ στύφειν. οὐδέτερος οὖν ἀληθὴς λόγος ἁπλῶς καὶ
ἀδιορίστως λεχθεὶς, οὔθ᾿ ὅταν ἅπαντα φάσκωσι τὰ στύ-
φοντα κολλᾷν ἕλκος, οὔθ᾿ ὅταν πάντα τὰ κολλώμενα διὰ
τῶν στυφόντων κολλᾶσθαι. πολὺ δὲ δὴ καὶ τούτων ἔτι
μᾶλλον ἄτοπά τε καὶ ψεύδη λέγουσιν ἤδη καὶ περὶ τὴν
αἴσθησιν, ὅταν καὶ τὰ δακνώδη καὶ τὰ δριμέα καὶ τὰ
πικρὰ καὶ τὰ ἁλυκὰ καὶ πρὸς τούτοις ἔτι τὰ μαλακώτατα
καὶ ἥδιστα ταῖς ποιότησι στύφειν λέγουσιν, ὥσπερ οὐ τῆς
γεύσεως αἰσθητὸν τὸ στῦφον ὑπάρχον, ἀλλ᾿ ἐκ τῆς ἐκείνων
νομοθεσίας λαμβανόμενον. ἡ μὲν γὰρ ῥοιὰ καὶ τὸ μῆλον,
εἰ τύχοι, καὶ τὸ μέσπιλον, ἀπίων τέ τινα γένη καὶ μύρτα
καὶ οὖα καὶ οἶνος ᾿Αμυναῖος καὶ Μαρσὸς ἐναργῶς ἡμᾶς
στύφει. πυροὶ δὲ καὶ ζειαὶ καὶ κέγχροι ῾Ηρόδοτον μὲν

[11.442]

ἴσως ἔστυφον, τῶν δ᾿ ἄλλων ἀνθρώπων οὐδένα. μυρίων
γὰρ ἐπυθόμην ἐγὼ καὶ περὶ τούτων καὶ πολὺ μᾶλλον ἔτι
περὶ ἀμύλου, καὶ γὰρ καὶ τοῦτο στύφειν ῾Ηρόδοτός φησιν,
ὥσπερ οὖν καὶ τὸ πέπερι, στῦφον μηδ᾿ αὐτὸ μηδένα τῶν
ἄλλων ἀνθρώπων, ὅσοι καθαρῶς καὶ ἀδεκάστως ἐξετάζουσιν
τὰς ποιότητας. ἀλλ᾿ ῾Ηρόδοτος μὲν συνέχεεν εἰς ταὐτὸν
ἅπαντα, καὶ τὰ δριμύτατα ταῖς δυνάμεσιν καὶ τὰ ἄκρως δια-
βρωτικὰ καὶ τὰ μαλακώτατα καὶ τὰ προσηνέστατα πάντα
στύφειν ἔφησεν, ὡς ἐν τῷ καταψεύσασθαί τισι τῆς αἰσθή-
σεως τὸ τοῦ νικᾷν ὑπάρχοντος. ἀλλ᾿ οὐκ αὐτὸ δὴ τοῦτο μέ-
γιστον δεῖγμα τῆς τῶν λόγων αὐτοῦ μοχθηρίας ἐσόμενον.

01.35 ῞Ωσπερ δὲ ὑπερβάλλεσθαι βουλόμενος αὐ-
τὸν τοῖς κατὰ τῶν αἰσθήσεων ψεύσμασιν ὁ ᾿Ασκληπιάδης
Μητρόδωρος, ἄλλά τε καὶ ῥητίνην καὶ ἄσφαλτον οὐχ ὁμολο-
γεῖ θερμαίνειν ἡμᾶς, ἅπαντά τε τὰ στύφοντα καὶ ψύχειν
φησὶν, εἰ καὶ μηδενὸς ἄλλου χαλκίτεώς τε καὶ χαλκάνθης καὶ
μίσυος ἱκανῶς μὲν στυφόντων, εἰς τοσοῦτον δ᾿ ἡκόντων θερ-
μότητος, ὥστε καίειν ἡμᾶς. οὔκουν ἔτι θαυμαστὸν οὐδὲν εἰ

[11.443]

ληροῦσί τε πολλὰ καὶ παραλογίζονται σφᾶς αὐτοὺς οἱ ἄνθρω-
ποι, μηδὲ περὶ τῶν ἐναργῶς φαινομένων ὁμολογῆσαι τἀληθὲς
τολμῶντες.

