[11.459]
γαληνοῦ περὶ κράσεως καὶ δυνάμεως
τῶν ἁπλῶν φαρμάκων
βιβλίον β’
02.01 Οἱ τοὺς οἰκείους ὅρους ὑπερβαίνοντες σο-
φισταὶ μακρὸν ἡμῖν ποιοῦσιν τὸν περὶ τῆς τῶν ἁπλῶν φαρ-
μάκων δυνάμεως λόγον. πόῤῥωθεν γὰρ ἀρχόμενοι καὶ τὴν
αἴσθησιν ἀτιμάζοντες, ἐμβάλλοντές τε σφᾶς αὑτοὺς εἰς τὰ
καὶ ἐν τοῖς φιλοσόφοις ἠπορημένα, προσαπολλύουσιν οἷς
ἀγνοοῦσιν καὶ τὰ σαφῶς γινωσκόμενα. καὶ ταῦτα ποιοῦσιν
οἱ πλείους αὐτῶν ἀμαθεῖς ὑπάρχοντες οὐ τῆς φυσικῆς θεω-
[11.460]
ρίας μόνον, ἀλλὰ καὶ τῶν λογικῶν μεθόδων, αἷς ἀναγκαῖόν
ἐστιν χρῆσθαι τὸν ὁτιοῦν ἀποδείξαντα, ὥστε μήθ᾿ ὅσα καλῶς
εὕρηται τοῖς φυσικοῖς ἀνδράσιν μήθ᾿ ὑπὲρ ὧν αὐτῶν εὐλό-
γως ἠπόρηται γινώσκοντες, ἑκατέροις πολλάκις ἀποφαίνεσθαι
τολμῶσι τἀναντία. φέρε δὲ ὦ πρὸς θεῶν, εἴπερ ἐγὼ νῦν
ἀρξάμενος ὧδέ πως λέγειν, ὡς τεττάρων ὄντων στοιχείων
ἀέρος καὶ γῆς ὕδατός τε καὶ πυρὸς, ὡς οὐδενὸς ἄλλου ξύμ-
φυτόν ἐστι τὸ λευκὸν καὶ λαμπρὸν χρῶμα, πλὴν αὐγῆς καὶ
πυρὸς, εἶτα καὶ τὸν ᾿Εμπεδοκλέα καὶ τοὺς ἄλλους τινας τῶν
φυσικῶν ἐπὶ τῷ λόγῳ καλέσας μάρτυρας, ἅπαντα τὰ λαμπρὰ
σώματα πυρὸς πλείστου μετέχειν ἀποφηναίην ἀμελήσας
ἐμβλέψαι χιόνι καὶ ψιμυθίω καὶ κρυστάλλῳ ἑτέροις τε μυρίοις
τῶν λαμπροτάτων τε ἅμα καὶ ψυχροτάτων, εἶτά τινος αὐτὰ
προχειριζομένου, τὸν ἀπὸ τῆς αἰσθήσεως ἔλεγχον ἀποδιδρά-
σκων ἀξιοίην ἐπὶ τὸν λόγον ἰέναι καὶ τούτῳ σκοπεῖσθαι
περὶ φύσεως πραγμάτων, οὐκ αἰσθήσεσιν ἀλόγοις ἐπιτρέπειν
τὸ πᾶν, ἆρ᾿ οὐκ ἂν τοῖς νοῦν ἔχουσιν μαίνεσθαι δόξαιμι,
μηδ᾿ ἀφ᾿ ὧν ἄρχομαι τοῦ λόγου γινώσκων; ἐξ αἰσθήσεως
[11.461]
γὰρ, οἶμαι, καὶ δι᾿ αἰσθήσεως ἅπαντα τὰ τοιαῦτα τῶν ἀξιω-
μάτων ἐμάθομεν, ὡς ὁ μὲν ἥλιος λαμπρός ἐστιν, αἱ δὲ φλό-
γες ὑπόξανθοι, τῶν δ᾿ ἀνθράκων οἱ πλεῖστοι ξανθοί. εἰ
μὲν οὖν ἀποστητέον ἐστὶ ταῖς αἰσθήσεσιν, οὐδεμίαν ἕξομεν
ἀπόδειξιν οὔθ᾿ ἡμεῖς ὧν νῦν εἰρήκαμεν οὔτε ᾿Εμπεδοκλῆς
ὡδὶ γράφων,
᾿Ηέλιον μὲν θερμὸν ὁρᾷν καὶ λαμπρὸν ἁπάντη.
εἰ δέ ἐστιν ἀληθῆ ταῦτα, δῆλον ὡς πολὺ πρότερον αὐτῶν
τὴν αἴσθησιν εἶναι χρὴ πιστήν. ἀλλ᾿ ἄρχεσθαι μέν φασιν ἀπὸ
τῶν αἰσθήσεων ἀναγκαῖόν ἐστιν ἀνθρώπους γε ὄντας, οὐ
μὴν ἐπ᾿ αὐτήν γε προσήκει καταμένειν διὰ παντὸς, ἀλλ᾿ ἐπὶ
τὸ θειότερον ἰέναι τὸν λόγον. αἰσθήσεως μὲν γὰρ καὶ τοῖς
ἀλόγοις ζώοις μετεῖναι, λόγου δὲ μόνον τοῖς θεοῖς. κᾀντεῦ-
θεν ἀρξάμενοι, δολιχὸν ἀποτείνουσι τὸν λόγον. καί τινες
ἐξ αὐτῶν καὶ τὸν ᾿Αναξαγόραν ἐπικαλοῦνται μάρτυρα, περὶ
τῆς χιόνος ἀποφηνάμενον, ὡς οὐκ εἴη λευκή. οὗτος ἄρα,
φασὶ, φυσικὸς ἀνὴρ ὑπὲρ τὴν αἴσθησίν ἐστιν καὶ καταφρονεῖ
[11.462]
μὲν τῶν ταύτης φαντασμάτων, ἐπὶ δὲ τὸν λόγον ἀνέρχεται,
καὶ τούτῳ τὴν τῶν ὄντων θηρᾶται φύσιν. ἐμὲ δ᾿ εἰ χρὴ τὸ
παριστάμενον εἰπεῖν, ὡς ἐλευθέριόν τε καὶ παρ᾿ ὅλον τὸν
βίον ἀλήθειαν σπουδάσαντα, μελαγχολίας ἐπέκεινα προελη-
λυθέναι νομίζω τοὺς τὰ τοιαῦτα ληροῦντας. εἰ μὲν γὰρ ἀνα-
τρέψουσι τὰ διὰ τῶν αἰσθήσεων ἐναργῶς φαινόμενα, πόθεν
ἄρξονται τῶν ἀποδείξεων οὐχ ἕξουσιν. εἰ δ᾿ ὡς ἀπὸ πιστῶν
ἄρξονται, πῶς ὕστερον εὐλόγως ἀπιστήσουσιν, αἱ γὰρ τῶν
ἀποδείξεων ἀρχαὶ πιστότεραι τῶν ἀποδεικνυμένων, ἃ τῆς
ἐξ ἑτέρων δεῖται πίστεως. αἱ δ᾿ ἀρχαὶ τῶν ἀποδείξεων οὐ
μόνον αὐταὶ καθ᾿ ἑαυτὰς, ἀλλὰ καὶ πρὸς τὴν τῶν ζητουμέ-
νων εὕρεσιν ὑπάρχουσι πισταί.
02.02 Καὶ ἔγωγ᾿ ἂν εὐξαίμην ἅπαντα τὰ πράγ-
ματα ταῖς αἰσθήσεσιν ἡμῶν ἐναργῶς ὑποπίπτειν καὶ μηδὲν
εἶναι τὸ διαφεῦγον αὐτὰς, ὡς οὕτως ἂν οὔτ᾿ ἄπορον οὔτ᾿
ἀμφισβητούμενον ἦν οὐδέν. ἐπεὶ δ᾿ ἐκφεύγει τινὰ, πειρατέον
ἐπάγειν αὐτοῖς τὸν λόγον, ἀλλ᾿ οὔτε πόῤῥωθεν, ὡς ἐκεῖνοι
ποιοῦσιν, οὔτ᾿ ἀπέραντα συλλογιζομένους, ἀλλὰ πρῶτον μὲν
[11.463]
τὰ σημαινόμενα τῶν ὀνομάτων ἀκριβῶς διαιρουμένους, ἵνα
μή τις παρὰ τὴν ὁμωνυμίαν ἐν τοῖς μετὰ ταῦτα ἀπάτη γίγνη-
ται. δεύτερον δὲ τὸ καθ᾿ αὑτό τι δρῶν, τοῦ κατὰ συμβεβη-
κὸς ἀφορίζοντας. εἴρηται δ᾿ ἐν τοῖς ἔμπροσθεν ὑπὲρ ἀμφοῖν
ἀκριβῶς, καὶ τὰ σημαινόμενα τῶν δυνάμει θερμῶν, ἢ ψυ-
χρῶν, ἢ ξηρῶν, ἢ ὑγρῶν, ἢ ὁτιοῦν ἄλλο λεγομένων εἶναι
διῄρηται. καὶ ὅπως ἄν τις εὑρίσκοι τὴν οἰκείαν ἑκάστου φαρ-
μάκου δύναμιν ἀφορίζων τοῖς κατὰ συμβεβηκὸς, ἔν τε τῷ
τρίτῳ περὶ κράσεων βιβλίῳ καθόλου διεληλύθαμεν, ἔν τε τῇ
νῦν ἐνεστώσῃ πραγματείᾳ διὰ τῶν κατὰ μέρος ἐπεξίωμεν,
ὡς ἤδη κᾀν τῷ πρώτῳ βιβλίῳ πεποιήκαμεν ἐφ᾿ ὕδατος καὶ
ὄξους· ἐνταυθοῖ δὲ πάλιν, ἐπ᾿ ἐλαίου τε καὶ ῥοδίνου πρά-
ξομεν, ἐνδειξάμενοι πρότερον ἡλίκον ἁμαρτάνουσιν οἱ πόῤ-
ῥωθεν τῶν ἰατρῶν ἀποδείξεων ἀρχόμενοι. τί γὰρ ἔδει τὴν
χρόαν ἐλαίου σκοπεῖν, ἢ ῥόδων, ἔχοντάς γε αὐτοῖς χρῆσθαι
τοῖς πράγμασιν πολυειδῶς, οὐκ ἐπὶ τῶν ὑγιαινόντων μόνον,
ἀλλὰ καὶ ἐπὶ τῶν νοσούντων σωμάτων; καὶ γὰρ αὐτὰ καθ᾿
ἑαυτὰ ῥόδα καὶ τὸν χυλὸν αὐτῶν ἔνεστι λαμβάνοντας ἐπιτι-
[11.464]
θέναι τῷ σώματι καὶ ὑγιαίνοντι καὶ νοσοῦντι νόσον ἁπλῆν,
ὡς ἔμπροσθεν, εἴρηται καὶ μιγνύντας ἐλαίῳ γλυκεῖ, κατά τε
τῶν ἰσχυρῶς ἐψυγμένων ἢ τεθερμασμένων σωμάτων
ἐπιφέρειν, ἀνατρίβοντάς τε καὶ κατατλοῦντας καὶ κατα-
βρέχοντας, εἴσω τε τοῦ σώματος λαμβάνειν ἢ ἄνωθεν διὰ
τοῦ στόματος, ἢ κάτωθεν διὰ τῆς ἕδρας, εἶθ᾿ ὁρᾷν τὸ
γιγνόμενον ἐφ᾿ ἑκάστῃ χρήσει. καὶ γὰρ δὴ καὶ τούτου
χάριν ἐπισκεπτόμεθα τὴν δύναμιν πάντων τῶν φαρμάκων,
ἵνα ἔχωμεν οἷς δεῖ χρῆσθαι, διακαιομένων ὑποχονδρίων καὶ
κεφαλῆς, ἢ κατεψυγμένων, ἢ ἡλκωμένων, ἢ φλεγμαινόντων,
ἤ τι τοιοῦτον ἕτερον πασχόντων, αὐτῶν τε τούτων καὶ
τῶν ἄλλων ἁπάντων μελῶν τοῦ σώματος. εἶθ᾿ οὕτως
ἐναργῆ τε ἅμα καὶ σύντομον ὁδὸν ἔχοντες ἐφ᾿ ἃ ζητοῦμεν,
ἔτι χρόας ἐξετάσομεν, ἢ ὀσμὰς, ἢ συστάσεις, ἢ ψόφους
ἑκάστου τῶν φαρμάκων ὅμοιόν τι δρῶντες, τοῖς ἐξ εἰκό-
νος ἤτοι πλαστῆς, ἢ γραπτῆς ἄνθρωπόν τινα διαγνῶ-
ναι βουλομένοις ἐνὸν, αὐτὸν θεάσασθαι τὸν γνωρισθησό-
μενον.
[11.465]
02.03 Ταύτῃ τοίνυν ἁμαρτάνειν μοι δοκοῦσιν οὐ
σμικρὰ, καὶ τούτων ἔτι μᾶλλον ἐν οἷς ἀπέραντα καὶ ἀναπό-
δεικτα φλυαροῦσιν, ἀμαθεῖς ὑπάρχοντες ἀποδεικτικῆς μεθό-
δου. ὑποκείσθω γὰρ τὸ πῦρ, εἴτε ξανθὸν εἴτε ἐρυθρὸν,
ἢ ὡς ἂν ἐθέλωσιν, οὐ γάρ μοι διαφέρει. τί οὖν τοῦτο πρὸς
τὸ πᾶν ἐρυθρὸν θερμὸν εἶναι; πᾶν μὲν γὰρ πῦρ, εἰ οὕτως
ἔτυχεν, ἐρυθρὸν εἶναι λεκτέον ἐστίν. πᾶν δὲ τὸ ἐρυθρὸν πῦρ
εἶναι φάναι καταγέλαστον, ἔτι δὲ μᾶλλον εἰ πᾶν τὸ ἐρυθρὸν
θερμὸν εἶναι λέγοι τις. εἰ μὲν ἐξ ἀρχῆς εἴληπτο κατὰ τὸν
λόγον, ὡς πᾶν τὸ θερμὸν ἐρυθρόν ἐστιν, ἦν ἴσως διαστρέ-
ψαντα τὸ ἀξίωμα τὸ ἐρυθρὸν ἅπαν ἀποφῆναι θερμὸν ἁμαρ-
τάνοντα μὲν κᾀν τούτῳ προφανῶς. οἱ γὰρ ἀντιστρέφοντες,
οὐχ οἱ ἀναστρέφοντες ἀλλήλοις λόγοι συναληθεύονται, ἀλλ᾿
ὅμως ἦν ἂν, οἶμαι, πλησίον ὁ παραλογισμός. ἐπεὶ δὲ οὐδ᾿
αὐτὸ τοῦτο κατ᾿ ἀρχὰς εἴληπται, λέγω δὴ τὸ πᾶν εἶναι τὸ
θερμὸν ἐρυθρὸν, οὐδ᾿ ἀναστρέψαντα δυνατὸν εἰπεῖν ἅπαν
εἶναι τὸ ἐρυθρὸν θερμόν. τριχῶς οὖν ἁμαρτάνουσι κατὰ τὸν
λόγον οἱ φάσκοντες τὰ ῥόδα θερμὰ τὴν κρᾶσιν ὑπάρχειν,
[11.466]
ὅτι καὶ ἐρυθρά. πρῶτον μὲν ὅτι μὴ δείξαντες ὅτι πᾶν πῦρ
ἐρυθρὸν ἀντιστρέφειν αὐτῷ, ὅτι πᾶν ἐρυθρὸν πῦρ πει-
ρῶνται λόγον ἕτερον, ὡς ἀληθῆ· δεύτερον δ᾿ ὅτι μὴ γινώ-
σκουσι τοὺς ἀντιστρέφοντας, οὐ τοὺς ἀναστρέφοντας τοῖς
ἀληθέσι λόγοις ἀληθεῖς εἶναι καὶ αὐτούς. καὶ τρίτον ὅτι
κᾂν ἀντιστρέφωσιν, οὐ τὸ πᾶν εἶναι τὸ τῇ χρόᾳ ἐρυθρὸν
θερμὸν ἐκ τῆς ἀντιστροφῆς περανθήσεται, ἀλλὰ ἕτερον
αὐτοῦ τι τοιοῦτον ἀξίωμα, τὸ ἐρυθρὸν ἅπαν πῦρ ἐστιν.
ὅτι δ᾿ οὐ μόνον ἄχρηστον εἰς τὰ παρόντα τὸ τοιοῦτον,
ἀλλὰ καὶ προφανῶς ψεῦδός ἐστιν, δῆλον παντί. δεό-
μεθα γὰρ οὐκ εἰ τὸ ἐρυθρὸν ἅπαν πῦρ ἐστιν, ἀλλ᾿ ὅτι
θερμὸν ἀποδειχθῆναι. ὡς εἴ γε πῦρ ἐστι πᾶν τὸ ἐρυθρὸν,
ἔσται δηλονότι καὶ τὸ ῥόδον ἡμῖν πῦρ. ἀλλ᾿ οἱ μὴ γινώ-
σκοντες, οἶμαι, τὰς λογικὰς μεθόδους ἰατροὶ, πρῶτον μὲν
ἐπ᾿ αὐτῷ τούτῳ μέγιστα σφάλλονται, τῷ τοὺς οἰκείους
ὅρους ὑπερβαίνειν. ἱκανὴ γὰρ ἡ πεῖρα μετὰ βραχέων ἐπι-
λογισμῶν ἐξευρίσκειν τὰς δυνάμεις τῶν φαρμάκων εἶτα καὶ
κατὰ τοὺς λόγους ἁμαρτάνουσιν ὅμοια τοῖς ἀρτιμαθέσι
[11.467]
λογικῆς θεωρίας παισί. τῆς δ᾿ αὐτῆς πλημμελείας ἔχονται
καὶ ὅσοι ταῖς ὀδμαῖς τεκμαίρονταί τι περὶ δυνάμεως φαρ-
μάκων. οὐδὲ γὰρ ἅπαν εὐῶδες θερμὸν, ὡς λέγουσί τινες,
ἀγνοοῦντες ὅπως ἀκούειν χρὴ τῶν ὑπ᾿ ᾿Αριστοτέλους καὶ
Θεοφράστου περὶ τούτων εἰρημένων, ἃ κατὰ τὸ τέταρτον
τῶνδε τῶν ὑπομνημάτων ἡμεῖς διοριοῦμεν, οὔθ᾿ ἅπαν θερ-
μὸν εὐῶδες, οὐ μὴν οὐδὲ δυσῶδες ἅπαν θερμὸν, οὐδ᾿ εἴ τι
θερμὸν ὑπάρχει, δυσῶδες. οὕτω κᾂν εἰ τὸ δυσῶδες ἅπαν
φαίη τις ψυχρὸν, ἢ τὸ ψυχρὸν δυσῶδες, οὐκ ἀληθεύει. καὶ
γὰρ καὶ τῶν θερμῶν μυρία τὰ μὲν εὐώδη, τὰ δὲ δυσώδη,
τὰ δ᾿ οὐδέτερα καὶ τῶν ψυχρῶν ὡσαύτως. καίτοι τί λέγω
ψυχρὰ καὶ θερμὰ, δέον θερμαίνοντα καὶ ψύχοντα λέγειν
ἡμᾶς, ἅπερ καὶ ζητοῦμεν. οὐ γὰρ δὴ τό γε ἁπλῶς θερμὸν
ἢ τὸ πρὸς τοῦτο ἐξεταζόμενον ἐπισκέπτεσθαι πρόκειται
νῦν, ἀλλὰ τὸ θερμαῖνον ἀνθρώπειον σῶμα. καὶ δὴ καὶ
ψυχρὸν οὐχ ἁπλῶς, ἀλλ᾿ ὅ τι περ ἂν ἄνθρωπον ψύχῃ. πά-
λιν οὖν ἐνταῦθα μὴ διελόμενοι τὰ σημαινόμενα τῶν ὀνο-
[11.468]
μάτων σφάλλονται παρὰ τὴν ὁμωνυμίαν, ὥσπερ εἰ καὶ
περὶ χερσαίου τις κυνὸς διαλεγόμενος ἐπὶ τὸν θαλάττιον
μεταβαίνοι τῷ λόγῳ, νομίζων ὥσπερ τοὔνομα τῶν ζώων
ἀμφοτέρων ἕν ἐστιν, οὕτω καὶ τὴν φύσιν αὐτῶν μίαν
ὑπάρχειν. ἀλλ᾿ ἡμῖν δέδεικται σαφῶς ἐν τοῖς περὶ κράσεως
ὑπομνήμασιν, ἃ καὶ κατ᾿ ἀρχὰς εὐθὺς ἡγεῖσθαι τῆσδε τῆς
πραγματείας ἔφαμεν, ἄλλο μὲν εἶναι τὸ δυνάμει θερμὸν,
ἄλλο δὲ τὸ ἐνεργείᾳ. καὶ τούτου τοῦ ἐνεργείᾳ θερμοῦ τὸ
μὲν ἁπλῶς λέγεσθαι θερμὸν, τὸ δὲ κατ᾿ ἐπικράτησιν, τὸ
δὲ πρὸς τὸ σύμμετρον ὁμογενὲς, τὸ δὲ πρὸς ὁτιοῦν τὸ ἐπι-
τυχόν. καὶ δὴ καὶ τὸν ἄνθρωπον οὐχ ἁπλῶς θερμὸν,
ὥσπερ τὸ πῦρ, ἀλλ᾿ ἐπικρατήσει θερμὸν ὑπάρχειν ἐλέγομεν.
εἶναι γὰρ ἐν αὐτῷ πλείονα τοῦ θερμοῦ μοῖραν ἢ τοῦ
ψυχροῦ. καὶ τοίνυν καὶ ὅσα πρὸς τούτων λέγεται θερμὰ
δυνάμει, τῷ τοῦτον θερμαίνειν λεχθήσεται. καὶ ἡ κρίσις
αὐτῶν ῥᾴστη τέ ἐστι καὶ διὰ τῆς ἐμπειρίας ἐξετασθήσεται,
βραχέων, ὡς εἴρηται, καὶ πρόσθεν ἐπιλογισμῶν δεομένη.