01.36 Εἶτά τινες ἐξ αὐτῶν, ὥσπερ ῾Ηρόδοτος
καὶ Διοσκουρίδης, ἐκ τοῦ φάρμακα ἄττα διαῤῥοίας τε καὶ
δυσεντερίας ὠφελεῖν συλλογίζονται στύφειν αὐτὰ, καίτοι μηδ᾿
ἐλαχίστης μετέχοντα στύψεως, ἀλλ᾿ αὐτὸ τοὐναντίον ἀραιό-
τερα τε καὶ χαλαστικὰ ταῖς δυνάμεσιν ὑπάρχοντα τῶν στυ-
φόντων, συναγαγόντων τε καὶ πιλούντων καὶ πυκνούντων
καὶ σφιγγόντων τὰ σώματα. καταφρονήσαντες γὰρ ἅπαξ τῆς
αἰσθήσεως ἀνέτρεψαν ἅπαντα καὶ συνέχεαν ἃ σαφῶς ἐστιν
αἰσθήσει διαγνῶναι, ταῦτα μοχθηρῷ λόγῳ πιστούμενοι. τὸ
γοῦν αἴγειον στέαρ ἐναντιώτατόν ἐστιν τοῖς στύφουσιν
ἅπασι καὶ γεύσει καὶ δυνάμει, καθάπερ καὶ τὸ τῶν πυρῶν
ἄλευρον, ἄμυλόν τε καὶ ἄλλα μυρία τῶν ἐμπλασάντων τε καὶ
παρηγορούντων καὶ δριμύτητας ἀμβλυνόντων καὶ ταύτῃ τοῖς
δακνώδη τε καὶ δριμέα διαχωροῦσιν ἀρηγόντων. καὶ εἰ διὰ
ταῦτα στύφει, ἔστω δὴ καὶ τὸ ἔλαιον ἡμῖν τῶν στυφόντων,

[11.444]

ὅτι δὴ καὶ πολλάκις ὠφέλησεν τοὺς σφοδρῶς δακνομένους
ἐνεθέν. ἔσται δὲ καὶ κηρὸς καὶ στέαρ χοίρειον, ὀρνίθειόν
τε καὶ χήνειον καὶ χόνδρου καὶ τράγου χυλός. ἐνίεμεν γὰρ
καὶ ταῦτα καὶ κηρωτὴν ἐνίοτε τοῖς δακνομένοις ἰσχυρῶς,
ὥσπερ καὶ τὸ αἴγειον στέαρ. ἐναργεστέραν δὲ τὴν ὠφέ-
λειαν τὸ αἴγειον ἐπιδείκνυται τῷ ῥᾳδίως πήγνυσθαι ἐπα-
λείφεσθαί τε τοῖς ἐντέροις καὶ περιμένειν ἐπὶ πλεῖστον. εἴ-
τε δὲ διὰ πάχος, εἴτε δι᾿ ἄλλην τινὰ αἰτίαν πήγνυται
ταχέως, οὐδὲν δέομαι τάδε νῦν ζητεῖν ἐναργῶς φαινομένου
τοῦ πράγματος. ἀλλ᾿ ὥσπερ ὅτι καὶ πήγνυται τάχιστα
καὶ τὰς δήξεις τῶν ἐντέρων ἀμβλύνει, τῷ φαίνεσθαι πι-
στότερόν ἐστιν, οὕτω δὴ καὶ ὅτι μηδεμιᾶς αὐτῷ μέτεστι
ψύξεως ἢ στύψεως. οὗτοι μὲν οὖν ἐξ ἀδήλων ὑπὲρ τῶν
φαινομένων συλλογίζονται. μᾶλλον δ᾿, εἰ χρὴ τἀληθὲς
εἰπεῖν, παραλογίζονται σφᾶς αὐτοὺς, ἡμᾶς δὲ τοσῷδε μᾶλ-
λον ἐπὶ τὴν αἴσθησιν ἀνέρχεσθαι προσῆκεν, ἐπιμελῶς τε
προσέχειν αὐτῇ διὰ παντὸς, ὅσῳ καὶ μᾶλλον οὐκ ὀλίγα
καταψεύδονται πάντες αὐτῆς οἱ σοφισταί. πάλιν οὖν ἀνα-

[11.445]

μνήσαντες αὐτοὺς, ὅτι ἃ τοῖς μὲν ἰδιώταις ἐστὶ δῆλα καὶ
τούτοις ἦν, ὅτ᾿ οὔπω διὰ φιλονεικίαν ὑπερεφρόνουν τῶν
αἰσθήσεων, ὕστερον δ᾿ ἀπώλετο διὰ περιττὴν σοφίαν, ἐπὶ τὸ
συνεχὲς τοῦ λόγου μεταβήσομαι.

01.37 ῾Εκάστη τις φύσις τῶν αἰσθητῶν ἰδίᾳ
ὑποβέβληται· θερμότης μὲν καὶ ψυχρότης καὶ σκληρότης καὶ
μαλακότης ἁφῇ, λευκότης δὲ καὶ μελανότης καὶ ξανθότης,
ἐρυθρότης τε καὶ συλλήβδην εἰπεῖν ἅπαν τὸ τῶν χρωμάτων
γένος ὄψει, πικρότης τε καὶ γλυκύτης, αὐστηρότης τε καὶ
στρυφνότης, ὀξύτης τε καὶ ἁλυκότης καὶ δριμύτης, γεύσει καὶ
μαίνεσθαι δόξει σαφῶς, εἴ τις ἢ τὰς χροιὰς τῇ γεύσει κρίνειν
ἐπιχειρήσειεν, ἢ τοὺς χυμοὺς τῇ ὄψει. κατὰ ταὐτὰ δὲ καὶ
περὶ τῆς ἁφῆς χρὴ γινώσκειν καὶ περὶ τῶν ἄλλων αἰσθήσεων,
ὡς τὰς μὲν ἁπτὰς διαφορὰς ἁφῇ κριτέον ἐστὶ, τὰς δ᾿ ἀκου-
στὰς ἀκοῇ, τὰς δ᾿ ἐν ἀτμοῖς ὀσφρήσει. τούτων οὖν οὕτως
ἐχόντων ἀκούσωμεν εἰ βούλεσθε καὶ Πλάτωνος ὑπὲρ τῶν
γευστῶν διαφορῶν ἐξηγουμένου. χρὴ δὲ οὐ τῇ φυσιολογίᾳ
προσέχειν αὐτοῦ τὸν νοῦν. οὐ γὰρ ἂν ἐν καιρῷ μοι νῦν εἴη

[11.446]

μνημονεύειν αὐτῆς, οὐδ᾿ εἰς τοῦτο καλῶ μάρτυρα τὸν
ἄνδρα, μόνον δ᾿ ὑπὲρ τοῦ δεῖξαι κατὰ τίνος πράγματος ἕκα-
στον τῶν ὀνομάτων ἔθος ἐστὶν ἐπιφέρειν τοῖς ῞Ελλησιν. ἄκουε
τοίνυν τοῦ Πλάτωνος λέγοντος· ὅσα μὲν γὰρ εἰσιόντα περὶ
τὰ φλέβια, οἷόν περ δοκίμια τῆς γλώττης, τεταμένα δ᾿ ἐπὶ
τὴν καρδίαν εἰς τὰ νοτερὰ τῆς σαρκὸς καὶ ἁπαλὰ ἐμπίπτοντα
γήϊνά τινα μέρη κατατηκόμενα ξυνάγει τὰ φλεβία καὶ ἀπο-
ξηραίνει, τραχύτερα μὲν ὄντα στρυφνὰ, ἧττον δὲ τραχύ-
νοντα αὐστηρὰ λέγεται. τὰ δὲ τούτων ῥυπτικὰ καὶ πᾶν τὸ
περὶ τὴν γλῶτταν ἀποπλύνοντα πέραν μὲν τοῦ μετρίου
τοῦτο δρῶντα καὶ προσεπιλαμβανόμενα, ὥστε ἀποτήκειν
αὐτῆς τι τῆς φύσεως, οἷον ἡ τῶν νίτρων δύναμις, πικρὰ πάνθ᾿
οὕτως ὠνόμασται. τὰ δὲ ὑποδεέστερα τῆς νιτρώδους ἕξεως,
ἐπὶ τὸ μέτριόν τε τῇ ῥύψει χρώμενα, ἁλυκὰ ἄνευ πικρότητος
τραχείας καὶ φίλα μᾶλλον ἡμῖν φαντάζεται. τὰ δὲ τῇ τοῦ
στόματος θερμότητι κοινωνήσαντα καὶ λεαινόμενα ὑπ᾿ αὐτοῦ
συνεκπυρούμενα καὶ πάλιν αὐτὰ ἀντικάοντα τὸ διαθερμῆναν,
φερόμενά τε καὶ ὑπὸ κουφότητος ἄνω πρὸς τὰς τῆς κεφαλῆς

[11.447]

αἰσθήσεις, τέμνοντά τε πάνθ᾿ ὁπόσα ἂν προσπίπτῃ διὰ ταύ-
τας τὰς δυνάμεις, δριμέα πάντα τὰ τοιαῦτα ἐλέχθη. τῶν δὲ
αὐτῶν προλελεπτυσμένων μὲν ὑπὸ σηπεδόνος, εἰς δὲ τὰς
στενὰς φλέβας ἐνδυομένων καὶ ἐνοῦσιν αὐτόθι μέρεσι γεώδε-
σιν καὶ ὅσα ἀέρος συμμετρίαν ἔχοντα, ὥστε κινήσαντα περὶ
ἄλληλα ποιεῖν κυκᾶσθαι, κυκώμενα δὲ περιπίπτειν τε καὶ εἰς
ἕτερα ἐνδυόμενα ἕτερα κοῖλα ἀπεργάζεσθαι περιτεινόμενα
τοῖς εἰσιοῦσιν, ἃ δὴ νοτίδος περὶ ἀέρα κοίλης περιταθείσης
ποτὲ μὲν γεώδους, ποτὲ δὲ καὶ καθαρᾶς, νοτερὰ ἀγγεῖα ἀέρος
ὕδατα κοῖλα περιφερῆ τε γενέσθαι καὶ τὰ μὲν τῆς καθαρᾶς
εἰς διαφανεῖς περιστῆναι, κληθείσας ὄνομα πομφόλυγας, τὰ
δὲ τῆς γεώδους, ὁμοῦ κινουμένης τε καὶ αἰρομένης, ζέσιν τε
καὶ ζύμωσιν ἐπίκλην λεχθῆναι. τὸ τούτων αἴτιον τῶν παθη-
μάτων ὀξὺ προσρηθῆναι. ξύμπασι δὲ τοῖς περὶ ταῦτα εἰρη-
μένοις πάθος ἐναντίον ἀπ᾿ ἐναντίας ἐστὶ προφάσεως, ὁπό-
ταν ἡ τῶν εἰσιόντων ξύστασις ἐν ὑγροῖς, οἰκεία τῇ τῆς
γλώττης ἕξει πεφυκυῖα, λεαίνῃ μὲν ἐπαλείφουσα τὰ τραχυν-
θέντα, τὰ δὲ παρὰ φύσιν συνεστῶτα ἢ κεχυμένα, τὰ μὲν