τούτους οὖν ὑπερβαίνοντες οἱ σοφισταὶ, τόν τε χρόνον
[11.469]
ἀναλίσκουσι τῶν μειρακίων καὶ σοφίσμασι παράγοντες ἀν-
θρώπους ἀγυμνάστους λύσεως σοφισμάτων ἀναπιμπλᾶσι
ψευδῶν δογμάτων. ἐχρῆν γὰρ μήτε χρόας μνημονεύειν αὐ-
τοὺς μήτ᾿ ὀδμῆς, ἀλλὰ μηδὲ συστάσεως, ἢ λειότητος, ἢ
τραχύτητος, ἤ τινος ἑτέρου τοιούτου. τί γὰρ ὅτι γλίσχρον
τοὔλαιον, ἢ ὅτι λεῖον, ἢ ὅτι στίλβον, ἢ ὑγρὸν, ἢ ὠχρὸν, ἢ
λιπαρὸν, ἢ ὀλισθηρὸν, ἢ δυσξήραντον ἐπαλειφόμενον τοῖς σώ-
μασιν; οὔτε γὰρ εἰ θερμὸν, οὔτε εἰ ψυχρὸν, οὔτ᾿ εἰ ξηρὸν,
οὔτ᾿ εἰ ὑγρόν ἐστιν τὴν δύναμιν, ἐξ οὐδενὸς ἔνεστι τῶν τοιού-
των συλλογίσασθαι. καὶ γὰρ τῶν γλίσχρων καὶ τῶν λείων
καὶ τῶν στιλβόντων τὰ μὲν θερμαίνει φανερῶς ἡμᾶς, τὰ
δὲ ψύχει, καὶ τὰ μὲν ξηραίνει, τὰ δὲ ὑγραίνει. καὶ καθ᾿
ἕκαστον τῶν συμβεβηκότων οὐκ ἐλαίῳ μόνον, ἀλλὰ καὶ
τοῖς ἄλλοις ἅπασιν οὐδέν ἐστιν εὑρεῖν πάγιον οὐδὲ
διηνεκὲς, ὡς ἐπ᾿ αὐτῷ συστήσασθαί τινα καθόλου πρό-
τασιν.
02.04 ᾿Εῶ γὰρ λέγειν ὅτι οὐδὲ ἐπιστημονι-
κοῖς ἐν ἅπασι τοῖς τοιούτοις λόγοις οἱ σοφισταὶ χρῶνται
[11.470]
πρὸς τὴν τῶν λημμάτων εὕρεσιν, ἀλλ᾿ ἐξ ἐπαγωγῆς, καὶ τὸ
χεῖρον ἁπάντων, ὅτι μηδ᾿ ἐπισκεψάμενοί ποτε περὶ φύσεως
ἐπαγωγῆς, μηδ᾿ ἄν τις αὐτοὺς εἰς τοῦτο προκαλῆται, τολ-
μῶντες ἀκολουθεῖν, ἀλλὰ καὶ τοῖς ὑπὲρ ἀποδείξεώς τι πραγ-
ματευομένοις ἐπιτιμῶντες. ἔτι δὲ χεῖρον ὅτι μηδ᾿ ἐξ ἐπαγω-
γῆς μόνον, ἀλλ᾿ ἐκ παραδειγμάτων ἐνίοτε συλλογίζονται,
καθάπερ οἱ ῥήτορες. ὅ τε γὰρ φάσκων ψυχρὸν εἶναι τοὔλαιον,
ὅτι καὶ γλίσχρον, ὥσπερ καὶ τὸ φλέγμα, διὰ παραδείγματος
συλλογίζεται, τὴν ἴσην ἰσχὺν τῆς ἀποδείξεως παρέχων ὁμοίως
τῷ λέγοντι θερμὸν ὑπάρχειν αὐτὸ, διότι γλίσχρον ἐστὶν, ὡς
ὁ ἰξός· ὅ τε φάσκων θερμὸν εἶναι, ὅτι ῥᾳδίως ἐκφλογοῦται
καθάπερ ἄσφαλτος, τῷ λέγοντι ψυχρὸν εἶναι, διότι ῥᾳδίως
πήγνυται, καθάπερ ὕδωρ. τὸ γὰρ ἐκ παραδείγματος ἢ ἐκ
παραδειγμάτων πιστοῦσθαί τι διαφέρει τοῦ δι᾿ ἐπαγωγῆς
πιστουμένου τῷ τὸν μὲν ἐκ παραδειγμάτων πιστούμενον
ἓν μὲν ἢ δύο τῶν ὁμογενῶν λέγειν, ἢ πάντως γε ὀλίγα
τὰ πλείω παραλείποντα, τὸν δ᾿ ἐξ ἐπαγωγῆς ἅπαντα περι-
λαμβάνειν πειρᾶσθαι τὰ διὰ τῆς ἐμπειρίας ἐγνωσμένα, καὶ
[11.471]
μηδὲν ὡς οἷόν τε παραλιπεῖν ὃ προφανές τε καὶ δῆλον τοῖς
πολλοῖς, ἀλλὰ ἀποκεκρυμμένον τε καὶ ὀλίγοις γνωστόν. ὅθεν
καὶ βίαιός ἐστιν καὶ πείθει σφοδρῶς ἡ διὰ πάντων τῶν ἐξ
ἐμπειρίας γινωσκομένων ἐπαγωγὴ καὶ μόνοις αὐτοῖς ἡ ἀλα-
ζονεία κατάφωρος γίνεται τοῖς γεγυμνασμένοις ἐν ἀποδεικτι-
καῖς μεθόδοις. καὶ διὰ τοῦθ᾿ ἡμεῖς ἐπιπλέον ὑπὲρ αὐτῆς ἐν
τοῖς περὶ τῆς ἀποδείξεως ὑπομνήμασιν διήλθομεν. ἴσως
δ᾿ ἄν ποτε καὶ κατὰ μόνας ἓν ὑπὲρ αὐτῆς ἰδίᾳ συνθείημεν
γράμμα.
02.05 Φανεῖται δὲ καὶ νῦν οὐδὲν ἧττον ἡ φύσις
αὐτῆς τε τῆς ἐπαγωγῆς καὶ πολὺ δὴ μᾶλλον ἡ τοῦ παραδείγ-
ματος. ἅπαντα γὰρ ἐπελθεῖν ἔγνωκα διὰ κεφαλαίων ὅσα
τοῖς ἰατροῖς εἴρηται περὶ δυνάμεως ἐλαίου, πιθανῶς μὲν τῷ
δοκεῖν, οὐ μὴν ἀληθῶς γε. καὶ πρῶτον τὸ ὑπὸ Διοκλέους ἐν
᾿Αρχιδάμῳ λελεγμένον, ὡς σκληρύνεσθαι καὶ ἐπικαίεσθαι τὸ
δέρμα τοῖς ἐν ἐλαίῳ τριβομένοις, ὑπελάμβανεν ὁ ᾿Αρχίδαμος
καὶ διὰ τοῦτο τὴν ξηροτριβίαν προὔκρινε. συνεκπυροῦσθαί τε
γὰρ, φησὶ, καὶ ἐπικαίειν τὸ ἔλαιον ὑπὸ τῆς τρίψεως θερ-
[11.472]
μαινόμενον ἐνόμιζεν καὶ κατὰ τοῦτο ἐξικμάζειν καὶ ξηραίνειν
ἱκανῶς, ὥσπερ τῶν ὀπτωμένων τὰ χριόμενα. καὶ γὰρ καὶ
ταῦτα σκληρύνεσθαι μᾶλλον ἢ εἰ χωρὶς ἐλαίου τις ὀπτήσειεν.
αὐτὴν δὲ ἴσως ἄμεινον ὅλην παραγράψαι τοῦ Διοκλέους τὴν
ῥῆσιν. ἔχει δὲ ᾧδε· τὸ δὲ μετ᾿ ἐλαίου τρίβειν οὐχ ὁμοίως
ἐδοκίμαζε. πρῶτον μὲν γὰρ ἀνώμαλον ᾤετο γίνεσθαι τὴν
τοιαύτην τρίψιν παρὰ τὸ τὰς χεῖρας ὀλισθαίνειν καὶ μὴ
δύνασθαι τῆς σαρκὸς ὁμοίως ἀντιλαμβάνεσθαι διὰ τὸ λίπος.
ἔτι δὲ καὶ σκληρύνεσθαι καὶ ἐπικαίεσθαι τὸ δέρμα τοῖς οὕτω
τριβομένοις ἔφη μᾶλλον ἢ τοῖς ξηροῖς. συνεκπυροῦσθαι γὰρ
καὶ ἐπικαίειν τὸ ἔλαιον θερμαινόμενον ὑπὸ τῆς τρίψεως,
καθάπερ τῶν ὀπτωμένων τὰ χριόμενα τῶν μὴ χριο-
μένων, ἐκπυρουμένου τοῦ ἐλαίου θερμαινόμενα καὶ ἐξικμα-
ζόμενα λίαν σκληρύνεσθαι μᾶλλον. ὁμοίως δὲ καὶ τὰ ἐν τῷ
ἐλαίῳ ἑψόμενα κραῦρα καὶ καπυρὰ γίνεσθαι διὰ τὴν αὐτὴν
αἰτίαν. πρὸς δὲ τούτοις, ὥσπερ τὰ ξύλα καὶ τὰ δέρματα
καὶ τὰ ἄλλα τὰ μετ᾿ ἐλαίου τριβόμενα συνδιαδίδωσιν εἴσω
τὸ ἔλαιον, οὕτως ᾤετο καὶ τὰ σώματα. τούτου δὲ γιγνομέ-
[11.473]
νου πολλὰ τῶν εἰθισμένων διὰ τῆς σαρκὸς μετὰ τοῦ πνεύ-
ματος ῥεῖν καὶ ἔξω διαπίπτειν ἀποστέγεσθαι, ὥσπερ καὶ διὰ
τῶν ἠθμῶν καὶ τῶν ὀθονίων καὶ ἐρίων καὶ πάντων δι᾿ ὧν
ἠθεῖταί τι ἐγχεόμενον καὶ χριόμενον, οὐ δύνασθαι τὰ ὑγρὰ
ῥεῖν ὁμοίως. ἀπολαμβανομένης δὲ τῆς τοιαύτης ἐκκρίσεως
τὰ μὲν παλιῤῥοεῖν εἴσω, συμπληροῦν ἀθροιζόμενα τοὺς πό-
ρους ἀλλήλοις πλεκόμενα καὶ ὑπὸ τοῦ ἐλαίου περιλαμβανό-
μενα διὰ τὸ ἔχειν τι ἰξῶδες τὸ ἔλαιον, ὥσπερ ἐπὶ τῶν ἄλλων
φαίνεται τὸ λιπαρὸν τοὺς κονιορτοὺς καὶ τὰ κάρφη καὶ τὰ
ἄλλα τὰ τοιαῦτα συνθηρεύειν. ἐμφραττομένων δὲ τῶν πό-
ρων ἀεὶ καὶ κατὰ μικρὸν ἀναγκαῖον εἶναι πολλὰ χεῖρον ἀπο-
τελεῖσθαι τῶν εἰθισμένων γίγνεσθαι κατὰ φύσιν. ὑπελάμβανε
δέ τι καὶ δηκτικὸν ἔχειν αὐτὸ, παρ᾿ ὃ καὶ τοὺς ὀφθαλμοὺς
δακρύειν καὶ τὴν φάρυγγα κέρχνειν καὶ τὴν κοιλίαν ξύειν καὶ
αἱματώδεις ποιεῖν διαχωρήσεις πινόμενον. ἄνευ μὲν οὖν τρί-
ψεως ἀλειφομένους οὐδὲν λυπεῖν· ἀσθενεστέραν γὰρ εἶναι
τὴν δῆξιν ἢ ὥστε ποιεῖν τινα αἴσθησιν· μετὰ δὲ τῆς τρίψεως
[11.474]
εἰσδυόμενον εἰς τὴν σάρκα, κακουργεῖν μᾶλλον τῇ δήξει καθά-
περ πολλὰ τῶν φαρμάκων, οὕτω μὲν ἐπιχρισθέντα ἧττον
ἰσχύειν, προσπιεζόμενα δὲ καὶ εἰσδυόμενα εἴσω μᾶλλον ἐνερ-
γεῖν. καὶ δὴ καὶ ταῖς ἀκαλήφαις καὶ ἄλλοις πολλοῖς ἡσυχῇ
μὲν ψαύοντας οὐδὲν ἐνοχλεῖν, τύπτοντας δὲ καὶ προσπιέ-
ζοντας λυπεῖν. ἃ μὲν οὖν ὁ Διοκλῆς ἐν ᾿Αρχιδάμῳ λέγει
ταῦτ᾿ ἔστιν. πάρεστι δὲ σκοπεῖν ἅμα τό τε πιθανὸν αὐτῶν
καὶ μοχθηρόν. ὅτι μὲν γὰρ ἐν ἐλαίῳ πᾶν ὁτιοῦν ἑψόμενον
ἀπόλλυσι τὴν οἰκείαν ὑγρότητα καὶ ψαθυρὸν καὶ κραῦρον
γίγνεται ταχέως, οὐδὲν τοιοῦτον πάσχον ἐν ὕδατι πρὸς τῆς
ἐμπειρίας ἐδιδάχθημεν, ὥστε ταύτῃ μὲν οὐδὲν ὁ ᾿Αρχίδαμος
ἐψεύσατο. δέον δὲ ὥσπερ ὁ ᾿Αριστοτέλης καὶ Θεόφραστος,
ἕτεροί τέ τινες ἄνδρες φιλόσοφοι, τὰ τοιαῦτα τῶν προβλη-
μάτων ἐν τοῖς φυσικοῖς ζητήμασιν προβάλλουσί τε καὶ λύουσι,
καὶ αὐτὸς, εἴπερ ἐβούλετο τὰς αἰτίας ἁπάντων τῶν γιγνο-
μένων ζητεῖν, ὁμοίως ἐκείνοις προβάλλειν τε καὶ λύειν. εἰ
δ᾿ οὐ φαίνεται τοῦτο ποιῶν, ἐν τούτῳ καὶ μάλιστα δοκεῖ
μοι σφάλλεσθαι. τὸ μὲν γὰρ φαινόμενον ἐναργῶς ἀεὶ χρὴ
[11.475]
τίθεσθαι πρῶτον, ἐπισκέπτεσθαι δὲ ἐφεξῆς, εἴ τις ἐθέλοι,
τὴν αἰτίαν αὐτοῦ, φυσικὰ προβλήματα συντιθέντα τρόπῳ
τοιῷδε. διὰ τί τὸ μὲν ἔλαιον ξηρὰ καὶ ψαθυρὰ καὶ κραῦρα
τὰ ἐν αὐτῷ καθεψόμενα ποιεῖ, τὸ δὲ ὕδωρ ὑγρὰ καὶ μαλακά;
ἢ διὰ τί τὰ μὲν ἑψόμενα κατὰ τοὔλαιον ἀποξηραίνεται, τὰ
δ᾿ ἄλλως ἐν αὐτῷ βρεχόμενα φυλάττει τὴν οἰκείαν ὑγρότητα
μᾶλλον ἢ εἰ μηδ᾿ ὅλως ἐβρέχετο; διὰ τί δὲ τὰς ἀπὸ σκίλλης
καὶ ἀκαλήφης δήξεις ἰᾶται; διὰ τί δὲ τούτων μὲν ἰατρικόν
ἐστιν, αὐτὸ δὲ δάκνει τοὺς ὀφθαλμούς; διὰ τί τὸ μὲν ἄλλο
σῶμα πᾶν οὐ δάκνει, τοὺς ὀφθαλμοὺς δὲ δάκνει; διὰ τί τὴν
μὲν φάρυγγα τραχύνει, τὰ δὲ ἕλκη παρηγορεῖ; διὰ τί γα-
στρὸς ὑπαγωγόν ἐστι; διὰ τί κόπων ἰατικόν; διὰ τί τοὺς
ἀλειψομένους ἀπεριψύκτους τηρεῖ; διὰ τί τῶν ἐντόμων ζώων
ἀναιρετικόν ἐστι; διὰ τί τῶν ἱμάντων καὶ βυρσῶν μαλακτικὸν
ὑπάρχει, τῶν δ᾿ ἑψομένων ἐν αὐτῷ σχεδὸν ἁπάντων σκλη-
ρυντικόν; ἓν μὲν εἶδός σοι προβλημάτων τοῦτο, φυσικῷ
προσῆκον μόνῳ. τὸ δ᾿ ἕτερον, ὃ κοινὸν ἤδη καὶ τοῖς
ἀπὸ τῶν τεχνῶν, ἔστι τοιόνδε. διὰ τίνα αἰτίαν ἐπαλείφουσιν
[11.476]
ἐλαίῳ πρότερον ὀπτῶντες οἱ μάγειροι τοὺς ἰχθῦς καὶ τὰ
κρέα; διὰ τί τρίβουσιν ἐλαίῳ τοὺς ἀθλητὰς οἱ γυμνασταί;
διὰ τί δὲ καὶ οἱ παιδοτρίβαι τοὺς παῖδας; ἔνεστι γὰρ ἑκά-
στου τῶν τοιούτων προβλημάτων ἐμπειρικὴν αἰτίαν ἀπο-
δοῦναι, τοὺς μὲν ἰχθὺς καὶ τὰ κρέα διὰ τοῦτο ἐπαλείφειν
τῶν μαγείρων ἐρούντων ἂν, ὅτι ξηρὰ καὶ περικεκαυμένα τὰ
ἐκτὸς αὐτῶν γίγνεται, χωρὶς τοῦ λίπους ὀπτωμένων· τοὺς
δ᾿ ἀθλητὰς ἐν ἐλαίῳ τρίβειν τῶν γυμναστῶν φησόντων ἂν,
ὅτι καὶ τοὺς προϋπάρχοντας κόπους λύει τοῦτο καὶ τοὺς
μέλλοντας πραΰνει καὶ αὐτὴν τὴν τρίψιν ὁμαλὴν καὶ πραεῖαν
τελέως ἀπεργάζεται καὶ πρὸς τὰς μελλούσας κινήσεις παρα-
σκευάζει τὸ σῶμα. διὰ τὰ αὐτὰ δὲ ταῦτα καὶ οἱ παιδοτρίβαι
τοὺς παῖδας ἀλείφειν ἐροῦσι καὶ πρὸ τῶν γυμνασίων καὶ μετὰ
τὰ γυμνάσια. διὰ τί μέντοι τὸ ἔλαιον ἴαμα κόπων ἐστὶν,
οὐκ ἔτι οὔτε γυμναστὴς οὔτε παιδοτρίβης οὔτ᾿ ἰατρὸς ἐμ-
πειρικὸς ἐπίσταται. οὐ μὴν οὐδ᾿ ὅτι μὴ γινώσκουσιν ἀφί-
στανται τῶν ἐναργῶς φαινομένων. οὐδὲ γὰρ διὰ τί λευκὸς
μὲν ἐλλέβορος ἄνω καθαίρει, μέλας δὲ κάτω γινώσκοντες,
[11.477]
οὐδὲ διὰ τί κνίκος μὲν φλέγματος ἀγωγόν ἐστιν, ἐπίθυμον
δὲ μελάνων οὐκ εἰδότες, ὅμως χρῶνται τοῖς φαρμάκοις εἰς
ἅπερ ἐδίδαξεν ἡ πεῖρα καὶ θεραπεύουσι τοὺς δεομένους καὶ
πιστεύουσι τοῖς ἐναργῶς φαινομένοις καὶ καταγελῶσι τῶν τῷ
λόγῳ τἀναντία κατασκευαζόντων.
02.06 ᾿Αλλ᾿ ᾿Αρχίδαμος μὲν πρὸς τῷ καταφρο-
νεῖν ἐν πολλοῖς τῶν ἐναργῶς φαινομένων, ἔτι μοι δοκεῖ καὶ
ταύτῃ δικαίως ἂν ψέγεσθαι. λέγει μὲν γὰρ ἀμείνω τὴν ξηρὰν
τρίψιν εἶναι τῆς μετ᾿ ἐλαίου, διότι τὸ σῶμα σκληρότερόν τε
καὶ ξηρότερον τοῖς ἀλειφομένοις ἐργάζεται, μαλακώτερον δὲ
τοῖς ξηροῖς τριβομένοις γίγνεται. λέγει δ᾿ οὐδὲν ἧττον ἐν
αὐτῷ τῷ λόγῳ τούτῳ προελθὼν βραχὺ καὶ τὰ ξύλα καὶ τὰ
δέρματα καὶ τὰ ἄλλα τὰ μετ᾿ ἐλαίου τριβόμενα διαδιδόναι
μέχρι τοῦ βάθους αὐτοῦ καὶ τοῦτο εἶναι μέγιστον μαρτύ-
ριον ὅτι κᾀν τοῖς ἡμετέροις σώμασιν εἴσω χωροῦν ἐμπλάττει
τε τοὺς πόρους καὶ κωλύει τὰς τῶν ὑγρῶν ἐκροάς. κᾀγὼ
μὲν οὐκ οἶδα πῶς τάδε συμφωνεῖ. εἰ γὰρ τοὔλαιον κωλύει
τὰς τῶν ὑγρῶν ἐκροὰς, οὐκ ἂν δήπου λέγοιτο ξηραίνειν, ὥστε
[11.478]
μάτην ὡς ξηραῖνον αὐτὸ κατὰ τὰς τρίψεις φυλάττεται.
σφάλλεσθαι δέ μοι δοκεῖ κᾀν τῷ τοῖς ἑψομένοις ἐν ἐλαίῳ
παραπλησίως διατίθεσθαι νομίζειν τοὺς ἐν αὐτῷ τριβομένους.
οὐ γὰρ δὴ ταῦτά γέ φησι ποιεῖν θερμὸν, ἢ ψυχρὸν, ἢ εὔκρα-
τον, ἢ χλιαρὸν, ἢ ζέον ἔλαιον, ὥσπερ οὐδὲ τὸ ὕδωρ αὐτό.