[11.448]

συνάγῃ, τὰ δὲ χαλῇ καὶ πάνθ᾿ ὅτι μάλιστα ἱδρύῃ κατὰ φύ-
σιν, ἡδὺ καὶ προσφιλὲς παντὶ πᾶν τὸ τοιοῦτον ἴαμα τῶν
βιαίων παθημάτων γιγνόμενον, κέκληται γλυκύ. διὰ ταύτης
ἁπάσης τῆς ῥήσεως ὁ Πλάτων ἐξηγήσατο τίνα μὲν ἔθος
ἐστὶν ὀνομάζειν αὐστηρὰ, τίνα δὲ στρυφνὰ, καὶ τίνα μὲν
ἁλυκὰ καὶ νιτρώδη, τίνα δὲ πικρὰ, καὶ τίνα μὲν δριμέα, τίνα
δὲ ὀξέα, τίνα δὲ γλυκέα. τὸ δὲ πρὸς ἡμῶν στῦφον αὐστηρὸν
δηλονότι προσαγορεύων, οὕτω γὰρ ὠνομάζετο παρὰ τοῖς
παλαιοῖς ῞Ελλησιν. οὐ μὴν εἰς ταὐτόν γε συγχεῖ πάντα, καθά-
περ οὗτοι, καὶ τὸ πέπερι στύφειν φάσκοντες ἐκ τῆς τῶν δρι-
μέων φύσεως ὑπάρχον καὶ τὸ ὄξος ἐκ τῆς τῶν ὀξέων, οὐκ
αἰδούμενοι δὲ καὶ τῶν γλυκυτάτων ἔνια τοῖς στύφουσι προσ-
νέμειν. ἅτ᾿ οὖν ἁπάντων αὐτοῖς συγκεχυμένων, εὐθὺς κατ᾿
ἀρχὰς οὐδὲ δυνάμεις εὑρεθῆναι δύνανται. πάσης γὰρ εὑρέ-
σεώς τε καὶ ἀποδείξεως ἀρχαὶ τὰ πρὸς αἴσθησίν τε καὶ
νόησίν ἐστιν ἐναργῆ. ταράττουσι δὲ οὗτοι ταῦτα ἀμφότερα
καὶ συγχέουσιν εἰς ταὐτὸν ἅπαντα, τά τε τῶν αἰσθήσεων
ἔργα τε καὶ πάθη καὶ πολὺ δὴ μᾶλλον ἔτι τὰ τῆς νοήσεως,

[11.449]

ἅτε μὴ γεγυμνασμένα κατὰ λογικὴν θεωρίαν, ὥστ᾿ ἔργον εἶναι
φυλάξασθαι τὴν ἀδολεσχίαν αὐτῶν καὶ μὴ συναπολαῦσαί τι
τῆς αὐτῶν οὕτω πολλῆς καὶ ματαίας φλυαρίας ἔργον δ᾿ οὐ
σμικρὸν καὶ τὸ μεταδιδάξαι καὶ μεταλλάξαι τοὺς διεστραμμέ-
νους ὑπ᾿ αὐτῶν εἰς τοσοῦτον, ὡς καταφρονεῖν τε τῶν αἰσθή-
σεων, ἀγυμνάστους τε κατὰ λογικὴν εἶναι θεωρίαν, ἀνηκόους
δὲ καὶ τῶν περὶ φύσεως λογισμῶν, οὓς οἱ φιλόσοφοι διασκέ-
πτονται. πάντως γὰρ ἄν που τό γε τοσοῦτον ἐπεγίνω-
σκον, ὡς δεδιέναι χρὴ καὶ φυλάττεσθαι τὰς ἐν αὐτοῖς ἀπορίας
καὶ ταῖς αἰσθήσεσιν ἐπιτρέπειν μᾶλλον ἢ λόγοις κιβδήλοις
ὑπὲρ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως.

01.38 ᾿Αλλὰ τοὺς μὲν τοιούτους οὐκ ἐγχωρεῖ
μεταδιδάξαι· τῶν δ᾿ ἄλλων ἕνεκα τῶν ὠφεληθῆναι δυναμέ-
νων ἀναληπτέον ἐστὶν καὶ διοριστέον ἀκριβῶς τὸν περὶ τῶν
ἰδίων τῆς γλώττης αἰσθητῶν λόγον. ὀνομάζεται μὲν οὖν ὑπὸ
τῶν περὶ Θεόφραστόν τε καὶ ᾿Αριστοτέλην καὶ Μνησίθεον
τὸν ἰατρὸν ἡ γευστὴ δύναμις χυμὸς, ἀπὸ τοῦ μ στοιχείου τῆς

[11.450]

δευτέρας συλλαβῆς ἀρχομένης. ἡ δ᾿ ἐξ ὑγροῦ καὶ ξηροῦ
σύστασις ὑπὸ θερμότητος πεφθέντων χυλὸς, ἀπὸ τοῦ λ
τῆς δευτέρας ἀρχομένης συλλαβῆς. παρὰ μέντοι τοῖς παλαιο-
τέροις αὐτῶν οὐκ ᾿Αττικοῖς μόνον, ἀλλὰ καὶ ῎Ιωσιν ἑκάτερα
διὰ τοῦ μ γέγραπται. καὶ γὰρ καὶ παρὰ Πλάτωνι τῷ φιλο-
σόφῳ καὶ παρ᾿ ῾Ιπποκράτει καὶ παρὰ τοῖς παλαιοῖς κωμικοῖς
οὕτως εὑρίσκεται. λελέχθω δ᾿ ἔν γε τῷ παρόντι λόγῳ πρὸς
ἡμῶν ἕνεκα σαφοῦς διδασκαλίας ἡ μὲν γευστὴ δύναμις, ἢ
ποιότης, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ, διὰ τοῦ μ στοιχείου
χυμὸς, ἡ δ᾿ ἔν τε τοῖς ζώοις καὶ φυτοῖς ὑγρότης πεπαχυσ-
μένη χυλὸς, ἀπὸ τοῦ λ τῆς δευτέρας ἀρχομένης συλλαβῆς.
ἰστέον οὖν ὡς οἱ μὲν καθ᾿ ἕκαστον φυτόν τε καὶ ζῶον, ἤδη
δὲ καὶ οἱ κατὰ τὴν γῆν εὑρισκόμενοι χυμοὶ πάμπολλοί τινές
εἰσι καὶ οὐκ εὐαρίθμητοι ταῖς ἰδέαις. αἱ δ᾿ ἐν αὐτοῖς γευσταὶ
διαφοραὶ τοῖς μὲν ὀκτὼ τὸν ἀριθμὸν ἔδοξαν εἶναι, τοῖς δὲ
ἑπτὰ, τοῖς δὲ καὶ τούτων ἐλάττους. ὁ μὲν οὖν Πλάτων ἐν
Τιμαίῳ διὰ τῆς προγεγραμμένης ῥήσεως πρῶτον μὲν δυοῖν
μέμνηται χυμῶν ὁμοειδῶν μὲν, ἀλλὰ τῷ μᾶλλόν τε καὶ ἧττον

[11.451]

διαφερόντων. ὀνομάζει δ᾿ αὐτῶν τὸν μὲν αὐστηρὸν, τὸν δὲ
στρυφνόν. εἴη δ᾿ ἂν ὁ μὲν αὐστηρὸς κατὰ τὸν ὑφ᾿ ἡμῶν
στύφοντα προσαγορευόμενος, ὁ δὲ στρυφνὸς ἐπιτάσει τούτου
γιγνόμενος, ὥσπερ οὖν καὶ αὐτὸς ὁ Πλάτων ἐδήλωσεν. τού-
τους μὲν οὖν ὡς ἓν εἶδος ἀριθμητέον· ἕτερον δὲ τὸ τῶν
ἀντικειμένων αὐτοῖς τῶν νιτρωδῶν τε καὶ ἁλυκῶν καὶ πικρῶν.
ἔστι δὲ κᾀν τούτοις ὁ μὲν πικρὸς ἐξ ἐπιτάσεως τοῦ νιτρώ-
δους γενόμενος, ὁ δὲ ἁλυκὸς ἤτοι τοῦ νιτρώδους ἀσθενέστερος,
ἢ καὶ στύψεώς τι προσλαμβάνων. ἑξῆς δὲ ὑπὸ Πλάτωνος
μὲν ὁ δριμὺς εἴρηται καὶ μετ᾿ αὐτὸν ὁ ὀξὺς καὶ τελευταῖος ὁ
γλυκύς. ὑπὸ Θεοφράστου δὲ καὶ ὁ λιπαρὸς πρόσκειται, πα-
ραλελειμμένος μὲν ὑπὸ τοῦ Πλάτωνος ἐν τῷ περὶ τῶν τῆς
γλώττης ἰδίων αἰσθητῶν λόγῳ, γεγραμμένος δ᾿ ἐν τοῖς τῶν
φυτῶν χυλοῖς ἔμπροσθεν εὐθὺς, ἐν οἷς διῃρεῖτο τὸν οἰνώδη
τοῦ ἐλαιώδους τε καὶ μελιτώδους. ἀλλ᾿ ἐν ἐκείνῳ μὲν τῷ λόγῳ
πρὸς τοῖς τρισὶν οἷς εἴρηκα νῦν τέταρτον ἐτίθει γένος χυμοῦ
περιλαμβάνων ἑνὶ προσρήματι καὶ καλῶν ὀπόν. ἐν οἷς δὲ
ἐπὶ τὰ τῇ γεύσει αἰσθητὰ μετέβη, τοῦ μὲν γλυκέος εὐθὺς ἐν
αὐτοῖς ἐμνημόνευσεν. οὐδὲν γὰρ διαφέρει δήπου γλυκὺ ἢ

[11.452]

μελιτῶδες φάναι, καθάπερ οὐδὲ λιπαρὸν ἢ ἐλαιῶδες. παρα-
λέλοιπε δὲ τὸν λιπαρὸν ὡς οὐδὲν προσήκοντα τῇ γεύσει.