φαίνεται γὰρ καὶ τοῦτο ψυχρὸν μὲν εἴπερ προσφέροιτο,
πυκνοῦν καὶ πιλοῦν καὶ συστέλλον καὶ σφίγγον τὸ ἀποκρινό-
μενον, ὥσπερ εἰ καὶ ζέον ἐσχάτως, καῖον· εἰ δ᾿ εὔκρατόν τε
καὶ συμμέτρως θερμὸν προσενεχθείη, χαλῶν καὶ ἀραιοῦν καὶ
χέον καὶ διαφοροῦν. εἰ δὲ μήτε ψυχρὸν ἐπισήμως εἴη μήτε
θερμὸν, ἀλλ᾿ οἷον τὸ λεγόμενον ὑπὸ τῶν πολλῶν κρηναῖον,
οὐδὲν μὲν τῶν εἰρημένων ποιεῖν τηνικαῦτα, διαδείκνυσθαι
δὲ τὴν οἰκείαν ἑαυτοῦ δύναμιν. οὕτως οὖν καὶ τοὔλαιον εἴ
τις ἐξετάζειν ἐθέλοι, πάσης ἐπικτήτου ψύξεώς τε καὶ θερμό-
τητος ἐλεύθερον ἐργασάμενος αὐτὸ πρότερον, οὕτω τὴν βά-
σανον ποιείσθω. τὸ μὲν γὰρ ἄκρως ψυχρὸν οὐ κατὰ τὴν
ἑαυτοῦ μόνον ἔτι δύναμιν, ἀλλὰ καὶ διὰ τὴν τῆς ὀθνείας
ποιότητος ἐπικράτησιν ἐνεργήσει τι περὶ τοῖς πλησιάζουσιν.
[11.479]
οὕτως δὲ καὶ τὸ θερμὸν ἱκανῶς. εἰ δ᾿ ἀμφοτέρων ἔξω
καταστήσας αὐτὸ βασανίζειν ἐθέλοις, ἐξεύροις ἂν οὕτως μό-
νως τὴν οἰκείαν ἐλαίου δύναμιν. ὥσθ᾿ ὅτε μὲν ἐλαίῳ συνή-
θως τρίβεταί τις, ὥσπερ οἱ γυμναστικοὶ πάντες, ἐν ἐλαίῳ
μόνῳ τρίβεται, πάσης ἄνωθεν τῆς ποιότητος ἔξωθεν. ὅταν
δ᾿ ἤτοι ζέον ἢ θερμὸν ἱκανῶς ἐργασάμενος, ἢ καὶ ψυχρὸν
ἐσχάτως αὐτὸ, χρῷτο τηνικαῦτα, σύνθετον ἀνάγκη γίνεσθαι
τὴν ἐνέργειαν ἔκ τε τῆς οἰκείας ἐλαίου δυνάμεως καὶ τῆς
ἐπικτήτου ποιότητος. καὶ πολλάκις δὲ κατακρύπτεσθαι τε-
λέως ἀναγκαῖόν ἐστιν τὴν οἰκείαν δύναμιν ἑκάστῳ τῶν φαρ-
μάκων, ὅταν ἰσχυρὰν πάνυ προσλάβῃ τὴν ἔξωθεν ποιότητα.
τί τοίνυν ὅμοιον ἢ ἑψεῖν ἐν ἐλαίῳ ζέοντι βοτάνας, ἢ τὰ
τῶν γυμναζομένων ἀνατρίβειν σώματα; μάλιστα μὲν γὰρ, ὡς
καὶ πρόσθεν ἐπιδέδεικται, φεύγειν χρὴ τὰς ἀπὸ τῶν ἔξωθεν
πίστεις, ἔχοντάς γε τὴν οἰκείαν ἑκάστῳ προσφέρειν πεῖραν.
εἰ δ᾿ ἄρα ποτὲ καὶ τοῦτο πράττειν ἐθελήσειέ τις, ἀλλ᾿ ὅμοιά
γε παραβάλλειν πειρᾶσθαι, καθάπερ ἐπὶ τῶν βυρσῶν ἐποίη-
σεν καὶ τῶν ἱμάντων. οὔτε γὰρ προθερμῄνας ἔλαιον οὔτ᾿
[11.480]
ἐν χιόνι προψύξας οὐδεὶς, ἀλλὰ τὸ ἐπιτυχὸν ἕκαστος λαμβά-
νων ἱμάντας ἀνατρίβει καὶ βύρσας, ὥσπερ, οἶμαι, καὶ τοὺς
παῖδας οἱ παιδοτρίβαι, κατὰ τὸ ἐπιτυχὸν ἔλαιον ἀνατρίβου-
σιν, οὔτε προθερμῄναντες ἐπὶ πυρὸς οὔτε προψύξαντες ἐπὶ
χιόνος. ἐπεί τοι καὶ ἡμεῖς οὐκ ὀλιγάκις ἐγκαιομένην κεφαλὴν
ἐλαίῳ πάνυ ψυχρῷ καταντλήσαντες ἐνεψύξαμεν. εἰ δὲ μηδ᾿
ἁλῶν ἔχοι τοὔλαιον, ἔτι καὶ μᾶλλον ἐμψύξει. εἰ δὲ καὶ ὠμο-
τριβὲς εἴη, πολὺ δὴ καὶ μᾶλλον ἔτι.
02.07 Σκευάζομεν δὲ καὶ τοῦτο παραπλησίως τῷ
ὕδατι θερμήναντες γὰρ αὐτὸ πρότερον, οὕτως ἐνιστῶμεν
ἀκραιφνεῖ ψυχρῷ. εἰ δὲ καὶ κρουνὸς ὑπερκείμενος ἐπ᾿ αὐτῷ
καταράττων εἴη, προεστεγνωμένου δηλονότι τοῦ περιέχοντος
ἀγγείου τοὔλαιον, ἔτι καὶ μᾶλλον ἂν οὕτω ψυχρότερον ἐργα-
σθείη. ψυχρὸν δ᾿ ἱκανῶς γίνεται, κᾀπειδὰν προθερμανθὲν
ἐν φρέατι κρεμασθὲν ψαῦον τοῦ ὕδατος. γίγνεται μὲν γὰρ
καὶ τὸ μὴ ψαῦον ψυχρὸν, ἀλλ᾿ ἧττον. αἱ μὲν δὴ τοιαῦται
παρασκευαὶ ψυχρὸν ἀποδεικνύουσι τοὔλαιον, αἱ δ᾿ ἐναντίαι
θερμόν. χρώμεθα δὲ κᾀκείναις, ἐπὶ τῶν κατεψυγμένων σω-
[11.481]
μάτων, εἰς δεξαμενὴν ἐμβιβάζοντες ἐλαίου θερμοῦ τοὺς ἀπο-
νεναρκωμένους τι μέρος, ἢ τρομώδεις, ἢ σπασμώδεις, ἢ παλ-
μώδεις, ἢ ἀκινήτους, ἢ ἀναισθήτους, ἢ δυσαισθήτους, ἤ τι
τοιοῦτον ἕτερον πάσχοντας. εἴ τις τοίνυν ἐξ ἁπάσης χρήσεως
ἀποφαίνοιτο περὶ τῆς τῶν φαρμάκων δυνάμεως, οὐκ ἂν φθά-
νοι καὶ θερμαντικὸν ἡμῶν καὶ ψυκτικὸν οἰόμενος εἶναι τοὔ-
λαιον, ὑγραντικόν τε καὶ ξηραντικὸν, ὥσπερ καὶ ὁ τοῦ Διο-
κλέους ᾿Αρχίδαμος, εἰ καὶ μὴ παρακολουθεῖ ταῖς ἐναντιολο-
γίαις. ὅταν μὲν γὰρ ξηραίνεσθαι καὶ κραῦρα γίνεσθαι λέγῃ
τὰ ἐν τῷ ἐλαίῳ ἑψόμενα, ξηραντικήν τινα καὶ διαφορητικὴν
ἐπιδείκνυσιν αὐτοῦ τὴν δύναμιν· ὅταν δ᾿ εἴσω τῶν βυρσῶν
δύεσθαι καὶ τοὺς ἡμετέρους ἐμπλάττειν πόρους καὶ κωλύειν
τὰς φυσικὰς τῶν ὑγρῶν ἐκροὰς, ἐναντιωτάτην δήπου πάλιν
ἐκ τούτων ἐπιδείκνυσι τὴν δύναμιν αὐτοῦ τοῖς διαφοροῦσί
τε καὶ ξηραίνουσιν. ἀλλ᾿ ἐν τούτοις μὲν ἔτι τὰ γοῦν φαι-
νόμενα λέγων οὐκ ὀρθῶς ὑπὲρ αὐτῶν συλλογίζεται. κατὰ
δὲ τὸν περὶ τῆς δήξεως αὐτοῦ λόγον οὐδὲ ταῦτα διέρχεται
πάντα. τὸ μὲν γὰρ τοὺς ὀφθαλμοὺς δάκνειν καὶ κερχνώδη
[11.482]
τὴν φάρυγγα ποιεῖν καὶ καταξύειν τὴν γαστέρα καὶ τὰς διαχω-
ρήσεις αἱματώδεις ἐπιφέρειν, ἱκανὰ μαρτύρια τοῦ δακνώδη δύνα-
μιν ὑπάρχειν αὐτῷ. τὸ δὲ καὶ τοῖς ἕλκεσιν ἀνώδυνον εἶναι
καὶ τὰς τῆς γαστρὸς δήξεις, ἐπιβρεχόμενόν τε καὶ ἐνιέμενον
πάντως ἰᾶσθαι καὶ τοὺς ἀπὸ τῶν ὀδαξησμῶν ἐρεθισμοὺς
πραΰνειν, οὐ σμικρὰ πάλιν οὐδ᾿ αὐτὰ τῆς ἐναντίας αὐτοῦ
δυνάμεως γνωρίσματα, παραλέλειπται τελέως. εἰ δ᾿ ἀμφοτέ-
ρων λεχθέντων ἐφεξῆς ἐθέλοι τις συλλογίσασθαι δυοῖν θάτε-
ρον, ἢ ὡς ἐμπειρικὸς ἐν τῷ πρός τι φήσει τὴν δύναμιν ἑκάστου
τῶν φαρμάκων ἐξ ἐμπειρίας γινώσκειν, αὐτοῦ δὲ καθ᾿ ἑαυτὸ
τὴν οἰκείαν φύσιν ἀγνοεῖν, ἢ ὡς λογικὸς τὰς ἐναντίας δυνά-
μεις ὑπάργειν ταὐτῷ φαρμάκῳ, δακνώδη τε καὶ πραϋντικὴν,
εἶτ᾿ οἶμαι μεγίστην ἀπορίαν ἕξει τὴν αἰτίαν ἀποδιδοὺς τοῦ
ποτὲ μὲν τὴν ἑτέραν αὐτῶν ἐνεργεῖν αἰσθητῶς, ποτὲ δὲ τὴν
ἑτέραν, ἢ ἀπολωλυίας, ἢ μὴ σαφῶς γε φαινομένης τῆς ἑτέ-
ρας. εἰσὶ δὲ τῶν τοιούτων ἁπασῶν ἀποριῶν αἱ λύσεις, εἰ
μὲν ὡς φυσικὰ προβλήματα προβάλλοιντο, παγχάλεποί τινες,
εἰ δ᾿ ὡς πρὸς τὴν χρείαν τῆς τέχνης ἀναφέροιντο, πείρας μὲν
[11.483]
πολλῆς, ἐπιλογισμῶν δὲ οὐ πολλῶν μὲν, ἀκριβῶν δὲ καὶ διω-
ρισμένων δεόμεναι. πρῶτον μὲν γὰρ, εἰ πᾶν ἔλαιον τοῖς
ὀφθαλμοῖς δακνῶδές ἐστιν ἢ μὴ τῇ πείρᾳ διορίσασθαι
βέλτιον, οὐκ αὐτοσχεδιάζειν, ὥσπερ ῥήτορας ἐπιχειροῦντας
εἰς ἑκάτερον. εἶθ᾿ ἑξῆς εἰ πᾶν ὁμοίως κερχνῶδες, ἢ γαστρὸς
ὑπαγωγὸν ἢ καταξύον αὐτὴν, ὡς αἱματώδεις ἐνίοτε κινεῖν
ἐκκρίσεις, ἢ τὸ μέν τι ποιεῖ τῶν ἐλαίων ταῦτα, τὸ δ᾿ οὐ
ποιεῖ, καὶ τὸ μὲν μᾶλλον, τὸ δ᾿ ἧττον. ἐλαίου δὲ διαφορὰς
λέγω νῦν οὐχ ὡς ἄν τις ὑπονοήσῃ τὰς ἑτερογενεῖς, οἷον
τοῦ κικίνου τε καὶ ῥαφανίνου καὶ καρυΐνου καὶ βα-
λανίνου καὶ τῶν ὁμοίων. εἰδέναι μὲν γὰρ χρὴ καὶ τὰς τού-
των δυνάμεις τὸν ἰατρόν. ἀλλ᾿ οὐκ ἔν γε τῷ παρόντι
προσήκει μνημονεύειν αὐτῶν. ἀρκεῖ γὰρ, οἶμαι, τήν γε
πρώτην αὐτὸ τὸ κυριώτατον καὶ μάλιστα τὸ ὑπὸ πάν-
των ἀνθρώπων ὀνομαζόμενον ἔλαιον ἐπισκέψασθαι. καὶ
γὰρ ὁ καρπὸς ἐξ οὗ γίγνεται τοῦτο, μόνος τῶν ἄλλων
ἐλαία καὶ τὸ δένδρον ἐλαία προσαγορεύεται. καὶ τοῦτο
[11.484]
μὲν ἔλαιον ἁπλῶς γε καὶ πρώτως ὀνομάζεται, τὰ δ᾿ ἄλλα
πάντα κατὰ μεταφοράν τινα καὶ κατάχρησιν.
02.08 Αὐτοῦ δή φημι τοῦ κυρίως προσαγορευο-
μένου ἐλαίου, περὶ οὗ τὸν σύμπαντα λόγον ἐν τῷ παρόντι
ποιούμεθα, πλείους εἶναι τὰς διαφορὰς κατὰ μὲν τὴν ἡλικίαν,
ὅταν ἤτοι πρόσφατόν ἐστιν καὶ οἷον γλεῦκος, ἢ ἀκμάζον, ἢ
παλαιὸν ὑπάρχει· κατὰ δὲ τὸν τρόπον τῆς σκευασίας, ὅταν
ἤτοι ψιλὸν ᾖ καὶ ἁπλοῦν καὶ μόνον, ἢ μεθ᾿ ἁλῶν γεγονός·
κατὰ δὲ τὴν ἐν αὐτῷ τῷ καρπῷ διαφορὰν, ὅταν ἤτοι πέπει-
ρος, ἢ ὠμὸς ὑπάρχῃ· κατὰ δὲ τὴν ἐξ ἐπιτεχνήσεως ἀλλοίω-
σιν, ὅταν ἤτοι φυλάττηται τοιοῦτον, οἷον ἐξ ἀρχῆς ἔτυχε
σκευασθὲν ἢ ἐλευκάνθη. γέγραπται δὲ ὑπὲρ τῆς λευκάνσεως
αὐτοῦ καὶ ἄλλοις μὲν οὐκ ὀλίγοις, εἰρήσεται δὲ καὶ πρὸς
ἡμῶν ἐν τοῖς ἐφεξῆς. τούτων ἁπάντων τῶν ἐλαίων αὐτὸς
ἐγὼ ἐσπούδασα πειραθῆναι τῆς δυνάμεως. καὶ τί μὲν ἐφ᾿
ἑκάστῳ ἐφώρασα μετὰ ταῦτα διηγήσομαι· νυνὶ δὲ τέλος
ἐπιθεῖναι βούλομαι πρῶτον οἷς ἐνεστησάμην. οὐκ ὀρθῶς
[11.485]
γὰρ δοκοῦσιν οἱ πλεῖστοι τῶν ἰατρῶν οὔτε πειραθῆναι
φαρμάκων οὔτε συλλογίζεσθαι περὶ τῆς δυνάμεως αὐτῶν.
02.09 Πειραθῆναι μὲν γὰρ χρὴ μόνων τῶν
ἀμίκτων καὶ ἔξω πάσης ἐπικτήτου ποιότητος. ἐπὶ μὲν γὰρ
τῆς ἀρίστης κατασκευῆς τοῦ σώματος πρῶτον, ἐφεξῆς δὲ κᾀπὶ
τῶν δυσκράτων, εἶθ᾿ οὕτως ἐπὶ τῶν ἁπλῶν νοσημάτων, ὡς
ἔν τε τῷ πρὸ τούτου λόγῳ κᾀν τῷ τρίτῳ περὶ κράσεως διῄ-
ρηται, συλλογίζεσθαι δὲ τὸ κατὰ συμβεβηκὸς ἀεὶ διορίζοντας
τοῦ πρώτως τε καὶ καθ᾿ αὑτό.
02.10 Σφάλλονται δ᾿ ἔνιοι τῶν ἰατρῶν οὐ περὶ
ταῦτα μόνον, ἀλλὰ κᾀν ταῖς περὶ τῶν παθημάτων δόξαις.
αὐτίκα τοὔλαιον, ὅτι μὲν ἴαμα κόπων ἐστὶν ἅπαντες σχεδὸν
ὁμολογοῦσιν. ὁποῖον δέ τι πάθος ὁ κόπος ἐστὶν, οὐκέτι ὁμο-
δοξοῦσιν. ὁ μὲν γάρ τις ξηρότητα τῶν ἄρθρων εἶναί φησιν,
ἐξικμασθέντων ἐν ταῖς κινήσεσιν, ὁ δέ τις καὶ τῶν μυῶν
προστίθησιν, ἕτερος δέ τις ἔμπαλιν τούτοις ὑγρότητα πολ-
λὴν καὶ τάσιν καὶ θερμασίαν, ἐπελθόντος γε ῥεύματος τοῖς
σφοδρῶς κινηθεῖσι μέρεσιν. ἄλλος δὲ οὐ πλῆθος ὑγρῶν, ἀλλὰ
[11.486]
ποιότητα μόνην αἰτιᾶται, συντήξεις τινὰς φάμενος ἐν ταῖς
ἀμετροτέραις κινήσεσιν γίγνεσθαι πιμελῆς τε ἅμα καὶ σαρκὸς
ἁπαλῆς, ὧν μέρος μέν τι διαπνεῖσθαι εἰς τοὐκτὸς, μέρος δ᾿
ἴσχεσθαι κατὰ τὸ σῶμα, καὶ τοῦτο δριμὺ καὶ δακνῶδες ὑπάρχον,
τὴν οἷον ἐλαιώδη διάθεσιν ἐργάζεσθοι. ὥστ᾿ εἰ καὶ τὸ θερα-
πεύεσθαι τοὺς κόπους ὑπὸ τοῦ ἐλαίου συμφωνεῖται, τό γε τῆς
διαθέσεως τοῦ σώματος ἀμφισβητούμενον οὐδὲν ἐᾷ συλλο-
γίζεσθαι βέβαιον ὑπὲρ ἐλαίου δυνάμεως. οὐ μόνον δὲ ἐπὶ
κόπου τοῦτο συμβέβηκεν, ἀλλὰ κᾀπειδὰν ἀλγήματος ἕνεκεν,
ἢ δήξεως, ἢ φλεγμονῆς ἔλαιον ποτίζωμεν, ἢ δι᾿ ἕδρας ἐγχέο-
μεν, ἢ καταντλῶμεν. ἐπὶ μὲν γὰρ τῶν φλεγμαινόντων ἑλκῶν
οὐ μόνον, ἀλλὰ μεθ᾿ ὕδατος αὐτὸ συμμέτρως θερμοῦ κατα-
χέομεν, ὥσπερ ἐν τοῖς κόποις ἅμα τοῖς διὰ τῶν γλυκέων
ὑδάτων λουτροῖς. ὁμολογεῖται δ᾿ οὐδ᾿ ἐπὶ τῆς φλεγμονῆς,
ἡ διάθεσις ὁποία τίς ἐστιν. ἐνιέντες δὲ διὰ τῆς ἕδρας, ἢ πο-
τίζοντες, οὐδ᾿ οὖν οὐδὲ τότε γινώσκομεν ἐναργῶς ὁποίῳ
τινὶ σώματι προσάγομεν αὐτὸ, πότερα φλέγματος, ἢ χολῆς,
ἤ τινων ἄλλων περιττωμάτων μεστῷ. δῆλον γὰρ ὡς οὐχ
[11.487]
ὁμοίως διαθήσει τὸν ἄνθρωπον, ἐπειδὰν φλέγματος γλίσχρον
μεστὸν εὕρῃ τὸ ἔντερον ἅπαν ἅμα τῇ γαστρὶ, κᾀπειδὰν χο-
λωδῶν περιττωμάτων, ἤ τινων ἄλλων δριμέων χυμῶν, ἢ
κόπρου πολλῆς, ἢ τούτων μὲν μηδενὸς, καθαρᾶς δ᾿ ἀκριβῶς
ἐπιτύχῃ τῆς τε γαστρὸς ἁπάσης καὶ τῶν ἐντέρων, ἢ πρὸς τῷ
καθαρὸν εἶναι τοῦτο καὶ τετραχυσμένον ὑπάρχει.
02.11 ᾿Αμελῶς οὖν πάνυ καὶ ῥᾳθύμως ὑπὲρ
ἁπάντων τούτων οἱ πολλοὶ τῶν ἰατρῶν συλλογίζονται, μηδ᾿
ὅπως ἔχοντι τῷ ἀνθρώπῳ δίδοται τοὔλαιον εἰπόντες,
ἀλλὰ μηδ᾿ ὁποῖον αὐτό· κᾄπειτα φάσκοντες οἱ μὲν δάκνειν
καὶ ξύειν πάντως τὰ ἐντὸς, οἱ δὲ καὶ εἴ τις ἂν εἴη δῆξις ἤδη
προϋπάρχουσα, καὶ ταύτην πραΰνειν. οὐ γὰρ σμικρὸν δήπου
διήνεγκεν ἢ τὸ παντάπασιν ἄναλον ὀνομαζόμενόν τε καὶ
ὄντως ὑπάρχον ἔλαιον εἰς φλεγματώδη κοιλίαν ἐμβαλεῖν, ἢ
τὸ πλείστων ἁλῶν μετέχον εἰς καθαράν. ἄμφω μὲν γὰρ
λαπάξει τὴν γαστέρα, διαφερούσαις μέντοι ταῖς δυνάμεσιν.
τὸ μὲν γὰρ ἄναλον ἐν φλεγματώδει διὰ τὸν ὄλισθον ὁμοίως
[11.488]
μαλάχαις τε καὶ βλίτοις καὶ μόροις· τὸ δὲ ἡλισμένον ἐν κα-
θαρᾷ διὰ τὴν δριμύτητα παραπλησίως ἅλμῃ καὶ θαλάττῃ.
καὶ δὴ καὶ ξύσει μὲν τοῦτο, θάτερον δ᾿ οὐ ξύσει. μὴ τοίνυν
μήτε ξύειν ἁπλῶς λέγομεν τοὔλαιον πάντως τἀντὸς, ἢ δια-
χωρήματα ποιεῖν αἱματώδη, μήτε πραΰνειν δήξεις, ἀλλὰ τὸ
μὲν ἁλῶδες ἐν καθαρᾷ ξύειν, τὸ δ᾿ ἄναλον ἐν φλεγματώδει
μὴ ξύειν.
02.12 ᾿Ενίοτε δὲ κατὰ συμβεβηκὸς ἰάσαιτ᾿ ἂν
δήξεις τὸ ἁλμῶδες, ὥσπερ καὶ τὸ μελίκρατον καὶ ἅλμη καὶ
γάλακτος ὀῤῥός. συνεξάγονται γὰρ σὺν αὐτοῖς ἐνίοτε ταῦτα
τὸν τὴν δῆξιν ἐργαζόμενον χυμὸν, ἰάματά τε γίγνεται δή-
ξεως ὁμοίως τοῖς ἄλλοις ἅπασιν, τοῖς ἀποπλύνουσί τε καὶ
ῥύπτουσιν. ἀλλὰ μετὰ τὴν ἔνεσιν οὐχ ὅπως παύει τὰ
τοιαῦτα φάρμακα τὴν δῆξιν εὐθὺς, ἀλλὰ καὶ παροξύνει.
τῷ γὰρ τῆς κενώσεως λόγῳ τὴν ἴασιν, οὐ τῷ τῆς ἐπικρά-
σεως ἐργάζεται. κηρωτὴ μέντοι πολλάκις ἐνεθεῖσα διὰ ῥοδί-
νου καὶ στέατος ἢ πιμελῆς, ἐν τῷ παραχρῆμα τὰς δήξεις
ἰάσατο τῷ τῆς ἐπικράσεως λόγῳ. καὶ μὲν δὴ καὶ ἔλαιον
[11.489]
αὐτὸ μόνον γλυκύτατον τοῦτο πολλάκις ἔδρασεν, ὥσπερ
οὖν καὶ στέαρ τράγου, ἢ χόνδρου χυλὸς, ἢ κηρωτὴ δι᾿
ἐλαίου γλυκέος. ἡμεῖς δὲ καὶ τοῖς διά τινα ψύξιν ἀλγοῦσι
τἀντὸς ἐνιέντες ἐλαίου θερμοῦ παραχρῆμα πολλάκις ἀνω-
δύνους εἰργασάμεθα. καὶ εἰ μείζονα δὲ τὴν ψύξιν εἶναι
στοχαζόμεθα, προσεπιβάλλομεν ἄνηθον, θερμαίνοντες τοὔ-
λαιον, εἰ δ᾿ ἔτι μείζονα, καὶ πήγανον καὶ ἄσφαλτον. τοι-
αῦτα οὖν ἅπαντα τοῖς πολλοῖς τῶν ἰατρῶν οὐκ εἰδόσιν
οὔτε τὴν ὑπὸ δυσκρασίας γινομένην ὀδύνην διορίσασθαι
τῆς ὑπὸ κακοχυμίας, οὐδ᾿ ὅτι τῶν ἐνιεμένων φαρμάκων
ὀδύνης ἕνεκα τὸ μὲν τῷ θερμαίνειν τὸ κατεψυγμένον μό-
ριον ἰᾶται, τὸ δὲ τῷ κενοῦν τὸν δάκνοντα χυμὸν, τὸ δὲ
τῷ κατακεραννύναι. πολλάκις δὲ καὶ μικταὶ γίνονται δια-
θέσεις ἐκ δυσκρασίας τε ἅμα καὶ δήξεως, ἐφ᾿ ὧν ἡμεῖς
εἰώθαμεν ἀνήθινον ἢ πηγάνινον ἔλαιον ἐγχεῖν ἐναποτή-
ξαντες αὐτῷ χήνειον στέαρ· εἰ δὲ μὴ παρείη τοῦτο, τὸ
[11.490]
γοῦν ὀρνίθειον· εἰ δὲ μηδὲ τοῦτο, τῶν ἄλλων τι. μηδενὸς
δὲ παρόντος τούτων ἀδήκτου μίγνυμεν κηροῦ, καλῶ δ᾿
οὕτως τὸν πεπλυμμένον, ἢ καὶ νὴ Δία τοὔλαιον αὐτὸ τὸ
λελευκασμένον ἐγχεόμενον. ἀνάλογον γάρ ἐστιν ἀδήκτῳ
κηρῷ καὶ τοῦτο. προπετὴς οὖν ἀπόφασίς ἐστι καὶ ἀδιό-
ριστος ἥ τε τῶν δακνῶδες ἐν παντὶ καιρῷ πᾶν
ἔλαιον ἥ τε τῶν παρηγορικὸν ἀποφηναμένων. τὸ
μὲν γὰρ ἁλμῶδες δακνῶδες, τὸ δ᾿ ἄναλον καὶ γλυκὺ
παρηγορικὸν ὅσον ἐφ᾿ ἑαυτῷ. δόξειε γὰρ ἄν ποτε καὶ τοῦτο
παρὰ τὰς διαθέσεις αἷς προσφέρεται μηκέτι εἶναι τοιοῦ-
τον. ἕκαστον γὰρ τῶν ἐπικεραννύντων φαρμάκων ἰσχυρό-
τερον γιγνόμενον τῶν δακνόντων χυμῶν ἀμβλύνει τὴν δῆξιν
αὐτῶν. ἀλλ᾿ ἂν ἰσχυροτέραις ταῖς δυνάμεσιν, ἢ πολλαῖς
ὀλίγον ἀναμιχθῇ, συνδιαφθείρεταί τε καὶ τρέφει τὴν κακο-
χυμίαν, ὅθεν καὶ κενοῦν δεῖ παραχρῆμα τοὺς ἐκ τῶν ἐπι-
κεραστικῶν παροξυνομένους, ὡς ἂν πολλῆς καὶ δυσκινήτου
διαφθορᾶς πεπληρωμένους.
[11.491]
02.13 Οὕτως οὖν καὶ τὸ γάλα πολλάκις ἅμα
τῷ προσενεχθῆναι τοῖς μὲν ὀξύνεται, τοῖς δὲ κνισοῦται,
πρὶν καλῶς πεφθὲν ἐπικεράσαι τὴν διαφθοράν. καὶ χρὴ τού-
των πρότερον ἐκκενώσαντας τὸ πολὺ τῆς κακοχυμίας οὕτω
προσφέρειν καὶ χόνδρον καὶ πτισάνην καὶ γάλα καὶ τἄλλα
ὅσα καλῶς πεφθέντα πρὸς εὐχυμίαν συντελεῖ, μὴ μέντοι μήτε
τὰς χείρους μήτε τὰς ἐναντίας ἔχειν δυνάμεις ὅσον ἐπὶ τούτῳ
νομίζειν ἅπαντα μήτε παραλιπεῖν ἐν τοῖς λόγοις ἑκόντα
τῶν γιγνομένων θάτερα, καθάπερ ᾿Αρχίδαμος ἐπ᾿ ἐλαίου
τῶν μὲν δακνομένων ὀφθαλμῶν ἐμνημόνευσεν καὶ τῆς κερ-
χνώδους φάρυγγος καὶ τῆς ξυομένης γαστρὸς, ὅτι δὲ πολλά-
κις καὶ στόμαχον ἰσχυρῶς δακνόμενον ἔλαιον γλυκὺ ποθὲν
ἰάσατο παραχρῆμα καὶ τὰς καθ᾿ ὅλην τὴν γαστέρα δήξεις
ἐνεθὲν ἐπράϋνε καὶ τὰς ἀπὸ θαψίας τε καὶ ἀκαλήφης καὶ
σκίλλης κατὰ τὸ δέρμα γιγνομένας ἐπαλειφθὲν ἔπαυσεν, οὐκ
ἔτ᾿ ἐμνημόνευσεν. ἐγὼ δ᾿ οὐκ ἀμφισβητῶ μὲν οὐδ᾿ αὐτὸς,
οὐδ᾿ ἀπιστῶ τοῖς φάσκουσιν ἐν ἅπασι σχεδὸν τοῖς οὖσι πολ-
λὰς καὶ διαφερούσας περιέχεσθαι δυνάμεις, ἀλλὰ καὶ δείξειν
[11.492]
ἐπαγγέλλομαι τοῦτο κατὰ τὸν ἑξῆς λόγον. οὐ μὴν τούτου
γε ἕνεκα καὶ τὴν ἐν ἑκάστῳ κρατοῦσαν ἄγνωστον εἶναί
φημι. διοριζομένῳ δέ σοι τὸ καθ᾿ αὑτὸ τοῦ κατὰ συμβε-
βηκὸς ἐπιγνωσθήσεται σαφῶς ἅπαντα. θέασαι γὰρ ὡδί
πως ἑκάτερον ἐπὶ παραδειγμάτων, ὑπόδειγμα θέμενος ἐν
τῷ λόγῳ δύο τινὰς ἀνθρώπους δακνομένους μὲν ὁμοίως
τὸ τῆς γαστρὸς στόμα, προσφερομένους δὲ χυλὸν πτισά-
νης ἢ χόνδρον ἢ ἄρτον πλυτὸν, εἶτα τῷ μὲν ἑτέρῳ παυο-
μένην τὴν δῆξιν, αὐξανομένην δὲ θατέρῳ, πότερον οὖν
ὅσον ἐφ᾿ ἑαυτῷ δακνώδης ἐστὶν ὁ χυλὸς τῆς πτισάνης, ἢ
ὁ χόνδρος, ἢ ὁ ἄρτος, κατὰ δέ τι συμβεβηκὸς ἐπὶ θατέρου
τῶν ἀνθρώπων οὐχ ὅπως ηὔξησεν, ἀλλὰ παρηγόρησεν τὴν
δῆξιν; ἢ παρηγόρησεν μὲν ὅσον ἐφ᾿ ἑαυτῷ, κατὰ δέ τι
συμβεβηκὸς ἐπὶ θατέρου παρώξυνεν; ἐγὼ μὲν ἐπικεραστικὸν
ὑπάρχοντα κατά γε τὴν ἑαυτοῦ φύσιν φημὶ τὸν χυλὸν τῆς
πτισάνης, ἢ τὸν χόνδρον, ἢ τὸν ἄρτον, ἢ νὴ Δία τὸ γάλα,
παροξύνεσθαι δὲ θατέρῳ τῶν ἀνθρώπων τὴν δῆξιν, τῷ
φθάσαι νικηθῆναι πρὸς τῆς διαφθορᾶς. οὕτω δὲ καὶ τοὺς
[11.493]
παλαιοὺς ἰατροὺς σχεδὸν ἅπαντας οἶδα γινώσκοντας, ὥσπερ
γε καὶ τῶν νεωτέρων τοὺς ἀρίστους, εἴη δ᾿ ἄν τις ἴσως ἐμὲ
λανθάνων. οὐδὲν γὰρ ἀτόλμητόν ἐστιν ἐνίοις τῶν νεωτέρων
ἰατρῶν, ὡς ἀποφῆναι τῇ μὲν αὐτοῦ φύσει τὰς διαφθορὰς
αὐξάνειν τὸν χόνδρον, ἢ τὸν ἄρτον, ἢ τὴν πτισάνην, ἐπ᾿ ἐνίων
μέντοι κατά τι συμβεβηκὸς πραΰνειν. ἀλλ᾿ ὁ μὲν ταῦτα
λέγων οὐδεμίαν ἀπόδειξιν εἰπεῖν ἔχει τῆς ἀποφάσεως. ἡμεῖς
δὲ λέγομεν ὡς εἴπερ ἡ πτισάνη φύσει κακόχυμος ἦν, οὔποτ᾿
ἂν ἐπράϋνε δήξεις. ἀλλὰ μὴν ὁρᾶται καὶ ἄνωθεν λαμβα-
νομένη καὶ διὰ τῆς ἕδρας ἐνιεμένη πραΰνουσα πολλάκις, ᾧ
δῆλον ὅτι κατὰ μὲν τὴν ἑαυτῆς φύσιν εὔχυμός ἐστιν. συν-
διαφθειρομένη δ᾿ ἐνίοτε τοῖς τὰς δήξεις ἐργαζομένοις χυμοῖς
αὐξάνει τὸ σύμπτωμα.
02.14 Τάχ᾿ οὖν ἔροιτό τις ἡμᾶς εἰ μηδὲν τῶν
κακοχύμων ἰάσατό ποτε δῆξιν; ἐγὼ δὲ τοῦτο μὲν οἶδα οὐκ
ὀλιγάκις γιγνόμενον, ἀλλ᾿ οὐκ ἐπικεραννύντα φημὶ, ἀλλὰ τὸ
δάκνον ἅμ᾿ ἑαυτοῖς συνεξάγοντα τὰ τοιαῦτα τῶν φαρμάκων
ἰᾶσθαι τὰς δήξεις. καὶ διὰ τοῦτο παραχρῆμά τε καὶ μέχρι
[11.494]
περ ἂν ἐκκενωθῇ δάκνειν τε τὸν ἄνθρωπον ἀπολιπεῖν τέ
τινα τραχεῖαν αἴσθησιν ἐν τοῖς μέρεσιν, ἑτέρου φαρμάκου
δεομένην, οὐ μὴν τά τε εὔχυμα καὶ γλυκύχυμα. καὶ γὰρ καὶ
ἐν τῷ παραχρῆμα πραΰνει καὶ χωρὶς τοῦ κένωσιν ἐργάζεσθαι,
καὶ τραχεῖαν οὐδεμίαν αἴσθησιν ἐπάγει, τοὐναντίον δ᾿ ἅπαν
αὐτὰ τῶν τραχειῶν ἐστιν αἰσθήσεων ἰατικά. τὸν γοῦν χόν-
δρον καὶ τὸ γάλα καὶ τὴν πτισάνην ἐπὶ τῶν τοιούτων δια-
θέσεων ἐσθίειν τε δίδομεν ἐνίεμέν τε διὰ τῆς ἕδρας, ἐπειδὰν
ἤτοι διὰ μέλιτος, ἢ ἄλλου τινὸς τῶν τοιούτων ἀποῤῥύψωμεν
τὸ λυποῦν. ἐν τούτῳ δὲ τῷ καιρῷ καὶ στέαρ ἡμῖν γίγνεται
χρήσιμον καὶ κηρωτὴ γλυκεῖα καὶ ἔλαιον γλυκύ. λέγειν δέ με
νόμιζε καὶ νῦν καὶ κατὰ τὸν ἑξῆς λόγον ἅπαντα γλυκέα καὶ
χωρὶς ἁλῶν σκευαζόμενα καὶ τὰ πεπλυμμένα. τέσσαρσι τοίνυν
γνωρίσμασιν ἔχων διορίσασθαι τὸ καθ᾿ ἑαυτὸ τοῦ κατὰ
συμβεβηκὸς πραϋντικοῦ, ῥᾳδίως ἑξευρήσεις ἑκάστου τῶν
τοιούτων φαρμάκων τὴν δύναμιν. ἔστι δὲ τὰ τέσσαρα γνω-
ρίσματα ταῦτα. πρῶτον μὲν τὸ παραχρῆμα πραΰνειν, ἢ μὴ,
καὶ δεύτερον τὸ συνεκκενοῦσθαι τὰ λυποῦντα, ἢ μὴ, καὶ
[11.495]
τρίτον τὸ καταλιπεῖν τινα τραχύτητα περὶ τοῖς σώμασιν, ἢ
μὴ, καὶ τέταρτον, εἰ μὴ τοῖς οὕτως ἔχουσι χρηστὸν φαί-
νοιτο. τὸ μὲν γὰρ μήτε ἐν τῷ παραχρῆμα πραΰνειν τὰς
δήξεις, ἀλλὰ μετὰ πλείονός γε σφοδρότητος ἐκκρινόμενον
μήτε μένειν ἔνδον ἰώμενον, ἀπολεῖπόν τέ τινα περὶ τοῖς
σώμασιν ἀνιαρὰν τραχύτητα, παροξῦνόν τε ταύτην εἰ προσα-
χθείη δεύτερον, ἀναβρωτικὸν μέν ἐστιν καὶ δακνῶδες τῇ
φύσει, κατὰ συμβεβηκὸς δέ ποτε δήξεις ἰᾶται, τὸ δὲ κᾀν
τῷ παραχρῆμα πραϋντικὸν ἔκκρισίν τε μηδεμίαν ἐρεθίζον,
ἀλλὰ μηδὲ τραχῦνον ἐν τῷ μένειν, ἴαμά τε τῶν τετραχυ-
μένων γιγνόμενον αὐτὸ μὲν φύσει χρηστόν ἐστι, δακνῶδες
δ᾿ ὑπὸ τῆς ἀλλοιούσης αὐτὸ καὶ διαφθειρούσης κακοχυμίας
ἔστιν ὅτε γίγνεται. ταῦτ᾿ εἴρηταί μοι καὶ ἅμα τε τὸν και-
ρὸν ἢ τὸν τρόπον τῆς χρήσεως ἑκατέρου τοῦ γένους τῶν
φαρμάκων ἅμα τε τὴν τῆς δυνάμεως εὕρεσιν ὁ λόγος ἐδί-
δαξεν, ἀπέδειξέ τε καὶ πτισάνης χυλὸν καὶ χόνδρον καὶ
τράγον καὶ γάλα καὶ ἄρτον πλυτὸν ἐκ τῶν εὐχύμων ὑπάρ-
χοντα, καὶ μὲν δὴ καὶ πιμελὴν καὶ στέαρ, ἔλαιόν τε γλυκὺ
[11.496]
καὶ κηρὸν γλυκὺν, ἐκ τῆς τῶν παρηγορικῶν ὄντα φύσεως.
εἴη δ᾿ ἂν καὶ γλυκὺς κηρὸς ὁ τῇ φύσει τοιοῦτος, ὡς ἔνιοί γε
πικροὶ γευομένοις εἰσὶ, καὶ ὁ πρὸς τῷ τοιοῦτος εἶναι καὶ πε-
πλυμμένος ἐν ὕδατι χρηστῷ.
02.15 Χρὴ δὲ πλύνειν οὐ κηρὸν μόνον, ἀλλὰ
καὶ πίτταν καὶ ῥητίνην, ἔλαιόν τε καὶ πᾶν ὁτιοῦν ἄλλο τοιοῦ-
τον τὸ μὴ κεραννύμενον ὕδατι προθερμαίνοντας συμμέτρως,
εἶτα κατάῤῥοντας εἰς ἀγγεῖον πλατὺ καὶ μέγα, πλῆθος ὕδατος
ἔχον ἐν ἑαυτῷ καθαρωτάτου τε ἅμα καὶ ἀποιοτάτου. τούτῳ
γὰρ ἐναποτίθεται τὸ πλυνόμενον ὅ τί περ ἂν εἴη τὴν ἑαυ-
τοῦ δριμύτητα. χρὴ δὲ καὶ ἀνατρίβειν αὐτὸ καὶ κόπτειν καὶ
θλᾷν καὶ μαλάττειν ταῖς χερσὶν ἱκανῶς, ἵνα πᾶν μόριον
ὁμιλήσῃ τοῦ πλυνομένου φαρμάκου τῷ ὕδατι, καὶ τοῦτο
ποιήσαντας ἀποχεῖν μὲν τὸ πρότερον ὕδωρ, αὖθις δὲ
θερμαίνοντας τὸ πλυνόμενον εἰς ἕτερον ὕδωρ ἐμβάλλειν
ὁμοίως καθαρὸν, ἀνακόπτειν δὲ χρὴ μέχρι πλείστου πάλιν,
ἄχρις ἂν ἐναπόθηται τῷ ὕδατι τὴν ἑαυτοῦ ποιότητα. πάρεστι
δέ σοι τοῦτο καὶ γευομένῳ διαγινώσκειν, εἶτα καὶ τρίτον καὶ
[11.497]
τέταρτον καὶ πολλάκις ἐφεξῆς τοῦτο ποιεῖν, ἄχρι περ ἂν
μηκέτι μηδεμίαν ἐκ τοῦ πλυνομένου φαρμάκου ποιότητα δέχη-
ται τὸ ὕδωρ. οὕτω μὲν οὖν ἅπαντα τὰ θερμαίνεσθαί τε καὶ
χεῖσθαι δυνάμενα πλύνειν. εἰ δέ τι λιθῶδες εἴη καὶ σκληρὸν,
ὡς ἡ καδμεία καὶ ἡ τοῦ χαλκοῦ λεπὶς, ὅ τε κεκαυμένος χαλ-
κὸς, ἀκριβῶς ἐκεῖνα καταθραύσαντας εἰς λεπτὰ τρίβειν ἐπι-
πλεῖστον ἐν ὕδατι πηγαίῳ τε καὶ καθαρωτάτῳ, πολλάκις
ἀποχέοντας τὸ πρότερον, ἔστ᾿ ἂν μήτ᾿ ἐφίστηται μηδὲν, εἰ
κατασταίη τὸ ὕδωρ, ἄποιόν τε τοῦ τριβομένου φαρμάκου
γίγνηται, μέχρι δ᾿ ἂν ἤτοι τῆς ποιότητος αὐτοῦ τι φαίνοιτο
γευομένοις, ἢ ἐφίστηταί τι μέχρι τοσοῦδε καὶ τρίβειν καὶ
ἀποχεῖν. ἂν γὰρ οὕτω πλύνῃ τις ὁτιοῦν τῶν πλυθῆναι δυνα-
μένων, ἄδηκτον γίγνεται. καὶ δὴ καὶ τοὔλαιον οὐκ ἄδηκτον
μόνον, ἀλλὰ καὶ λευκότερον ἐν τῷδε φαίνεται γιγνόμενον.