01.39 ῾Ερμηνεῦσαι μὲν ἀκριβῶς οὐχ οἷόν τε, διότι
μηδ᾿ ἄλλο τι τῶν αἰσθητῶν παθῶν, ἀναμνῆσαι μέντοι τὸν
τῆς αὐτῆς αἰσθήσεως κεκοινωνηκότα δυνατόν. εἰ δέ τις
ἐγεύσατό ποτε κυδωνίων, ἢ μήλων, ἢ μύρτων, ἢ μεσπίλων,
οἶδε μὲν σαφῶς ἑτέραν μὲν τὴν ἀπὸ τούτων αἴσθησιν ἡμῖν ἐν
τῇ γλώττῃ γιγνομένην, ἑτέραν δὲ τὴν ἀπὸ τῶν στυφόντων
σωμάτων. τὰ μὲν γὰρ στύφοντα ἢ ψύχοντα συνωθεῖν ἔσω
φαίνεται τὸ ψαῦον ἡμῶν μόριον ἐκ παντὸς μέρους ὁμαλῶς,
οἷον ὠθοῦντά τε καὶ πιλοῦντα καὶ συνάγοντα· τὰ δ᾿ αὐστηρὰ
κατὰ βάθους τε διαδύεσθαι δοκεῖ καί τινα τραχεῖάν τε καὶ
ἀνώμαλον αἴσθησιν ἐπάγειν, ὡς ἀναξηραίνοντα καὶ πᾶσαν
ἐκβοσκόμενα τὴν ἰκμάδα τῶν αἰσθητικῶν σωμάτων, ὥσθ᾿
ἑτέραν εἶναι τὴν τῶν παθῶν ἰδιότητα, μηδὲ ῥηθῆναι σαφῶς
δυναμένην, ἀπό τε τῶν στυφόντων ἡμᾶς σωμάτων καὶ τῶν
αὐστηρῶν χυμῶν. ἀλλ᾿ ὅστις γε ἄνθρωπος νοῦν ἔχει οἶδεν

[11.453]

ὃ λέγω. ὅταν δὲ τὸ πλησιάζον τῇ γλώττῃ σῶμα σφοδρῶς
ξηραίνῃ καὶ ξυνάγῃ καὶ τραχύνῃ μέχρι βάθους πλέονος αὐτὴν,
ὥσπερ ἀχράδες ἄωροι καὶ κράνες στυφνὸν ἅπαν τὸ τοιοῦ-
τον ὀνομάζεται, τῶν αὐστηρῶν ἐπιτάσει διαφέρον. ὃ δὲ
καλοῦμεν ἡμεῖς στῦφον, οὐ πάνυ μέντοι πρὸς τῶν περὶ
τὸν Θεόφραστον εὑρεῖν ἔστιν εἰρημένον. ἔοικε δή τι ταὐ-
τὸν δηλοῦν τῷ αὐστηρῷ, ἢ κοινὸν εἶναί τι γένος τούτου
τε καὶ στρυφνοῦ. ὅσα δ᾿ ἐν τῷ ψαύειν τῆς γλώττης οὐ
συνάγει μὲν αὐτὴν, οὐδὲ σφίγγει καθάπερ τὰ στύφοντα,
τὸ δ᾿ ἐναντίον ἅπαν φαίνεται ποιοῦντα, ῥύπτοντα καὶ
ἀποπλύνοντα, κᾂν εἴ τι τῶν στυφόντων παρακέοιτο, ταῦτα
σύμπαντα προσαγορεύομεν ἁλυκά. τὰ δ᾿ ἔτι μᾶλλον τού-
των ῥύπτοντα, μέχρι τοῦ καὶ τραχύνειν ἀνιαρῶς, πικρὰ
προσαγορεύεται. τὰ δέ γε δάκνοντά τε καὶ διαβιβρώσκοντα
μετὰ θερμότητος ἰσχυρᾶς δριμέα. τὰ δ᾿ ἄνευ αὐτῆς δά-
κνοντα καλεῖται μὲν ὀξέα, προσέστι δὲ αὐτοῖς καὶ τὸ
ζυμοῦν. ὅσα δ᾿ οἷον ἐπαλείφει τε καὶ ἀναπληροῖ καὶ κα-
θίστησι τὰ τετραχυμένα τε καὶ οἷον διαβεβρωμένα τῆς

[11.454]