χρὴ δὲ μὴ ἀνακόπτειν ὁμοίως αὐτὸ πίττῃ καὶ κηρῷ καὶ ῥητίνῃ
σφοδρῶς, ἵνα μὴ δύσλυτος ἡ πρὸς τὸ ὕδωρ αὐτοῦ γένηται
μίξις, ἀλλ᾿ ἐασάντων ἀτρεμῆσαι ῥᾳδίως λαβεῖν ἐποχούμενον.
εἰσὶ καὶ ἕτεροι τρόποι λευκάνσεως ἐλαίου παρὰ τοῖς τά τε
[11.498]
τῶν σκευασιῶν βιβλία γεγραφόσι καὶ τὰ περὶ τῆς ὕλης,
ὥσπερ καὶ τὰ παρὰ τῷ Διοσκουρίδῃ κατὰ τὸ πρῶτον.
ἀλλ᾿ ἐκείνων μὲν οἱ πλείους ἐκδαπανῶντες τὸ ὑδατῶδες καὶ
τὸ πυῤῥὸν τοῦ ἐλαίου τὸ ὑπόλοιπον ἀποφαίνουσι λευκὸν, ὁ
δὲ διὰ τῆς πλύσεως οἷον ἀποῤῥύπτων αὐτὸ καὶ ἀπομάττων.
02.16 Περὶ μὲν δὴ τῆς τῶν πλυτῶν φαρμάκων
καὶ λευκαινομένων διαθέσεως καὶ αὖθις εἰρήσεται. ἐπὶ δὲ τὸ
προκείμενον ἐπάνειμι. ἔλαιον εἰ μήτε τὸ καλούμενον ὀμφά-
κινον εἴη, στυπτικὸν γὰρ τοῦτό γε, μήτε μεθ᾿ ἁλῶν ἐσκευασ-
μένον, ἀλλὰ μηδὲ πρόσφατόν τε καὶ οἷον ζέον ἔτι καὶ πρὸς
τούτοις ἅπασιν ἐπιμελῶς εἴη πεπλυμμένον, οὔτε πινόμενον
οὔτε ἐνιέμενον ἐργάσεται δῆξιν. εἰ δὲ κερχνῶδές ἐστι τῆς φά-
ρυγγος, οὐδὲν ἂν εἴη τοῦτό γε πρὸς τὸ δακνῶδες ὑπάρχειν
αὐτό. πᾶν μὲν γὰρ τὸ δάκνον καὶ δριμὺ καὶ κερχνῶδες, οὐ
μὴν ἅπαν τὸ κερχνῶδες δάκνον καὶ δριμύ. μόνως γὰρ οὕτως
ἂν ἀπεδείχθη τοὔλαιον δακνῶδες, εἰ πᾶν τὸ κερχνῶδες
ὡμολόγητο δακνῶδες ὑπάρχειν. ἥκει τοίνυν πάλιν ἐνταῦθα
[11.499]
τὸ παρὰ τὴν ἀναστροφὴν τοῦ συνημμένου, σφάλματος μικρὸν
τοῦτο καὶ φαῦλον. ἅπαν μὲν γὰρ ὡμολόγηται τὸ δάκνον
εἶναι κερχνῶδες. ὡμολόγηται δὲ καὶ τοὔλαιον ὑπάρχειν κερ-
χνῶδες. ἀλλ᾿ ἐκ τῶν ὑποκειμένων τούτων οὐ περαίνεται
δακνῶδες εἶναι τοὔλαιον, οὔτε κατηγορικὰς οὔτε ὑποθε-
τικὰς ἡμῶν ποιησάντων τὰς προτάσεις, τῷ μήτ᾿ ἐκ δύο
καθόλου καταφατικῶν ἐν δευτέρῳ σχήματι περαίνεσθαί τι
μήτε τὸ συνημμένον ἐξ ἀνάγκης ἀληθεύεσθαι. γενήσονται δ᾿
ἐν μὲν τῷ κατηγορικῷ συλλογισμῷ δύο προτάσεις αἵδε, πᾶν
τὸ δάκνον κερχνῶδες, πᾶν ἔλαιον κερχνῶδες, ἐξ ὧν ὁμολο-
γηθέντων οὐδὲν περανθήσεται. τὴν δ᾿ ὑποθετικὴν πρότα-
σιν, ἣν οἱ περὶ τὸν Χρύσιππον ἀξίωμα συνημμένον ὀνο-
μάζουσιν, οὐκ ἔχομεν ἀληθῆ λαβεῖν οὔτ᾿ ἐξ αἰσθήσεως οὔτ᾿
ἐξ ἀκολουθίας λογικῆς. οὐ μὲν γὰρ ἢ δι᾿ αἰσθήσεως, ἢ ἀπ᾿
αἰσθήσεως, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθελήσει, τὰ τοιαῦτα
τῶν ἀξιωμάτων εἴληπται, πᾶν τὸ δακνῶδες καὶ κερχνῶδές
ἐστι, καὶ εἴ τι δακνῶδες, τοῦτο καὶ κερχνῶδές ἐστιν, οὔτ᾿
εἰ πᾶν τὸ δακνῶδες καὶ κερχνῶδές ἐστιν, ἤδη καὶ τὸ κερ-
[11.500]
χνῶδες ἅπαν ὑπάρχει δακνῶδες, οὔτε τῷ πᾶν εἴ τι δακνῶδές
ἐστιν, τοῦτο καὶ κερχνῶδες ὑπάρχειν, ἕπεται τὸ πᾶν εἴ τι κερ-
χνῶδές ἐστιν, καὶ δακνῶδες ὑπάρχειν, ἀλλὰ τὸ μὲν εἰ μὴ
κερχνῶδες οὐδὲ δακνῶδες ἀληθές. ἀντιστρέφει γὰρ, οὐ μὴν
εἴ τι κερχνῶδες, εὐθὺς καὶ δακνῶδες· ἀναστρέφει γὰρ τοῦτο.
δέδεικται δ᾿ ἐν ταῖς λογικαῖς μεθόδοις ὡς οἱ μὲν ἀντιστρέ-
φοντες τοῖς ἀληθέσι λόγοις ἀληθεῖς εἰσιν, οἱ δὲ ἀναστρέφον-
τες οὐκέτι πάντως ἀληθεῖς. εἴπερ οὖν οὐκ ἐξ ἀνάγκης
ἀληθές ἐστιν τὸ εἴ τι κερχνῶδές ἐστιν, τοῦτο εἶναι εὐθὺς
καὶ δακνῶδες, οὐδ᾿ ἂν τὸ ἔλαιον ἐκ τοῦ κερχνῶδες εἶναι
καὶ δακνῶδες δεικνύοιτο. μόνως γὰρ ἂν εἴπερ ὡμολόγητο,
πᾶν τὸ κερχνῶδες δακνῶδες ὑπάρχειν, ἀληθῶς ἂν εὑρέθη τὸ
τοιοῦτον συνημμένον, εἰ κερχνῶδές ἐστι τὸ ἔλαιον, καὶ δα-
κνῶδές ἐστιν, ἵνα ἕπηται τούτῳ τῷ λόγῳ προσλήψεως τοιᾶσδε
γενομένης· ἀλλὰ μὴν κερχνῶδές ἐστι τὸ ἔλαιον, ἕπεται τὸ
συμπέρασμα κατὰ τὸν πρῶτον ἀναπόδεικτον τοιοῦτον, δα-
κνῶδες ἄρα ἐστὶ τὸ ἔλαιον. ἀλλὰ γὰρ οὐχ οὕτως ἐπιχειρητέον
[11.501]
ἦν αὐτοῖς, ὡς εἴ τι δακνῶδες, εὐθύς ἐστι τοῦτο καὶ κερχνῶ-
δες, ἀλλ᾿ ὅτι μόνα τὰ δακνώδη κερχνώδη· εἴη γὰρ ἂν οὕτω
τὰ κερχνώδη πάντα δακνώδη. τοῦτο δ᾿ αὐτὸ, τὸ μόνα τὰ
δακνώδη κερχνώδη φαίνεσθαι, παρά τε τὴν αἴσθησιν εἴρηται.
φαίνεται γὰρ καὶ τὰ λιπαρὰ κερχνώδη καὶ τὸ ζητούμενον
ἑτοίμως εἴληπται, μήτ᾿ ἐξ αἰσθήσεως μήτ᾿ ἐξ ἀποδείξεως
πιστωθέν. ἔτι τε πρὸς τούτοις ἀγνοούντων ἐστὶν ἀνθρώ-
πων, ὁποία τις ἡ τοῦ κέρχνειν ἐστὶ διάθεσις, ἣν ἴσως ἄμεινον
αὐτοῖς ἐξηγήσασθαι.
02.17 Συμβαίνει δὲ τὸ κέρχνειν ἀνωμαλίας τινὸς
ἐν τῇ φάρυγγι συνισταμένης παρὰ φύσιν. εἰθισμένον γὰρ τὸ
πνεῦμα διὰ καθαρᾶς καὶ λείας ἀεὶ φέρεσθαι τῆς ὁδοῦ, ἐπει-
δὰν προσκόπτῃ τισὶν ἐξοχαῖς κατ᾿ αὐτὴν, κλόνον τέ τινα
καὶ οἷον ἀνώμαλον σεισμὸν ἐργάζεται κατὰ τὴν φάρυγγα, καὶ
οὕτως ἐρεθίζεται πρὸς βῆχα τὸ ζῶον. ὥσπερ γὰρ καὶ
ἄλλα πολλὰ σωτηρίας ἕνεκα τοῖς ζώοις ἡ φύσις ἐναπειργά-
σατο σύμφυτα πάθη, κατὰ τὸν αὐτὸν τρόπον καὶ πταρμὸν
καὶ βῆχα. πταρμὸν μὲν ὑπὲρ τοῦ διώσασθαι τὰ κατὰ τὰς
[11.502]
ῥῖνας ἐρεθίζοντά τε καὶ λυποῦντα, βῆχα δ᾿ ὑπὲρ τοῦ τὰ κατὰ
τὴν φάρυγγα. διττὴ δ᾿ ἐστὶν ἡ τοιαύτη διάθεσις, ἢ αὐτοῦ
παρὰ τὴν ἀρτηρίαν ὑμένος ἀναξηραινομένου τε καὶ τραχυνο-
μένου, ἤ τινος ἀνωμάλου ἐν αὐτῷ φερομένου σώματος εἴτ᾿
οὖν ὑγροῦ τὴν φύσιν εἴτε καὶ στερεοῦ. διὰ τοῦτο κᾂν ἄρτου
τι μόριον σμικρὸν, ἤ τινος ἄλλου τῶν ἐδεσμάτων ἀκόντων
ἡμῶν παραδράμῃ ποτ᾿ εἰς τὸν τοῦ πνεύματος πόρον, ἀναγ-
καζόμεθα βήττειν, κᾂν πινόντων ἡμῶν ἀθρόον τι παραῤῥυῇ
τοῦ πόματος, ὁμοίως ἐρεθίζεται καὶ βῆχα προσκαλεῖται. παρη-
θεῖται μὲν γὰρ ἀεί τι κατὰ τὴν τραχεῖαν ἀρτηρίαν εἰς τὸν
πνεύμονα τοῦ πινομένου σμικρὸν οὕτως, ὡς ἀναρπάζεσθαί
τε πρὸς τῶν ὀργάνων αὐτίκα καὶ διαδίδοσθαι πάντη ῥᾳδίως.
οὐ μὴν οὐ διΐσταταί γε ἀθρόον οὐδαμόθι κατὰ τὰς ὁδοὺς τοῦ
πνεύματος, οὐδ᾿ ἐρεθίζεται πρὸς βῆχα τὸ ζῶον. ἐπειδὰν δ᾿
ἤτοι τοῦτο πλέον, ἢ ἄλλο τι τοιοῦτον ὑγρὸν, ἢ στερὸν σῶμα
κατὰ τὴν τραχεῖαν ἀρτηρίαν ἐμφέρηται, βήττειν ἀναγκαῖον
ἤδη τοὐντεῦθεν, ἄχρι περ ἂν ὑπὸ τῆς σφοδρότητος τοῦ πνεύ-
ματος ἐκβρασθῇ τὸ λυποῦν. ἀνάλογον δέ τι τῷδε συμβαίνει,
κᾀπειδὰν αὐτῷ τῷ κατὰ τὴν ἀρτηρίαν ἔνδον ὑμένι τραχυνθέντι
[11.503]
προσκόπτῃ τὸ πνεῦμα, πλὴν ἀλλ᾿ ἥ γε διάθεσις αὕτη τῆς
προειρημένης ἐστὶν ἑτέρα. αὕτη μὲν γὰρ ἀφαιρεῖταί τι καὶ
ἀποξύεται τοῦ τῆς ἀρτηρίας ὑμένος, ἔσωθεν δὲ προσπίπτει
κατὰ τὴν προτέραν διάθεσιν. τὸ κοινὸν δ᾿ ἀμφοῖν ἐστιν ἡ
ἀνωμαλία τῆς τοῦ πνεύματος ὁδοῦ. λέλεκται δ᾿ ἐπιπλέον ὑπὲρ
αὐτῶν ἐν ταῖς τῶν συμπτωμάτων αἰτίας. ἀλλ᾿ εἴς γε τὸ παρὸν
ἀπόχρη γινώσκειν ὡς τὰ μὲν δακνώδη πάντα τῷ τραχύνειν
τὴν φάρυγγα, τὰ δ᾿ ἐλαιώδη καὶ λιπαρὰ τῷ περιπλάττεσθαι
τὴν ἀνωμαλίαν τε καὶ τὴν κέρχνον ἐργάζεται. πᾶν γὰρ ὅ τι
περ ἂν ἔξω τῆς φύσεως ἐπιπίπτῃ τῷ χιτῶνι τῆς ἀρτηρίας,
ἐμπλάσσεταί τε δυσαπολύτως, ἄηθες μὲν τοῖς ὀργάνοις καὶ
τῷ δι᾿ αὐτῶν φερομένῳ πνεύματι, λυπηρὸν δὲ τῷ ζώῳ γίγνε-
ται. καὶ οὐ τοῦτό φημι νῦν, ὡς οὐχὶ καὶ τῇ ποιότητι δακνώδη
τὰ πλεῖστα τῶν ἐλαίων ἐστί. τά τε γὰρ ἁλῶν μετέχοντα καὶ
τὰ παντάπασι νέα δακνώδη πάντως ἐστὶν, οὐ διὰ τὴν ἰδίαν
αὐτῶν οὐσίαν, ἀλλ᾿ ὅτι πᾶσι τοῖς ἐκ τῶν φυτῶν χυλοῖς ἐμφέ-
ρεται περίττωμα διττὸν, ὡς καὶ Θεόφραστος μὲν ἱκανῶς ἐπέ-
δειξε καὶ ἡμεῖς δ᾿ ἐν τοῖς ἑξῆς ἐπιδείξομεν, ἕτερον μὲν τὸ πα-
[11.504]
χύτερον καὶ οἷον γεωδέστερον, ἕτερον δὲ τὸ λεπτότερον καὶ
ὑδατωδέστερον. ἔστι δὲ καὶ κατὰ τοὔλαιον ταῦτ᾿ ἄμφω χρό-
νου δεόμενα πρὸς σύμπεψίν τε καὶ διάκρισιν, ἀλλ᾿ ἐν τῷ
χρόνῳ τὸ μὲν ὑφίσταται, τὸ δ᾿ ἐκδαπανᾶται. καὶ πρότερόν
γε τὸ γεῶδες καὶ παχύτερον ὑφίσταται τὸ καλούμενον ἀμόργη,
θάτερον δὲ τὸ λεπτότερον καὶ οἷον ὑδατωδέστερον, ἔστι
πως καὶ τοῦτο σύνθετον, ἐξ ἀερώδους τέ τινος οὐσίας καὶ
λεπτῆς ὀῤῥώδους.
02.18 Τὸ δ᾿ ὀῤῥῶδες τοῦτο πυῤῥὸν μὲν τὴν
χρόαν ἐστὶ, τοῦ δ᾿ ὑφισταμένου καὶ παχέος καὶ γεώδους ἀπο-
μέμακται τὴν ποιότητα. αὐτὸ δὲ τοὔλαιον ἄδηκτόν τε καὶ
λευκόν ἐστι κατά γε τὴν ἑαυτοῦ φύσιν, ὅθεν ἐπειδὰν ἀποχω-
ρισθῇ τὸ λεπτὸν τοῦτο περίττωμα, λευκότερόν τε καὶ γλυ-
κύτερον ἑαυτοῦ γίγνεται. ἀποχωρίζεται δὲ τρόποις πολ-
λοῖς. ἢ γὰρ ἐν ἡλίῳ θερμῷ θέντες ἀγγεῖον εὐρύστομον ἐλαίου
μεστὸν, αἴροντες κόγχαις ἐξ αὐτοῦ πολλάκις ἄνωθεν κατα-
ράττουσιν, ἢ θερμὴν ὑποτιθέασιν τέφραν τοῖς περιέχουσιν
ἀγγείοις τοὔλαιον, ἡλιοειδῆ θερμασίαν ὡς ἔνι μάλιστα μιμού-
[11.505]
μενοι. φυλάττονται γὰρ τὴν πλείονα, μεταβάλλουσαν αὐτὸ
κατὰ ποιότητα καὶ κνισσοῦσαν ἑτοίμως, ἢ πυρῆνας ἐλαιῶν,
ἢ σῖτον ἐν κύκλῳ περιτιθέασιν, ἢ ἐπεμβάλλουσί τινα φάρ-
μακα τοῖς ἀγγείοις αὐτοῖς, ἑνὶ δὲ λόγῳ τὸ μὲν ὑδατῶδες
ἐξάγουσι καὶ δαπανῶσι, τὸ λοιπὸν δὲ φυλάττουσιν. ἐὰν οὖν
οὕτω γλυκὺ καὶ λευκὸν ἔλαιον λαβὼν, ᾧ μηδ᾿ ἀπ᾿ ἀρχῆς
ὑπῆρχε μετέχειν ἁλῶν, ἔτι δὲ καὶ πλύνεις, ὡς εἴρηται πρό-
σθεν, ἀδηκτότατόν ἐστί σοι τοῦτο πάντων φαρμάκων. καὶ
ἡμεῖς τοι πολλάκις τοιοῦτόν τισιν ἔλαιον ἐδώκαμεν πιεῖν καὶ
αὐτοί τε προσηνεγκάμεθα πείρας ἕνεκα καὶ ἦν ἄδηκτόν τε κατ᾿
ἔντερον ἀκριβῶς καὶ τῆς φάρυγγος ἥκιστα κερχνῶδες, ἐγχεό-
μενόν τε τοῖς ὀφθαλμοῖς βραχεῖαν αἴσθησιν ἔφερεν αὐτῷ
μόνῳ τῷ ξένῳ καὶ ἀήθει μᾶλλον ἢ τῇ δριμύτητι διοχλοῦν.
τὸ μὲν δὴ τοιοῦτον ἔλαιον, ἀκριβῶς ὑπάρχον ἔλαιον, ὑγραί-
νει τε πάντα καὶ μαλάττει, μήτε ψυχρὸν ἄκρως, ὡς εἴρηται,
μήτε θερμὸν προσφερόμενον. ᾧ δὲ καὶ τῶν ἁλῶν μέτεστιν,
ἔχει τι καὶ δήξεως ἐξ ἀνάγκης, ἀλλὰ θαυμάσαιμ᾿ ἂν εἴ τις
[11.506]
οὕτω πολλοὺς ἐμβάλλει τοὺς ἅλας, ὡς ἰσχυρότερον γενέ-
σθαι τῆς ἐλαιώδους τε καὶ λιπαρᾶς οὐσίας καὶ ἵνα τις
ἀποδείξηται τὸν ᾿Αρχίδαμον, ἐπικαίεσθαι λέγοντα τὸ δέρμα
τοῖς ἐν ἐλαίῳ τριβομένοις, ἐπεί τοι καὶ τοῦτο γιγνόμενον
οἶδα πολλάκις, ἄλλων τέ τινων ἕνεκα καὶ ποδάγρας καὶ
ἀρθρίτιδος. ἀνατρίβουσι γὰρ ἔνιοι τὰ πεπονθότα μόρια
σὺν ἐλαίῳ βραχεῖ λείοις ἁλσὶν, ἐν τοῖς διαλείμμασι δη-
λονότι καὶ οὐκ ἐν τοῖς παροξυσμοῖς, ὑπὲρ τοῦ ξηρᾶναι
καὶ διαφορῆσαι τὸ περιττὸν ἅπαν, εὐεξίαν τέ τινα καὶ
ῥώμην ἐνθεῖναι τοῖς ἀσθενέσι μορίοις. ἀλλ᾿ ἐν τούτῳ μὲν
οἱ ἅλες κρατοῦσιν, ἐν ἐλαίῳ δὲ κρατοῦνται. καὶ χρὴ τὸν
ἐπαλειφόμενον καὶ ἀνατριβόμενον πρὸς τὰ βρεχόμενα μᾶλ-
λον ἐν ἐλαίῳ παραβάλλειν ἤπερ τὰ ἑψόμενα, μὴ μέλλοντάς
γε καθεψήσειν ἐν ἐλαίῳ ζέοντι τὸν ἄνθρωπον, ἀλλ᾿ ἐπα-
λείφειν εὐκράτω. κάλλιον γὰρ ἦν, ὡς πολλάκις εἴρηταί μοι
καὶ πρόσθεν, αὐτὸ τὸ γιγνόμενον ὁρᾶν αἰσθητόν τε ὂν
καὶ σαφὲς ἀκριβῶς. οὐ γὰρ δήπου δεῖ τῶν ἔξωθεν παρα-
δειγμάτων ἐν τοῖς οὕτω γνωσθῆναι δυναμένοις. εἰ δ᾿ ἄρα
[11.507]
ποτὲ καὶ ἄδηλον εἴη τὸ ζητούμενον, ὡς τῆς ἐξ ἑτέρων δεῖσθαι
πίστεως, οὐδ᾿ οὖν οὐδ᾿ ἐνταῦθα ποῤῥώτατά τε καὶ ἀνομοιό-
τατα τίθεσθαι μαρτύρια τῆς τοῦ ζητουμένου δυνάμεως, ὑπερ-
βαίνοντας τὸ πλησιάζον. ἐναργὲς δήπου καὶ σαφὲς πᾶσίν
ἐστιν ὡς ἡ μετ᾿ ἐλαίου τρίψις ἀκοπωτέρα γε πολὺ τῆς ξηρᾶς
ἐστιν καὶ μαλάττει τὰ σώματα, συνέχουσα καὶ ἀποστέγουσα
μᾶλλον, ὅσον ἀποῤῥεῖν πέφυκεν ἡμῶν ἐκτὸς οὐ διαφοροῦσα
καὶ ξηραίνουσα. τοῦτο δὲ καὶ ὁ Διοκλῆς αὐτὸς ὡμολόγησεν,
ἐμπλαστικόν τε τῶν πόρων τοὔλαιον ἀποφηνάμενος εἶναι καὶ
τῶν ἀποῤῥεόντων ἐφεκτικὸν καὶ βυρσῶν μαλακτικόν. εἰ δ᾿
οὐκ ἤρκει τὸ φαινόμενον αὐτῷ καὶ διὰ τοῦτο τῶν ἔξωθέν τι
τεκμηρίων ἐπάγειν τῷ λόγῳ βέλτιον ἐνόμιζε, τῶν ἐν ἐλαίῳ
ψυχρῷ διαβρεχομένων ἐχρῆν αὐτὸν μνημονεύειν, οὐ τῶν ἐν
τῷ ζέοντι καθεψομένων.
02.19 ῞Ωσπερ ἐν τοῖς τοιούτοις ὑπερβαίνει
τὸ φαινόμενον, οὕτω κᾀν τῷ φάσκειν ἀνώμαλον γίγνεσθαι
τὴν ἐν ἐλαίῳ τρίψιν, ὀλισθανουσῶν τῶν χειρῶν. αὐτὸ γὰρ
δὴ τοὐναντίον ἅπαντες ἐναργῶς αἰσθανόμεθα, τῆς μὲν δι᾿
[11.508]
ἐλαίου τρίψεως ὁμαλοῦς γιγνομένης, ἀνωμάλου δὲ τῆς ξηρᾶς.
συνεπάγονται γὰρ ἐν ταῖς ξηραῖς τρίψεσιν αἱ χεῖρες τὸ δέρμα
καὶ οἷον διπλοῦσί τε καὶ ἐπιπτύσσουσιν ἐν αὐτῷ βεβαίως τε
καὶ παρὰ φύσιν. εἶθ᾿ ὅταν μηκέτι τὸ πρότερον οἷον ἐνδί-
πλωμα παραπτομέναις ταῖς χερσὶν ἕπεσθαι δύνηται, τουτὶ
μὲν ἀνατρέχει καὶ ἀνασπᾶται πρὸς τὸ συνεχὲς, αἱ χεῖρες δ᾿
ἀθρόως ἐφ᾿ ἕτερον τοῦ δέρματος μετέρχονται μόριον, ὑπερ-
βαίνουσαι τὸ κάτωθεν μέρος τῆς ἐνδιπλώσεως καὶ διὰ τοῦτο
καὶ σκληρᾶς καὶ ἀνωμάλου καὶ κοπώδους τῆς τοιαύτης τρίψεως
αἰσθανόμεθα· σκηρᾶς μὲν, ὅτι τε τείνεται βιαίως καὶ θλᾶται
τὸ δέρμα, διὰ δὲ τὰ αὐτὰ καὶ κοπώδους, ἀνωμάλου μὲν
διότι μὴ παντὶ μορίῳ τοῦ δέρματος αἱ τρίβουσαι χεῖρες ἐπι-
πίπτουσιν, ἀλλ᾿ ὑπερβαίνουσιν ἀεὶ τὸ κάτωθεν μέρος τῆς
ἐνδιπλώσεως. καὶ γίνεται τοῦτο διά τε τὰς φυσικὰς τοῦ δέρ-
ματος τραχύτητας, καὶ μάλιστα ἐν τοῖς παρηβῶσι σώμασιν, καὶ
ὅτι χαλαρόν ἐστι τοῖς ἄλλοις σχεδὸν ἅπασι, τοῖς τε ἰσχνοῖς
καὶ πρεσβύταις μάλιστα. λεῖον μὲν γὰρ, εἴπερ ἦν ὅλον ὁμα-
λῶς τὸ δέρμα καὶ τεταμένον ἀκριβῶς, οὐκ ἂν ἐπεπτύσσετο
[11.509]
ῥᾳδίως οὔτ᾿ ἀνωμάλους εἰργάζετο τὰς τῶν χειρῶν ἐπ᾿ αὐτοῦ
φορὰς, ἀλλ᾿ ἔθεον ἂν, οἶμαι, ῥᾳδίως εἰς τὸ πρόσθεν ἀπὸ τῶν
πρώτων ἑτοίμως ὀλισθάνουσαι πρὸς ἕτερα, τῷ μηδὲν ἅμ᾿
ἑαυταῖς συνεπάγεσθαι τοῦ δέρματος μόριον. ἐπεὶ δὲ χαλαρόν
τέ ἐστιν καὶ τραχὺ, δεῖταί τινος ἔξωθεν φαρμάκου τάς τε
ῥυτίδας ἀναπληρώσοντος αὐτοῦ καὶ τὸν ὄλισθον ταῖς τρι-
βούσαις χερσὶν παρέξοντος, εἰς ταῦτα δὲ οὐδὲν ἂν εὕροις
ἐπιτηδειότερον ἐλαίου. καὶ θαυμάσειεν ἄν τις ᾿Αρχιδάμου,
μήτε τὸ φαινόμενον ἐναργῶς αἰδεσθέντος μήτε τὸν ἐπ᾿ αὐτῷ
λόγον ἐξευρόντος, ἀλλ᾿ ἐν ἀμφοτέροις ἀποφηναμένου τἀναν-
τία. φαίνεται γὰρ ἀνώμαλος μὲν ἡ ξηρὰ τρίψις, ὁμαλὴ δὲ ἡ
σὺν τῷ ἐλαίῳ, μαρτυρεῖ τε τούτοις ὁ λόγος οὐχ ἥκιστα τὴν
αἰτίαν ἐξηγούμενος.
02.20 ᾿Αλλὰ περὶ μὲν ᾿Αρχιδάμου τε καὶ Διοκλέους
ἅλις εἴς γε τὰ παρόντα. βούλομαι γὰρ, ἐπειδή περ ἅπαξ ἐπὶ
τὸ δεικνύναι τὴν μοχθηρὰν ὁδὸν τῆς τῶν δυνάμεων εὑρέσεως
ἧκον ἐλαίῳ παραδείγματι χρώμενος ἐπεξελθεῖν τάχιστα τὸν
λόγον ἅπαντα. λεγόντων οὖν τῶν φιλοσόφων θερμὸν εἶναι
[11.510]
τοὔλαιον καὶ τεκμήριον τούτου τιθεμένων οὐ σμικρὸν, ὡς
οἴονται, τὸ τάχος τῆς εἰς τὴν φλόγα μεταβολῆς ἀντιλέγοντες
ἔνιοι τουτὶ μὲν ὑπάρχειν αὐτῷ φασιν, ὅτι λεπτόν τ᾿ ἐστὶ καὶ
ἀερῶδες. ἐκ δὲ τοῦ πήγνυσθαι ταχέως ἐν τῷ χειμῶνι σαφῶς
ἐνδείκνυσθαι τὴν ψύξιν. οὐ μόνον γὰρ οἴνου καὶ ὄξους, ἀλλὰ
καὶ αὐτοῦ τοῦ ὕδατος ἑτοιμότερον ὑπὸ τοῦ ψυχροῦ νικᾶ-
σθαι. πρὸς ταῦτα δὲ ἀντιλέγοντες ἕτεροι, τὸ μὲν ἀερῶδες
ὑπάρχειν αὐτὸ συγχωροῦσιν καὶ φαίνεσθαί γε σαφῶς τοῦτό
φασιν ἐκ τῆς κουφότητος, οὐ μὴν καὶ ψυχρόν γε εἶναι τὴν
δύναμιν ὁμολογοῦσιν. ἀέρα γὰρ ἅπαντα θερμὸν ὑπάρ-
χειν τὴν φύσιν, ὡς δηλοῖ καὶ ἡ γένεσις αὐτοῦ. λεπτυνθὲν
οὖν καὶ λυθὲν ὑπὸ θερμότητος ὕδωρ, ἀέρα γίγνεσθαι. καὶ
δῆλον ὡς ἐντεῦθεν αὐτοὺς διαδέχεται μέγιστον ζήτημα, τὸ
καὶ τοῖς ἐνδοξοτάτοις φιλοσόφοις ἠμφισβητημένον, ᾿Αριστο-
τέλους μὲν καὶ τῶν ὑπ᾿ αὐτοῦ θερμὸν ὑπολαμβανόντων εἶναι
τὸν ἀέρα, τῶν δ᾿ ἀπὸ τῆς στοᾶς ψυχρόν. ἀλλὰ καὶ περὶ τοῦ
πήγνυσθαι ταχὺ τὸ ἔλαιον, ὅπερ ἐδόκει τοῖς ψυχρὸν ἀποφαί-
νουσιν αὐτὸ τὸ μὴ σφοδρῶς πήγνυσθαι, καθάπερ τὸ ὕδωρ,
[11.511]
ἀντιπροτείνουσιν οἱ θερμὸν ὑπάρχειν αὐτὸ φάσκοντες. οὐδὲ
γὰρ οὐδὲ πῆξιν εἶναι τὸ γινόμενον ἐπ᾿ αὐτοῦ φασιν, ἂν ἀκρι-
βῶς ἐξετάζωμεν, ἀλλ᾿ οἷον σύστασίν τινα καὶ πάχυνσιν, καὶ
γίγνεσθαι τοῦτο λέγουσιν, ὅτι παχὺ καὶ γλίσχρον ἐστὶν, οὐχ
ὅτι ψυχρὸν, ὥστε κᾀνταῦθα πάλιν ὁ λόγος ἑκατέρωθεν εἰς
ἀπορίαν ἀφικνεῖται, τῶν μὲν ἐκ τοῦ θᾶττον ὕδατος ὑπὸ τῆς
ψύξεως νικᾶσθαι τοὔλαιον, τῶν δ᾿ ἐκ τοῦ μᾶλλον ὕδωρ
ἐλαίου πήγνυσθαι κατασκευαζόντων τἀναντία· πρὸς τῷ
τοίνυν ἐν τούτοις ἀμφισβητεῖν οὐδ᾿ ὡς ἀερῶδές ἐστιν ὁμολο-
γοῦσιν ἅπαντες. ἡ μὲν γὰρ κουφότης τούτου, φασὶ, σύμβο-
λον, ἡ μέντοι παχύτης οὐ σμικρὸν τεκμήριον τοῦ γεῶδες
ὑπάρχειν αὐτό. συνθέντες δ᾿ ἄμφω τινὲς ἀερῶδές τε ἅμα καὶ
γεῶδες εἶναί φασιν. εἰσὶ δ᾿ οἳ καταγελῶσι τούτων, ὡς τὸ
μάλιστα ὑπάρχον ἐλαίῳ, τὴν ὑγρότητα τελέως ἀφαιρουμένων
τῷ λόγῳ. πρὸς τοίνυν τούτοις ἐκ τοῦ γλίσχρον ὑπάρχειν αὐτὸ
τινὲς μὲν ψυχρὸν ἐπιδεικνύουσιν, τινὲς δὲ θερμὸν, καὶ τινὲς
μὲν ξηρὸν, ἔνιοι δ᾿ ὑγρόν. εἰ μὴ γὰρ συνῆκτο καὶ πεπύκνωτο
τὰ μόρια καὶ ἀλλήλων ἀκριβῶς εἴχετο, μὴ ἂν γενέσθαι γλί-
[11.512]
σχρον, ἔργα δ᾿ εἶναι ταῦτα σύμπαντα ψυχροῦ. διαχεῖν γὰρ
καὶ λύειν καὶ λεπτύνειν καὶ ἀπ᾿ ἀλλήλων χωρίζειν τὰ μόρια
τὴν τοῦ θερμοῦ φύσιν. οἱ δ᾿ αὖ τοὐναντίον οὐδ᾿ ἂν γενέσθαι
τι γλίσχρον φασὶν ἄνευ θερμότητος κρατούσης, ὡς κᾀν ταῖς
ἑψήσεσι δηλοῦσθαι τῶν χυλῶν ἁπάντων, ὅσοι τε βοτανῶν ἐκ-
θλίβονται καὶ ὅσοι καρπῶν. ὑδατώδεις γὰρ ὄντας τὰ πρῶτα καὶ
λεπτοὺς ταῖς συστάσεσιν καὶ διαῤῥέοντας, ἐπειδὰν ἑψηθῶσιν,
παχεῖς καὶ γλίσχρους γίνεσθαι. καὶ μὲν δὴ κᾀκ τῶν κατὰ
μέρος παραδειγμάτων ἑκάτεροι τἀναντία πιθανῶς κατασκευά-
ζουσιν, οἱ μὲν ἰξὸν καὶ μέλι καὶ πίτταν ὑγρὰν καὶ ῥητίνην,
ἕτερά τε τοιαῦτα τῶν ὁμολογουμένων γλίσχρων τε ἅμα καὶ
θερμῶν προτείνοντες. οἱ δὲ κωνείου καὶ ψυλλίου καὶ ἀνδρα-
φάξυος καὶ βλίτου χυλοῦ μνημονεύοντες, ἔτι δὲ πρὸς τούτοις
οἷον κολοφῶνά τινα τῷ λόγῳ τὸ φλέγμα προχειριζόμενοι·
σαφῶς γὰρ αὐτοῖς τοῦτο καὶ γλίσχρον εἶναι δοκεῖ καὶ ψυχρόν.
ἀλλὰ κᾀκ τοῦ τοῖς φλεβοτομουμένοις ἐπισταζόμενον ἔλαιον
εὔρουν ἐργάζεσθαι τὸ αἷμα τἀναντία κατασκευάζοντάς ἐστιν
ἰδεῖν ἑκατέρους. οἱ μὲν γὰρ ὡς τῇ θερμότητι χέον, οἱ δ᾿ ὡς
[11.513]
τῇ ψυχρότητι τὸν ὄλισθον παρέχον, ὁμοίως κρυστάλλῳ τὴν
εὔροιαν ἐργάζεσθαί φασιν αὐτό. κᾄπειτ᾿ ἐντεῦθεν ἐκτρα-
πόμενοι περὶ τῆς τῶν ὀλισθηρῶν ἁπάντων φύσεως διαλέγον-
ται, μέχρι τῆς ἐσχάτης φιλολογίας ἀνιόντες τῷ λόγῳ. κατα-
γινώσκοντες δὲ τῆς τούτων ἄλης, ὥς φασιν, ἕτεροι τὴν πιμελὴν
τῷ λόγῳ προχειρίζονται, πλησιαίτατα μὲν ἐλαίῳ τὴν φύσιν
ὑπάρχουσαν, ἐναργῶς δ᾿ εὑρεθῆναι δυναμένην ὁποία τίς
ἐστι τὴν κρᾶσιν, ἐν αὐτοῖς γὰρ ἡμῖν συνισταμένην οὐκ ἂν
δύνασθαι λαθεῖν. αὐτίκα γέ τοί φασιν ἐν τοῖς ὑγιεινοῖς καὶ
εὐτραφέσι σώμασιν γεννᾶσθαι πιμελὴν πολλὴν, ἃ μηδὲ μα-
νέντα τινὰ φάναι ψυχρά. γίνεσθαι γὰρ τοιαῦτα τῆς φύσεως
ἐῤῥωμένης, ἣν δὴ θερμόν τι χρῆμα πάντες ὡμολογήκασιν οἱ
φυσικοὶ φιλόσοφοι. τούτοις δ᾿ ἀντιλέγοντές τινες ἐν ψυχρο-
τέραις κράσεσι γεννᾶσθαι πιμελήν φασιν, ὡς δηλοῦν τάς τε
γυναῖκας καὶ τοὺς ἀργῶς διαιτωμένους. ἤδη δὲ καὶ τῶν
ἐθνῶν, ἔνθα μὲν τὸ ψυχρὸν κρατεῖ, πιμελώδεις, ἔνθα δὲ τὸ
θερμὸν, ἰσχνούς φασι γίνεσθαι τοὺς ἀνθρώπους καὶ προχει-
ρίζονται παράδειγμα τῷ λόγῳ, Κελτοὺς μὲν καὶ Θρᾷκας καὶ
[11.514]
Βιθυνοὺς καὶ Ποντικοὺς καὶ Γαλάτας, ἅμα μὲν ψυχρᾶς
χώρας οἰκήτορας, εὐθὺς δὲ καὶ πιμελώδεις τοὐπίπαν·
῎Αραβας δὲ καὶ Λίβυας Αἰγυπτίους τε καὶ Αἰθίοπας,
ὅσοι τ᾿ ἄλλοι θερμὴν ἐποικοῦσι γῆν ἰσχνοὺς καὶ ξηροὺς
ἅπαντας. εἰσὶ δ᾿ οἳ καὶ χωρὶς κατὰ μέρος παραδειγμάτων
αὐτῷ τῷ καθόλου λόγῳ πρὸς ἀλλήλους ἀμφισβητοῦσιν, οἱ
μὲν μηδ᾿ ἂν γενέσθαι τὸν λιπαρὸν ἐν ἡμῖν χυμὸν, εἰ μὴ
καλῶς ὑπὸ τῆς φύσεως αἱ τροφαὶ κατεργασθεῖεν, οἱ δὲ τοῦ-
τον μὲν ἐν ταῖς τροφαῖς περιέχεσθαι, καταναλίσκεσθαι δ᾿ ὑπὸ
τῆς ἐν ἡμῖν θερμασίας, ὥσπερ τοὔλαιον ὑπὸ τῆς φλογὸς, ἧς
ἀῤῥώστου γινομένης ἀθροίζεσθαι κατὰ τὸ σῶμα. τινὲς δὲ
αὐτῶν καὶ τὰ ζῶα παρατίθενται τῷ λόγῳ, τὰ μὲν φύσει ψυ-
χρότερα πιμελωδέστερα πάντα ὑπάρχοντα, καθάπερ ἄρκτοι
καὶ ὄϊες καὶ σύες, τὰ δ᾿ αὖ θερμότερα ξηρότερα καὶ ἀπίμελα,
καθάπερ λέοντές τε καὶ παρδάλεις καὶ κύνες. ἔτι τοίνυν ἀπὸ
τοῦ διαφθείρεσθαι βρεχομένας ἐλαίῳ μελίττας τε καὶ μυίας
καὶ σφῆκας καὶ μύρμηκας, οἱ μὲν ψυχρὸν, οἱ δὲ θερμὸν ἐπι-
δεικνύναι πειρῶνται τοὔλαιον, καὶ τινὲς μὲν ὑγρὸν, τινὲς δὲ
ξηρόν. ἄναιμα γὰρ ὄντα τὰ εἰρημένα ζῶα καὶ διὰ τοῦτο ψυ-
[11.515]
χρὰ, τινὲς μὲν ἑτοίμως ὑπὸ ἐλαίου καταψύχεσθαί φασιν καὶ
διὰ ταῦτ᾿ ἀποθνήσκειν· ἔνιοι δ᾿ ἐκθερμαινόμενα μὴ φέρειν
τὴν εἰς τοὐναντίον μεταβολήν. καὶ δὴ καὶ ξηραινόμενα ἀμέ-
τρως ἕτεροι διὰ τὸ φύσει προεξηράνθαι τῷ τῆς ἀμετρίας
βλάπτεσθαι λόγῳ. ὑγραινόμενα δ᾿ ἕτεροι τῇ πρὸς τὴν φύσιν
αὐτῶν ἐναντιότητι. τὸ μὲν οὖν ἐπὶ τῶν ἐντόμων ζώων εἰς
τοὐναντίον ἀλλήλοις ἐπιχειρεῖν αὐτοὺς, οὐδὲν ἂν ἴσως εἶναι
θαυμαστόν· ὅτι δὲ κᾀκ τῶν ἡμῖν αὐτοῖς συμβαινόντων εἰς
ἑκάτερον ἐπιχειροῦσιν, ἄξιον ἤδη θαυμάζειν. οἱ μὲν γὰρ
μᾶλλον, οἱ δ᾿ ἧττον ἱδροῦν φάσκοντες, εἴ τις ἀλείψαιτο
λουόμενος, οὔθ᾿ οἱ μᾶλλον εἰπόντες ὁμολογοῦσιν ἀλλήλοις
ὑπὲρ τῆς καθόλου δυνάμεως οὔθ᾿ οἱ ἧττον. ἀλλὰ τῶν μὲν
μᾶλλον ἱδροῦν φασκόντων ἡμᾶς ἔνιοι μὲν εἰς θερμότητα τὴν
αἰτίαν ἀναφέρουσιν, ἔνιοι δ᾿ εἰς γλισχρότητα, τὸ μὲν θερμὸν
τῇ φύσει προκλητικὸν ἱδρώτων φάσκοντες ὑπάρχειν οἱ πρότε-
ροι, τὸ δὲ γλίσχρον οἱ δεύτεροι, θηρατικόν τε καὶ ἀθροιστι-
κὸν γιγνόμενον τῶν τέως ἀποῤῥεόντων ἐν τάχει καὶ διὰ τοῦτο
λανθανόντων τὴν αἴσθησιν, ἐπίδηλον οὕτως ἐργάζεσθαι τὸ
[11.516]
πλῆθος τῶν ἱδρώτων. οἱ δ᾿ ἧττον ἱδροῦν φάσκοντες τοὺς
ἀλειψαμένους ἐν λουτροῖς καὶ γυμνασίοις οἱ μὲν ἐμπλαστικὴν,
οἱ δὲ ψυκτικὴν αὐτῷ δύναμιν ἀνατιθέασιν. καὶ μὲν δὴ κᾀκ
τῶν φαινομένων οἱ μὲν ξηραίνειν, οἱ δ᾿ ὑγραίνειν αὐτό φασιν·
ὑγραίνειν μὲν ὅσοι πλέον ἱδροῦν ὑπολαμβάνουσι τοὺς ἠλειμ-
μένους, ξηραίνειν δὲ καὶ ἕτεροι. καὶ δὴ καὶ ἀπεριψύκτους δια-
φυλάττειν τοὺς ἀλειψαμένους, οἱ μὲν τῷ πάχει τε καὶ τῇ
γλισχρότητι δίκην ἀμφιέσματός τινος ἢ προβλήματος εἶργον
τὸ κρύος, οἱ δὲ τῇ φυσικῇ θερμότητι καὶ τὰ πλησιάζοντα
συνεκθερμαῖνον. ἔτι τοίνυν ἐκ τοῦ μὴ βλάπτειν μηδ᾿ ἐξαλεί-
φειν αὐτὸ τὰ διὰ τοῦ μέλανος ἐν τοῖς βιβλίοις γραφόμενα,
καίτοι τῶν γε ἄλλων ὑγρῶν ἁπάντων ἐξαλειφόντων, οἱ μὲν
ξηράν τε καὶ οἷον ἄνικμον αὐτοῦ τὴν φύσιν εἶναί φασιν, ὁμοίως
ψάμμῳ τε καὶ σποδιᾷ, τινὲς δὲ καὶ παχυμερέστερον καὶ ἀκα-
τέργαστον. οὕτω δὲ καὶ τὸ μὴ μίγνυσθαι τοῖς ἄλλοις οἱ μὲν
εἰς κουφότητα καὶ λεπτομέρειαν, οἱ δὲ εἰς γλισχρότητα καὶ
πάχος ἀναφέρουσιν, ἐπεὶ τοῖς γε ὁμοίως χυλοῖς μίγνυσθαι,
καθάπερ καὶ τῷ τῆς μαλάχης ἀφεψήματι. τὰ δ᾿ αὐτὰ καὶ
[11.517]
περὶ τοῦ μὴ καλῶς ἐλαίῳ δεύεσθαι τὴν γῆν, καίτοι τοῖς ἄλλοις
ὑγροῖς βρεχομένην, οἷον ὕδατι καὶ οἴνῳ καὶ ὄξει. τινὲς μὲν
κᾀνταῦθα τὸ ξηρὸν τῆς οὐσίας, ἔνιοι δὲ τὸ λεπτομερὲς,
εἰσὶ δ᾿ οἳ τὸ παχυμερὲς αἰτιῶνται, διεξέρχεσθαι μὲν τοὺς
πόρους τῆς γῆς ἀψαυστὶ φάσκοντες οἱ τὴν λεπτομέρειαν
αἰτιώμενοι, τὴν ἀρχὴν δὲ μηδ᾿ ἐμπίπτειν εἰς αὐτοὺς οἱ
τὴν παχυμέρειαν. ἔστι δ᾿ οὐδετέρους ἐλέγξαι, κατ᾿ ἀμφο-
τέρας τὰς αἰτίας δυναμένων τινῶν καὶ μὴ μίγνυσθαι τοῖς
πέλας, εἴ γε καὶ τῶν φυσικῶν ἐνίοις ἡ συμμετρία τῶν πό-
ρων αἰτία τῆς μίξεως εἶναι δοκεῖ. κᾀγὼ μὲν νῦν ἐπὶ κε-
φαλαίων αὐτὰ διέρχομαι, τὰς ἀφορμὰς τῶν ἐπιχειρημάτων
ἀναμιμνήσκων μόνας. εἰ δέ τις ἐκτείνειν ἕκαστον ἐθέλοι καὶ
κατασκευάζειν ἑκατέρωθεν, οὐ μίαν οὕτω γε βίβλον, ἀλλὰ
παμπόλλας ἂν οἶμαι πληρώσειν αὐτόν. πάρεστι δὲ ἤδη
σκοπεῖν ὡς οὐ μακρὰ μόνον ἡ τοιαύτη πλάνη τῶν λόγων,
ἀνεκτὸν γὰρ ἂν ἦν, ἀλλὰ καὶ μέχρι τῆς ἄκρας ἀνερχομένη
φυσιολογίας, ἐνίοτε δὲ καὶ δύσκριτον. εἰ δ᾿ ὅτι καὶ παν-
[11.518]
τάπασιν ἄχρηστος ἰατροῖς εἰδείη τις, ἔτι καὶ μᾶλλον, οἶμαι,
φεύξεται τὴν τοιαύτην ὁδὸν τῶν λόγων. οὔτε γὰρ ἁπλῶς
εἰ θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρόν ἐστιν ἕκαστον τῶν
φαρμάκων ζητοῦμεν οὔτ᾿ εἰ μυρμήκων, ἢ σφηκῶν, ἢ με-
λιττῶν ἤ τινος ἄλλου τῶν ζώων ὑγραντικὸν, ἢ ξηραντι-
κὸν, ἢ θερμαντικὸν, ἢ ψυκτικόν ἐστιν, ἀλλ᾿ ὅπως ἔχει
πρὸς ἀνθρώπινον σῶμα. παρὸν οὖν ἐπ᾿ ἀνθρώπων ποιεῖ-
σθαι τὴν βάσανον, οὐ καλῶς ἐκτρέπονται πρὸς ἕτερα.