γλώττης μόρια, ταῦτα μετὰ μὲν ἡδονῆς ἐναργοῦς ψαύοντα
γλυκέα, χωρὶς δὲ ταύτης λιπαρὰ προσαγορεύεται. ἐγὼ μὲν
οὖν, ὡς οἷόν τέ μοι μάλιστα λόγῳ διελθεῖν ἐπεχείρησα
δυσερμήνευτα πράγματα. θαυμάζω δὲ τῶν ἑτοίμως ἅπαντα
στύφοντα προσαγορευόντων, καὶ τὰ δριμέα καὶ τὰ πικρὰ
καὶ τὰ γλυκέα καὶ τὰ λιπαρὰ καὶ τὰ ὀξέα. καὶ γὰρ ὀνό-
ματα διαφέροντα κεῖται τοῖς πράγμασιν εὐθὺς ἐκ παλαιοῦ
καὶ τῶν αἰσθητῶν παθῶν. οὐ σμικρά τις ἡμῖν ἐστιν ἡ
διαφορά. βέλτιον δ᾿ ἦν ἴσως, εἶπερ ἐβούλοντο φυσιολο-
γεῖν, οὐκ ἀνατρέπειν τὰ φαινόμενα καὶ συγχεῖν τὰς προση-
γορίας, ἀλλὰ ζητῆσαι τίνος μὲν κράσεως ἢ διαθέσεως, ἢ
κατασκευῆς σώματος, ἢ ὅπως ὀνομάζειν ἐθέλωσιν, ἔγγονος
γίνεται στύψις, τίνος δ᾿ ἁλυκότης καὶ πικρότης ὀξύτης
τε καὶ δριμύτης καὶ γλυκύτης καὶ λιπαρότης, ἅπερ οἱ περὶ
Πλάτωνά τε καὶ ᾿Αριστοτέλην καὶ Θεόφραστον ἐπειρά-
θησαν διορίσασθαι. δῆλον γὰρ ὡς εἴπερ ἐκ θερμοῦ καὶ
ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ συνιόντων κέκραται πάντα,
καὶ τῶν εἰρημένων ἑκάστη ποιότης ἐκ τῆς τούτων κράσεώς

[11.455]

ἐστιν. εἰ μὲν οὖν ὅπως τῶν εἰρημένων ἕκαστος γίνηται
χυμῶν ἐπιχειροῖεν ἐξηγεῖσθαι, κᾂν ἡδέως ἐπακούσαιμι καὶ
χάριν γνοίην αὐτοῖς οὐ μικράν. εἰ δὲ οὐδὲ τοῦτο ποιοῦσιν, ἔτι
τε συγχέουσιν εἰς ταὐτὸν ἁπάσας τὰς αἰσθητὰς διαφορὰς, ὡς
κινδυνεύειν ἅπαντα τὰ σώματα στύφοντα προσαγορεύειν,
οὔτ᾿ ἂν αὐτοὺς ἐπακούειν ἐθέλοιμι, κᾀκείνους ἂν εὐξαίμην
παύσασθαι ματαίου φιλονεικίας.

01.40 ᾿Αλλ᾿ ἡμεῖς μὲν ἐν τοῖς μετὰ ταῦτα πει-
ρασόμεθα δεῖξαι τίνος ἕκαστος τῶν χυμῶν ἐστι κράσεως ἔγγο-
νος. ἐν δὲ τῷ παρόντι τὸ χρήσιμον εἰς τὴν τέχνην αὐτὸ
μόνον ἐθίσαι βούλομαι, πρότερον ἐκλέγειν τοὺς μανθάνοντας
ἐπὶ τὴν πεῖραν ἐρχομένους, ἐπειδὰν κρῖναι βουληθῶσιν ὅπως
ἡμᾶς ἕκαστον τῶν φαρμάκων διατίθησιν. οὐ γὰρ δὴ καθ᾿
αὑτό γε καὶ πρὸς τὴν ὅλην φύσιν ὁποῖόν ἐστιν ἐπισκεπτό-
μεθα. δῆλον γὰρ ὡς οὕτω μὲν οὔτ᾿ ἂν ὄξος οὔτε θάλαττα
λέγοιτο ξηραῖνον ἡμᾶς, ἢ ξηρὸν εἶναι τὴν δύναμιν. ἐνεργείᾳ
γάρ ἐστιν ἑκάτερον αὐτῶν ὑγρὸν, ἀλλ᾿ ἐὰν ξηραίνειν ἡμᾶς

[11.456]