02.21 Βάσανος δ᾿ ὀρθὴ πρῶτον μὲν ἡ ἐπὶ τῶν
εὐκράτων σωμάτων, ἐφεξῆς δ᾿ ἡ ἐπὶ τῶν δυσκράτων, εἶθ᾿, ὡς
εἴρηται πολλάκις ἡμῖν καὶ πρόσθεν, ἡ ἐπὶ τῶν θερμῶν καὶ
ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν νοσημάτων. ἐν οἷς προσέχειν
τὸν νοῦν ἠξιοῦμεν καὶ ὡς διορίζεσθαι τὸ καθ᾿ ἑαυτό τι δρῶν
τοῦ κατὰ συμβεβηκός. ἔσεσθαι δὲ τοῦτο πρῶτον μὲν, εἰ
ἁπλοῖς ὡς ἔνι μάλιστα προσφέροιτο πάθεσιν, δεύτερον δὲ
εἰ εὐθὺς τοῦτο ἐξ ἀρχῆς αἰσθητῶς ἐμφαίνοι τὴν ἑαυτοῦ δύνα-
μιν, ἢ μετὰ χρόνον, ἢ καὶ τελέως ἀρθὲν, ὥσπερ τὸ τῆς θερ-
[11.519]
μασίας ἐπανάκλησιν ἐργαζόμενον ὕδωρ ψυχρὸν, ἔτι τε πρὸς
τούτοις ἄμικτον ἑτέρας ποιότητος, εἰς ὅσον οἷόν τε δυνατὸν
ἐργάσασθαι τὸ τοιοῦτον. πῶς μὲν οὖν ἄν τις ἔλαιον ἐργάζη-
ται τοιοῦτον λέλεκται καὶ πρόσθεν· πῶς δ᾿ ἄν τις ἁπλῷ
νοσήματι προσφέροι, νῦν εἰρήσεται, τοσοῦτον ἀναμνησάντων
ἡμῶν πρότερον, ὡς ἐν ταῖς τῶν νοσημάτων διαφοραῖς ἐδεί-
κνυτο, τινὰ μὲν ἐπὶ τὸ θερμότερον ἐκτετράφθαι σώματα χωρὶς
κακοχυμίας τινὸς ἢ στήθους ἢ σπλάγχνου φλεγμονῆς, ὥσπερ
ἐν ταῖς σφοδραῖς ἐγκαύσεσιν εἴωθεν γίγνεσθαι, τινὰ δὲ ἐπὶ
τὸ ψυχρότερον, ὡς ἐν τοῖς καλουμένοις ἤδη συνήθως ὑπὸ
πάντων ἀνθρώπων ψυγμοῖς. ἐν δὴ ταῖς τοιαύταις διαθέσεσιν
ἔλαιον προσφέρων ἐξευρήσεις ἐναργῶς εἴτε θερμαίνειν ἡμᾶς
πέφυκεν εἴτε καὶ ψύχειν. ἔστω δὲ δηλονότι πάσης ἐπικτήτου
ποιότητος ἰσχυρᾶς ἀπηλλαγμένον. ἀεὶ γὰρ ἐπὶ παντὸς φαρ-
μάκου μεμνῆσθαι χρὴ τούτου. τὸ μὲν κεφάλαιον τοῦ λόγου
τουτί· τὸ δ᾿ ἔργον αὐτὸ τὸ γιγνόμενον ἡ πεῖρα δείκνυσιν.
οἱ μὲν ἐγκεκαυμένοι πρὸς τὸ μὴ παύεσθαι τῆς θερμῆς ἔτι καὶ
ἀσωδέστεροι γίγνονται καὶ τοῦ χρόνου προϊόντος θερμότεροι.
[11.520]
τοῖς ἐψυγμένοις δὲ σαφῶς οὐδὲν εἰς ὠφέλειαν ἢ βλάβος ἐξ
ἐλαίου χρίσεως ἀποβαίνει. ᾧ καὶ δῆλον ὡς εἰ καὶ θερμαίνειν
ἡμᾶς πέφυκεν, ἀλλ᾿ οὐκ ἔτι γε σφοδρῶς ἢ ἐναργῶς,
ὥσπερ ῥητίνη καὶ πίττα καὶ ἄσφαλτος. ἀκούειν δέ σε χρὴ νῦν
οὔτε ξηρὰν ῥητίνην ἢ πίτταν ἢ ἄσφαλτον, οὐ γὰρ ἂν οὐδὲ
ἀλείψαιτό τις αὐταῖς, οὐ μὴν οὐδὲ τὰς ἐν ἡλίῳ τετηκυίας,
οὐ γὰρ ἁπλοῦν ἔτι τό γε τοιοῦτον οὐδ᾿ αὐτοφυὲς ἂν εἴη
φάρμακον, ἀλλὰ ῥητίνην μὲν ἤτοι τὴν αὐτόῤῥυτον ὀνομαζο-
μένην, ἢ τὴν τερμινθίνην τε καὶ σχινίνην ὑγρὰν ἔτι καὶ πρόσ-
φατον, ἢ τῆς πευκίνης τὴν ἐφισταμένην ἄνωθεν τοῖς κεραμίοις
ἐλαιώδη· πίττης δὲ τὴν ὑγράν. καὶ μᾶλλον ἔτι τὸ κατ᾿ αὐτῆς
ἐποχούμενον ἐλαιῶδες, ὃ δὴ πίσσανθον ὀνομάζουσιν. ἔστι
γὰρ ὄντως οἷον ἄνθος τι πίττης. οὕτω δὲ καὶ ἄσφαλτον τὴν
ὑγρὰν, ἔτι τὴν ἐκ Μηδείας. ἅπαντα γὰρ ταῦτα λιπαρὰ μέν
ἐστιν καὶ πλεῖστον τῆς ἐλαιώδους ἔχοντα φύσεως, ἐναργῶς
μέντοι θερμαίνει, καθάπερ ἥ τε στακτὴ σμύρνα καὶ τὸ πεύ-
κινον, ἢ ἀρκεύθινον, ἢ τὸ κέδρινον καὶ τὸ δάφνινον ἔλαιον,
ἕτερά τε τοιαῦτα, σαφῶς μὲν ἐκθερμαίνει τοὺς ἐψυγμένους,
[11.521]
ἐσχάτως δ᾿ ἀνιᾷ τοὺς ἐγκεκαυμένους. ταῦτα μὲν οὖν ἑκατέ-
ρωθεν ὁμολογεῖται θερμαίνειν. ἔλαιον δὲ οὐδ᾿ ἑτέρωθεν
ἰσχυρῶς οὔτε τοὺς κατεψυγμένους ἐκθερμαίνειν οὔτε βλά-
πτειν τοὺς ἐγκεκαυμένους. οὐ μὴν οὐδ᾿ ἀσαφῶς γε τοῖς ἐπ᾿
ἐγκαύσει πυρέξασιν ἄσης γέ τινος αἴτιον γίγνεται καὶ τὴν
θερμότητα παραύξειν φαίνεται, καθάπερ κᾀν τοῖς ἀκριβέσιν
ἐρυσιπέλασιν. ἔστι δὲ δήπου ταῦτα χολώδη ῥεύματα, σαφῶς
γὰρ δήπου καὶ ἐν αὐτοῖς τούτοις αὐξάνειν τὴν θερμασίαν, εἰ
καὶ ψυχρὸν ἐσχάτως αὐτὸ προσάγοις. ἐπὶ μὲν γὰρ τῶν ἐγκαύ-
σεων, εἰ χωρὶς ἁλῶν εἴη, καὶ ἄλλως λελευκασμένον ἔχει τινὰ
παραμυθίαν ψυχρὸν καταντλούμενον. ἐπὶ δὲ τῶν ἐρυσιπελά-
των ὅπως ἂν ᾖ ψυχρὸν οὐδὲν ὀνίνησιν, ἀλλὰ καὶ βλάπτειν
πέφυκε, τὰ μὲν ἐκ χολώδους ῥεύματος ἀκριβῶς ἅπαντα
μεγίστας βλάβας, τὰ δ᾿ ἐξ αἵματος αὐτῷ μεμιγμένου μικρο-
τέρας μὲν, οὐ μὴν τὰς ἐπιτυχούσας γε οὐδὲ ταύτας. ἧττον
δὲ τούτων, ἐναργῶς δ᾿ οὖν ἔτι καὶ τὰς ζεούσας ἀνιᾷ φλεγμο-
νὰς, ἐξ ὧν ἁπάντων τεκμαιρομένῳ μοι θερμότητα παραπλη-
σίαν ἀνάπτειν ἔδοξεν οἷσπερ ἂν ὁμιλῆσαν τύχῃ. φαίνεται
[11.522]
γοῦν τοῖς μὲν μετρίως θερμοῖς σώμασιν προσφερόμενον με-
τρίως θερμαίνειν αὐτὰ, τοῖς δ᾿ ἰσχυρῶς ἰσχυρὰν τὴν θερ-
μασίαν ἀνάπτον.
02.22 Εἴρηται μὲν οὖν ἤδη κᾀν τῷ τρίτῳ περὶ
κράσεων, εἰρήσεται δὲ καὶ νῦν ὡς ἕκαστα τῶν προσφερο-
μένων τῷ σώματι φαρμάκων, ἃ δὴ καὶ θερμὰ ταῖς δυνά-
μεσιν ὑπάρχειν ἔφαμεν, ἀρχὴν τοῦ θερμαίνεσθαι παρ᾿ ἡμῶν
λαμβάνοντα, τὰ μὲν ὡσαύτως ἡμᾶς ἀντιθερμαίνει, τὰ δὲ
σφοδρότερον. ἐκ δὴ τῶν εἰς ἴσον ἀντιθερμαινόντων ἐφάνη
μοι τοὔλαιον ἐπισκοποῦντι τὰς κατὰ μέρος αὐτοῦ δυνά-
μεις. εὕρισκον γὰρ ἀεὶ χλιαρὰν μὲν ἐν τοῖς μετρίως θερ-
μοῖς σώμασιν ἀπεργαζόμενον αὐτὸ θερμότητα, ζέουσαν δ᾿
ἐν τοῖς ζέουσιν. ἐφαίνετο δέ μοι διὰ τοῦτο καὶ σπασμοὺς
καὶ τρόμους, ἀναισθησίας τε καὶ δυσαισθησίας, μήτ᾿ ὠφε-
λεῖν μηδὲν ἀξιόλογον μήτε βλάπτειν. ὠφελεῖν μὲν γὰρ οὐκ
ἠδύνατο τῷ μὴ θερμαίνειν ἰσχυρῶς, βλάπτειν δ᾿ οὐκ ἦν
ἱκανὸν, ὅτι μηδ᾿ ὅλως ἔψυχεν, ἐπικτήτου μὲν θερμότητος
ἰσχυρᾶς λαβόμενον ἱκανῶς ὠφελεῖν· ἐπειδὰν εἰς πυέλους
[11.523]
ἐλαίου θερμοῦ ῥίζας τινὰς, ἢ πόας θερμαντικὰς ἐναφεψη-
μένας ἔχοντας, τοὺς οὕτω πεπονθότας ἐμβιβάζοιμεν.
ὅθεν εὐλόγως οἷον ὕλη τίς ἐστιν τῶν ἄλλων φαρμάκων.
ἄν τε γὰρ ψυχρὰ μίξῃς αὐτῷ, ψυχρὸν ἔσται τὸ μικτὸν,
ἄν τε θερμὰ, θερμόν. ὃ γὰρ ἂν ἐκ τῆς μέσης ὑπάρχῃ κρά-
σεως, ὑπηρετεῖ τοῖς ἄκροις ἑκατέροις, ὡς μήτ᾿ εἰ θερμῷ
μιχθείη ψυχρὸν, τὸ μιχθὲν ἐξ ἀμφοῖν ἀπεργάσασθαι δυνά-
μενον, ὅτι μηδ᾿ αὐτὸ ψυχρόν ἐστιν μήτ᾿ εἰ ψυχρῷ θερ-
μὸν, οὐδὲ γὰρ θερμὸν ὑπάρχει. καὶ κατὰ τοῦτο εὐλόγως
οἱ μὲν θερμαίνειν αὐτὸ φάσκουσιν ἡμᾶς, οἱ δὲ οὐ θερμαί-
νειν. θερμαίνειν μὲν γὰρ ἂν δόξειε εἰς ἴσην τῷ θερμαίνοντι
σώματι θερμασίαν ἀφικνούμενον, ἀντιθερμαίνειν γοῦν δύνα-
ται ταύτῃ. τῷ δὲ μὴ προσαυξάνειν ἣν κατέλαβε θέρμην,
οὐκ ἂν δόξειε θερμαίνειν. οὐ γὰρ τὸ φυλάττειν ἣν εὗρεν,
ἀλλὰ τὸ παραύξειν ἔργον εἶναι τοῦ θερμαίνοντος.
02.23 ᾿Αρχαὶ δὲ τῆς τοιαύτης ἀμφισβητήσεως
τρεῖς εἰσι, τό τε μὴ διορίσασθαι τὰ γένη τῶν θερμαίνειν
[11.524]
ἡμᾶς λεγομένων καὶ τὸ ταῖς ὁμωνυμίαις χρῆσθαι συγκεχυμέ-
νως καὶ τὸ μηδεμίαν ἀπολιπεῖν μεσότητα. θερμαίνειν μὲν
οὖν ἡμᾶς λέγεται τά τ᾿ ἐνεργείᾳ θερμὰ, καθάπερ τὸ πῦρ
αὐτὸ καὶ τὰ δυνάμει· καὶ τῶν δυνάμει θερμῶν τὰ μὲν ὡς
τροφαὶ, τὰ δ᾿ ὡς φάρμακα, τὰ δ᾿ ὡς σκεπάσματα. τὸ θερ-
μὸν δ᾿ αὐτὸ, τό τε κατ᾿ ἐνέργειαν ἤδη τοιοῦτον οὕτως ὀνο-
μάζειν εἰθίσμεθα καὶ τὸ κατὰ δύναμιν, ὡς πολλάκις εἴρηται
καὶ πρόσθεν. ἀλλὰ τὸ μὲν κατ᾿ ἐνέργειαν τό θ᾿ ἁπλῶς θερ-
μὸν, οἷον τὸ πῦρ καὶ τὸ κατ᾿ ἐπικράτησιν, οἷον τὸ ζῶον,
καὶ τὸ πρὸς τὸ σύμμετρον ὁμογενὲς παραβαλλόμενον καὶ
τὸ πρὸς ὁτιοῦν τὸ ἐπιτυχόν. τὸ δὲ κατὰ δύναμιν πρῶτον
μὲν ἀντιδιαιρεῖται τοῦ κατὰ συμβεβηκὸς, εἶθ᾿ ἑξῆς τοσαύτας
ἔχει σημαινομένων διαφορὰς, ὅσας περ καὶ τὸ κατ᾿ ἐνέργειαν
θερμόν. οἷον γὰρ ὕλη τις ἐπιτήδειος ὑπάρχουσα τῷ κατ᾿
ἐνέργειαν θερμῷ, τὸ μέν τι τοῖς ἁπλῶς ὀνομαζομένοις θερ-
μοῖς, τὸ δέ τι τοῖς κατ᾿ ἐπικράτησιν. ἄλλο δέ τι πρὸς τὸ
σύμμετρον ὁμογενὲς ἢ ὁμοειδὲς ἢ ὁτιοῦν τὸ ἐπιτυχὸν παρα-
βαλλομένοις οἰκεία γίνοιτ᾿ ἂν ὕλη. διὸ καὶ τὰ πρὸς ἄνθρω-
[11.525]
πον σκοπουμένους ἠξιοῦμεν ἀποχωρῆσαι τῶν ἄλλων ἁπάν-
των. ἐν τούτοις τε οὖν ἅπασιν ἁμαρτάνουσιν οἱ περὶ φαρ-
μάκων δυνάμεως ἐπισκεψάμενοι καὶ πρὸς τούτοις ἔτι παρ-
ερχόμενοι τὰς μεσότητος, ἔν τε ταῖς κατὰ φύσιν ἡμῶν
κράσεσιν, ὡς ἐν τοῖς περὶ κράσεων ὑπομνήμασιν ἐδείξαμεν,
ἔν τε ταῖς τῶν φαρμάκων ἐξετάσεσιν. ὡς γὰρ ἤτοι θερμὸν
εἶναι δέον ἐξ ἀνάγκης τὸ δοκιμαζόμενον φάρμακον, ἢ
ξηρὸν, ἢ ὑγρὸν, ἢ ψυχρὸν, οὕτω ποιοῦνται τοὺς λόγους,
ὥσπερ οὐκ ἐνδεχόμενον ἐν τῷ μεταξύ τι τῶν θερμαινόντων
τε καὶ ψυχόντων ἡμᾶς τετάχθαι καί τι ἕτερον ἐν τῷ με-
ταξὺ τῶν ξηραινόντων τε καὶ ὑγραινόντων. οὕτω δ᾿ εἰσὶν
ἠλίθιοί τινες ὡς μηδ᾿ ἀκούσαντες τἀληθὲς ἀκολουθῆσαι
δύνασθαι. τινὰς γοῦν οἶδα καὶ ἀντιλέγειν ἐπιχειροῦντας
ὡς οὐδὲν εἴη μέσον τὴν κρᾶσιν.