φαίνηται, ξηρὰ λεχθήσεται πρὸς ἡμᾶς δηλονότι καὶ τὴν ἡμε-
τέραν φύσιν, ἐν ἴσῳ τῷ ξηραντικά. καὶ δὴ καὶ θερμὰ καὶ
ψυχρὰ καὶ ὑγρὰ κατὰ τὸν αὐτὸν τρόπον, ὅταν ἡμᾶς θερ-
μαίνῃ καὶ ψύχῃ καὶ ὑγραίνῃ, λεχθήσεται πρὸς ἡμᾶς, οὐ πρὸς
τὴν ὅλην οὐσίαν, οὐδὲ καθ᾿ ἑαυτά. καὶ μὴν εἴπερ τούτου
μόνου μνημονεύοιμεν, ἡ πεῖρα μόνη κριτήριον ἁπάντων
ἔσται βεβαιότατον, ὥσθ᾿ ὅσαι ταύτην καταλιπόντες ἑτέρωθεν
ἐπιχειροῦσιν οὐ ψεύδονται μόνον, ἀλλὰ καὶ τὸ χρήσιμον
ἀνατρέπουσι τῆς πραγματείας. ἡμῖν γὰρ οὐχ οἷόν τι κατὰ
τὴν ἑαυτοῦ φύσιν ἕκαστον τῶν φαρμάκων ἐστὶ πρόκειται
ζητεῖν, ἀλλ᾿ οἷόν τι δρᾷν πέφυκεν εἰς ἡμᾶς. ὁ μὲν δὴ πρῶ-
τός μοι λόγος ἐνταυθοῖ τελευτάτω. κατὰ δὲ τὸν ἐφεξῆς ἔτι
τὸν δεύτερον, ἔλαιόν τε καὶ ῥόδινον ἐν παραδείγματι τῷ
λόγῳ προχειρισάμενος ἐπιδείξω κᾀνταῦθα τὰς μοχθηρὰς
ὁδοὺς τῶν ἐπιχειρημάτων, αἷς οἱ πολλοὶ τῶν ἰατρῶν χρώ-
μενοι παραλογίζονται σφᾶς μὲν αὑτοὺς πρῶτον, σὺν ἑαυ-
τοῖς δ᾿ ἤδη καὶ ἄλλους πολλούς. ἐπειδὰν δὲ τοῦτο περανθῇ,
μεταβὰς ἐπὶ τὸ τρίτον τῶνδε τῶν ὑπομνημάτων, ὅσα λο-

[11.457]

γικὰ ζητήματα προηγεῖται τῆς περὶ τῶν ἁπλῶν φαρμάκων
ἁπάσης διεξόδου, ταῦτα πειράσομαι διελθεῖν, ὥστε κατὰ τὸ
τέταρτον αὐτὰς ἤδη τὰς δυνάμεις ἁπάντων διορίζειν, ὧν
εὐθὺς ἂν ἀπ᾿ ἀρχῆς ἡψάμην, εἰ μὴ μεστὰ παραλογισμῶν ἦν
σχεδὸν ἅπαντα τὰ τῶν νεωτέρων ἰατρῶν βιβλία. τούτους
οὖν ἐκκαθᾶραί τε καὶ ἀποσκευάσασθαι χρὴ πρῶτον ἐκ τῆς
τοῦ μανθάνοντος ψυχῆς, ὅπως μηδὲν ἐμποδίζοιεν τοῖς ἀλη-
θέσιν. ὡς γὰρ ῾Ιπποκράτης φησὶν, οὕτω καὶ Πλάτων ἔλεγεν·
οὐ μόνον τὰ μὴ καθαρὰ σώματα, ὁπόσῳ ἂν θρέψῃς μᾶλλον
βλάψεις, ἀλλὰ καὶ ταῖς ἀκαθάρτοις ψυχαῖς, εἰ τροφίμους
προσφέρεις λόγους, οὐ μόνον οὐδὲν ὠφελήσῃς ἂν, ἀλλὰ καὶ
βλάψεις οὐ σμικρά. διὰ ταῦτα μὲν οὖν αὐτὰ καὶ ὅτι πολλοὶ
τῶν ἑταίρων ἐξελεγχθῆναι τοὺς παραλογισμοὺς τῶν νεωτέρων
ἰατρῶν ἠβουλήθησαν, οὐκ ἐν ταῖς συνουσίαις μόνον ἃς ἑκά-
στοτε ποιούμεθα συνδιατρίβοντες αὐτοῖς, ἀλλὰ καὶ διὰ τῶνδε
τῶν ὑπομνημάτων, ἀνάγκην ἔσχον ἐπιπλέον ἐγχρονίσαι τοῖς
πρώτοις δύο βιβλίοις, ἵνα ἐν τῷ τρίτῳ καθαρὸν ἤδη τῇ
ψυχῇ τὸν ἀκροατὴν ἔχων καὶ δυνάμενον ἕπεσθαι τοῖς ἀληθέσι
λόγοις, ὅσα τε χρὴ περὶ τῶν ἀρχῶν τῆς προκειμένης ἡμῖν

[11.458]

θεωρίας ἐγνωκέναι διέλθω, μετὰ ταῦτά τε τῶν φαρμάκων
ἑκάστου πάσας ἐπέλθω τὰς δυνάμεις. ἔσται δὲ τοῦτο διὰ βι-
βλίων, ὡς οἶμαι, τῶν πάντων ἕνδεκα τηλικούτων μάλιστα τὸ
μέγεθος ἡλίκον καὶ τοῦτό ἐστι τὸ πάντων πρῶτον. ᾧ μέ-
τρον ἤδη τὸ δέον ἔχοντι τελευτὴν ἐπιτίθημι ταύτην αὐτῷ
τὴν ῥῆσιν.