02.25 ᾿Αλλὰ πρὸς μὲν τούτους ἔν τε τῷ
περὶ κράσεων εἴρηται τὰ προσήκοντα κᾀν τοῖς ἐφεξῆς οὐ-
δὲν ἧττον εἰρήσεται. τέλος δ᾿ ἐπιθεῖναι σπεύδων τῷ παρόντι
[11.526]
λόγῳ πάλιν ἐπὶ τοὔλαιον ἐπάνειμι. συμβέβηκεν γὰρ αὐτῷ
καὶ ὡς τροφῇ μὲν ἴσως θερμαίνειν ἡμᾶς, ἐπειδὰν εἴσω τοῦ
σώματος λαμβάνηται. δοκεῖ γάρ τισιν οὐκ ἀδοκίμοις ἰατροῖς
καὶ φιλοσόφοις γίγνεσθαί τις ὥσπερ ἐκ τῶν σιτίων, οὕτω
καὶ ἐξ ἐλαίου πρόσθεσις τοῦ σώματος. συμβέβηκε δὲ καὶ ὡς
φαρμάκῳ μέσῳ πως εἶναι τῶν θερμαινόντων τε καὶ ψυχόντων
ἡμᾶς, ὑπάρχει δ᾿ αὐτῷ καὶ ὡς σκεπάσματι θερμαίνειν ἡμᾶς,
καὶ ἥ γε κυριωτάτη μάλιστα εἰκὼν τῆς φύσεως αὐτοῦ τοιαύτη
τις εἶναί μοι δοκεῖ. ὡς γὰρ καὶ τῶν ἀμφιεσμάτων ἕκαστον
ὑφ᾿ ἡμῶν αὐτῶν θερμαινόμενον ἀντιθερμαίνειν ἡμᾶς πέφυ-
κεν, οὕτω καὶ τοὔλαιον. ἀλλ᾿ ὥσπερ ἐκείνων οὐδὲν αὐτοῦ
τοῦ θερμαίνοντος σώματος γίγνεται θερμότερον, οὕτως οὐδὲ
τοὔλαιον. ὅλον δ᾿ ἄν σοι τὸ πρᾶγμα νοηθείη καλῶς οὐκ
εἰς τὰ παρόντα μόνον, ἀλλὰ καὶ εἰς τὰ μέλλοντα σύμπαντα
χρήσιμον ἐσόμενον, εἰ ἀναμνησθείης αὐτοῦ τοῦ περιέχοντος
ἡμᾶς ἀέρος, ποτὲ μὲν ψυχροτέρου γιγνομένου τῆς ἐν ἡμῖν
θερμότητος εἰς τοσοῦτον ὡς προβλημάτων τέ τινων καὶ σκε-
πασμάτων δεῖσθαι πρὸς αὐτὸν, ἐνίοτε δὲ θερμοτέρου πάλιν
εἰς τοσοῦτον ὡς μὴ δύνασθαι φέρειν, ἀλλ᾿ ὑποφεύγειν εἰς
[11.527]
σκέπην τέ τινα καὶ σκιάν. ἔστι δ᾿ ὅτε οὕτως ἔχοντος συμμέ-
τρως, ὡς μήτε τῶν θαλψόντων ἡμᾶς μήτε ψυχόντων ἐπιθυ-
μεῖν, ἀλλ᾿ ἄλυπόν τε καὶ ἀναίσθητον εἶναι τὴν ὁμιλίαν αὐτοῦ.
τὴν μὲν δὴ τρίτην κρᾶσιν τήνδε τὴν νῦν εἰρημένην σύμμετρον
καλῶ καὶ μέσην εἶναι τῶν ἄλλων φημὶ καὶ μήτε θερμαίνουσαν
ἡμῶν τὸ σῶμα μήτε ψύχουσαν τῶν δ᾿ ἄλλων δυοῖν τὴν
μὲν θερμαίνειν ἡμᾶς, τὴν δὲ ψύχειν. ἐοικέναι δέ φημι τῇ μέσῃ
τε καὶ συμμέτρῳ κράσει τοῦ περιέχοντος ἡμᾶς ἀέρος τήν τ᾿
ἐκ τῶν ἀφιεσμάτων καὶ τὴν ἐξ ἐλαίου γινομένην θερμασίαν.
εἰ δὲ μηδ᾿ οὕτω σαφές ἐστιν ὃ βούλομαι δηλοῦν, ἐκείνως ἄν
σε μᾶλλον οἶμαι συνήσειν. δύο μοι νόησον ἀνθρώπους ὁμοίως
μὲν κεκραμένους τὸ σῶμα, ψαύοντας δ᾿ ἀλλήλων ἢ τοῖς στέρ-
νοις τε καὶ τῇ γαστρὶ μόνοις, ἢ καὶ ταῖς χερσὶ καὶ τοῖς σκέ-
λεσιν. εἰ μὲν δὴ τὴν αὐτὴν ἔχοι τοῖς δύο τούτοις ἀνθρώποις
ὁ περιέχων αὐτοὺς ἀὴρ κρᾶσιν, ὡς εἶναι τὴν ἐν τοῖς τρισὶ
σώμασιν ἴσην θερμασίαν, οὐδὲν ἂν ὑπ᾿ οὐδενὸς οὕτω γε θερ-
μαίνεσθαι λέγοιτο. τὰ γὰρ ὅμοια πάντη σώματα πρὸς ἀλλή-
[11.528]
λων οὐδεμίαν ἀλλοίωσιν ἴσχει. ψυχροῦ δ᾿ ὄντος τοῦ περιέχον-
τος ἀλλήλους ἂν οἱ ἄνθρωποι θερμαίνειν λέγοιντο, καίτοι γε
οὐ θερμαίνοντες, ἀλλ᾿ εἴργοντες τὸ ψυχρόν. εἰθικότες
οὖν οἱ πολλοὶ καταχρῆσθαι τοῖς ὀνόμασιν, τὸ κωλυτικὸν τοῦ
ψύχεσθαι θερμαῖνον ὀνομάζουσιν οὐκ ὀρθῶς. ὀνομάζειν μὲν
οὖν αὐτοῖς συγχωρητέον ὡς ἂν ἐθέλωσιν, ταὐτὸν δὲ σημαί-
νειν ἐκ τοῦ θερμαίνειν ῥήματος ἐν ἑκατέρᾳ τῇ ῥήσει κατ᾿
οὐδένα τρόπον ἔτι συγχωρητέον. οὐ γὰρ δὴ ταὐτόν γέ ἐστιν
ἐξ αὑτοῦ τινι παρέχειν θερμασίαν, ἢ κωλύειν τὸ ψυχρόν.
οὕτω δὴ τούτων ἐχόντων, ὅσα περ ἂν ἡμῖν ἔξωθεν προσπί-
πτοντα τὴν αὐτὴν ἔχῃ τῷ σώματι θερμασίαν, εἴτε ἐξ ἑαυ-
τῶν εἴτε παρ᾿ ἄλλων εἴτε καὶ ἐξ ἡμῶν αὐτῶν εἰληφότα,
ταῦτα κατὰ μὲν τὸν ἀκριβῆ λόγον οὔτε θερμαίνειν ἡμᾶς
οὔτε ψύχειν λεκτέον· εἰ δὲ καταχρῆσθαί τις βούλοιτο συγχω-
ρητέον, ἀναμιμνήσκοντα μόνον ἐν τῇ ῥήσει τὴν διαφορὰν
τῶν σημαινομένων. ἄλλως μὲν γὰρ ὁ θερμότερος ἀὴρ θερμαί-
νειν ἡμᾶς λέγεται, κατ᾿ ἄλλον δὲ τρόπον ὁ σύμμετρος. ἀνά-
λογον δ᾿ ἔχει τῷ μὲν θερμοτέρῳ πύρεθρόν τε καὶ νᾶπυ καὶ
[11.529]
πέπερι, τῷ συμμέτρῳ δὲ πιμελή τε καὶ ἔλαιον. ἐνεργείᾳ μὲν
γὰρ οἱ ἀέρες θερμοὶ, δυνάμει δὲ τὰ φάρμακα. τὸν μὲν γὰρ
ἀέρα θερμὸν οὐχ ἡμεῖς αὐτοὶ ποιοῦμεν, ἀλλ᾿ ὅτι τοιούτῳ
πλησιάζομεν. τὰ φάρμακα δὲ, ὡς κᾀν τῷ τρίτῳ περὶ κρά-
σεων ἐδείκνυμεν, τὴν ἀρχὴν τῆς ἐπὶ τὸ θερμαίνεσθαι μεταβο-
λῆς ἐξ ἡμῶν λαμβάνοντα, τὰ μὲν εἰς ἶσον ἡμᾶς ἀντιθερμαί-
νειν πέφυκεν, τὰ δὲ μᾶλλον, τὰ δ᾿ ἧττον. ἐκ δὴ τῶν ἴσων
ἀντιθερμαινόντων ἔστι τὸ ἔλαιον. ὑπάρχει δ᾿ αὐτῷ κᾀκ
τοῦ γλίσχρῳ τε εἶναι καὶ δυσαποῤῥύτῳ καὶ τῶν πόρων ἐμ-
φρακτικῷ κατὰ διττὸν τρόπον ἐπαύξειν, ὡς δοκεῖν τὴν θερ-
μασίαν. ἐκ μὲν δὴ τοῦ περιπλάττεσθαι δίκην ἀμφιέσματος,
ἢ προβλήματος, ἐκ δὲ τοῦ τοὺς πόρους ἐμφράττειν τὸ κωλύειν
ἀποῤῥεῖν ἔνδοθεν τὸ πολὺ τῆς ἀτμώδους θερμότητος. κατὰ
ταῦτ᾿ οὖν οὐδὲ ξηραίνεσθαι τοῖς σώμασιν ἡμῶν ἐπιτρέπει,
πλὴν εἰ θερμόν τε προσάγοιτο καὶ χρόνῳ πλείονι· καὶ ταύτην
αὐτοῦ τὴν δύναμιν ἅπαντες ἄνθρωποι τῇ πείρᾳ μεμαθηκότες,
οὓς ἂν ἱδρῶσαι δαψιλέστερον ἐθέλωσιν, ἢ λελουμένους, ἢ
ἀλούτους, οὐ προσφέρουσιν αὐτοῖς εὐθὺς κατ᾿ ἀρχὰς ἔλαιον,
[11.530]
ἀλλ᾿ ἐπὶ μὲν τῶν νενοσηκότων, ἐπειδὰν ἱδροῦν ὑπάρξωνται,
θερμήναντες περιχέουσι. ἐπὶ δὲ τῶν νοσούντων, ἐπειδὰν
αὐτάρκως ἱδρώσωσιν. ἐπὶ δὲ τῶν ὑγιαινόντων, ὅσοι μὲν ἐξ
ὁδοιπορίας μακρᾶς εἰσι καὶ γυμνασίων πλειόνων, ἢ ὁπωσοῦν
ἄλλως ἐξηραμμένοι τὸ σῶμα, τούτοις μὲν ἀλείφεσθαι καὶ
πρὶν ἱδρῶσαι συγχωροῦσιν. ὅσοι δ᾿ ἠπεπτηκότες, ἢ πληθω-
ρικὸν τὸ σῶμα ἔχοντες, τούτοις οὐδὲ λουομένοις ἐπιτρέπου-
σιν ἐλαίῳ χρῆσθαι.
02.25 Καί μοι δοκεῖ κᾀνταῦθα μέσον τῶν ὑγραι-
νόντων καὶ ξηραινόντων ἡμᾶς εἶναι τοὔλαιον, ὥσπερ ὀλίγον
ἔμπροσθεν ἐδείχθη, τῶν θερμαινόντων καὶ ψυχόντων. ὑγραί-
νει μὲν γὰρ ὕδωρ, ξηραίνει δὲ δάφνινόν τε καὶ κέδρινον
ἔλαιον. τό γ᾿ οὖν ἔλαιον ἁπλῶς οὑτωσὶ προσαγόμενον, ἄνευ
γε τοῦ προθερμανθῆναι πρὸς ἡμῶν αὐτῶν ἐξ ἐπιτεχνήσεως ἢ
ψυγῆναι, τούτου γὰρ ἐπὶ πάντων ἀεὶ χρὴ μεμνῆσθαι, τοιαύ-
την φυλάττει τὴν κρᾶσιν ἡμῶν, οἵαν περ παρέλαβεν, εἶργον
ὡς ἔνι μάλιστα καὶ κωλῦον κενοῦσθαι τοῦ σώματος ἁπάσας
τὰς ἀτμώδεις διαπνοάς. εἰ δ᾿ ἀνατρίβεις ἐπιπλέον ἐλαίῳ τὰ
[11.531]
μέλη, θερμότητά τέ τινα γεννήσεις ἐκ τῆς τρίψεως ἐπίκτητον,
ὠφελήσεις τε τοὺς κεκοπωμένους ἐν τῷδε, τοῦτο μὲν εἴσω τοῦ
σώματος εἰς τοὺς κατὰ λεπτὸν πόρους εἰσδυομένου τοῦ
λίπους ὡς μαλάττειν τὰ κατεσκληρυμμένα, τοῦτο δὲ τῇ
θερμότητι διαφοροῦντος, ὅτι δριμὺ καὶ λεπτὸν ὑγρὸν ἐν τοῖς
κόποις ἐκ συντήξεως γεννηθὲν ὑπὸ τοῦ δέρματος ἐστέγετο.
φαίνονται γὰρ κᾀκτὸς ἀποῤῥέοντες ἱδρῶντες τοῖς γυμναζο-
μένοις, φαίνονται δ᾿ οὐκ ὀλίγα κᾀντὸς εἰς τὴν γαστέρα
συῤῥέοντα περιττώματα καὶ οἷον συντήγματα. λογίζε-
σθαι δ᾿ ἐκ τούτων χρὴ, κᾂν μὴ φαίνηται, καταλείπεσθαί τινα
καὶ καθ᾿ ὅλον τὸ σῶμα πολλὰ τοιαῦτα κενώσεως δεόμενα.
διττὴ γὰρ ἐν τοῖς κόποις γίγνεται διάθεσις, ὡς ἐν ἑτέροις ἐπι-
δέδεικται, ξηραινομένων μὲν τῶν ὁμοιομερῶν τοῦ ζώου μορίων,
ὑγραινομένων δὲ τῶν κενῶν χωρῶν, οὐ χρηστῇ καὶ κατὰ φύσιν
ὑγρότητι, πληθώρα γὰρ ἦν, ἀλλὰ λεπτῇ καὶ δριμείᾳ καὶ δα-
κνώδει· καὶ διὰ τοῦτο καὶ τῶν ἰωμένων δέονται διττῶν, τῶν
τε τὴν ξηρότητα τεγγόντων καὶ τῶν τὴν δριμεῖαν ὑγρότητα
κενούντων. καὶ διὰ τοῦτο πρὸς ἄμφω ταῦτα τὰ διὰ τῶν
[11.532]
γλυκέων ὑδάτων λουτρὰ χρησιμώτατα τετύχηκεν ὄντα, τῇ
μὲν ὑγρότητι τὴν ξηρότητα τῶν ὀργάνων ἐπανορθούμενα, τῇ
δ᾿ αὖ θερμότητι τὸ λεπτὸν καὶ δριμὺ διαφοροῦντα. καὶ εἴ γε
παραμένειν τοῖς σώμασιν ἐδύνατο καὶ μὴ ῥᾳδίως ἀποῤῥεῖν τὸ
ὕδωρ, αὔταρκες ἂν ὑπῆρχε μόνον. ἐπεὶ δὲ τό τε περιχεόμενον
ἔξωθεν ἀποῤῥεῖ ῥᾳδίως, τό τ᾿ εἰς τοὺς πόρους τοῦ σώματος
εἰσδυόμενον ἐκρεῖ λαβὴν οὐδεμίαν ἔχον, εἰς τοῦτ᾿ αὐτὸ χρη-
σίμως ἔλαιον μίγνυται, καὶ μᾶλλόν γε ἢν ἐπιπλέον ἐξ ἀμφοῖν
ἀνατρίψηταί τις, ὅπερ ὠνόμαζον οἱ παλαιοὶ χυτλοῦσθαι, καὶ
ἀντετίθεσάν γε αὐτῷ τὸ ξηραλειφεῖν. ἔστι μὲν καὶ τοῦτό πως
αὐτὸ καθ᾿ αὑτὸ κόπων ἰατικὸν, ἀλλ᾿ ἀπολείπεται πάμπολυ
τοῦ χυτλώσασθαι. τά τε γὰρ ἄλλα, κᾀπειδὰν ἀνακόπτηται
καὶ ἀνατρίβηται μετ᾿ ἐλαίου τὸ ὕδωρ, δύσλυτον ἱκανῶς ἔχει
τὴν μίξιν, ὥσθ᾿ ὅσοις ἂν ἐπαλείφηταί τε καὶ περιπλάττηται
σώμασι τὸ ἔλαιον, ἀναγκάζεσθαι τούτοις ἐπιπλέον ὁμιλεῖν
καὶ τὸ ὕδωρ. ἔστι τοίνυν κᾀνταῦθα ὥσπερ τις ὕλη τῶν
ὑγραινόντων τε καὶ ξηραινόντων τὸ ἔλαιον, ὡς ἔμπροσθεν
ἐδείχθη, τῶν θερμαινόντων τε καὶ ψυχόντων. ἄν τε γὰρ ξη-
[11.533]
ραίνοντι μιχθῇ, ξηραῖνον τὸ σύμπαν ἀπετέλεσεν, ἄν θ᾿ ὑγραί-
νοντι, καὶ τοῦθ᾿ ὑγραῖνον εἰργάσατο καὶ πολλάκις καὶ μᾶλ-
λον ὑγραῖνον ἀπετελέσθη τὸ μικτὸν ἐξ ἀμφοῖν αὐτοῦ τοῦ
πρώτως ὑγραίνοντος, ὥσπερ ἐφ᾿ ὕδατος ἔχει. τοῦτο γὰρ
ὑγραίνει μὲν πρώτως, ἀλλὰ τὸ μὴ παραμένειν ἐπιπλέον
ὀλιγοχρόνιον ἴσχον τὴν ἐνέργειαν ἀσθενῶς ὠφελεῖ. δεσμὸς
οὖν αὐτῷ τοὔλαιον γιγνόμενον, ἀναγκάζον γε τοῖς χρῄζου-
σιν τῆς ἀπ᾿ αὐτοῦ βοηθείας ἐπιπλεῖστον ὁμιλεῖν, ἄριστον
ἰαμάτων πάντων ἀπετελέσθη τοῖς ἐξηραμμένοις τε αὐχμώ-
δεσι σώμασιν. οὕτω δὲ κᾂν ξηραῖνον ἐλαίῳ μίξῃς φάρμα-
κον, οἷον χαλκῖτιν, ἢ πύρεθρον, ἢ κηκίδα, ἢ στρούθιον,
ξηραῖνον ἔσται τὸ μικτὸν ἐξ ἀμφοῖν. ἅπασιν οὖν ὑπηρε-
τοῦν τοῖς ἑαυτῷ μιγνυμένοις τὸ ἔλαιον, εὐλόγως οἷον ὕλη
τις ἁπάντων ἐστί. τὴν μὲν οὖν οἰκείαν αὐτῶν ἐνέργειαν ἐξ
ἀνάγκης μειοῦν, οὐ μὴν τήν γε ὠφέλειαν, ἀλλ᾿ ἔστιν ὅτε
καὶ προσαυξάνον. οὐ γὰρ δὴ ταὐτόν γ᾿ ἐστὶν, εἰ καὶ δόξει
τισὶν ἐνέργειάν τέ τινος αὐξῆσαι καὶ ὠφέλειαν. ἡ μὲν γὰρ
ἐνέργεια κατὰ τὴν οἰκείαν ἑκάστου δύναμιν, ἡ δ᾿ ὠφέλεια
[11.534]
καὶ κατὰ συμβεβηκὸς ἐνίοτε. λεχθήσεται μὲν οὖν ἐπιπλέον
ἐν τοῖς ἑξῆς ὑπὲρ τῆς κατὰ συμβεβηκὸς ὠφελείας. εἰρήσε-
ται δὲ καὶ νῦν εἰς τοσοῦτον, εἰς ὅσον δεῖ τοῖς παροῦσιν.
ἐλαίῳ γὰρ ἀνακοπτόμενον ὕδωρ, ὡς τὸ καλούμενον ὑδρέ-
λαιον ἐργάσασθαι, τοῖς κεκοπωμένοις ἀρήγει μᾶλλον ἢ εἰ
μόνον ὑπῆρχεν, οὐ τῷ τὴν οἰκείαν ἐπιτείνεσθαι δύναμιν,
ἀλλὰ τὸ περιμένειν ἐπιπολὺ τοῖς δεομένοις.
02.26 ῞Οτι δ᾿ εἰ μὴ μέσον εἴη τῇ κράσει
τὸ ξυνδοῦν, τὰ πρώτως βοηθοῦντα τοῖς δεομένοις
ἐναντιώσεται πολλάκις αὐτῶν ταῖς ἐνεργείαις, ἐξ αὐτῆς γε
τῆς τῶν φαρμάκων φύσεως ἔνεστί σοι καθόλου διδαχθῆναι
κᾀκ τῶν τῆς κατ᾿ εἶδος τῶν φαρμάκων ἱστορίας. ἀπὸ μὲν
τῆς τοῦ καθόλου, διότι τὸ μιγνύμενον ἂν ἐπὶ τοὐναντίον
ἀπάγῃ τὴν δύναμιν τοῦ κραθέντος αὐτῷ φαρμάκου, δύνα-
ταί ποτε καὶ νικῆσαι καὶ τελέως εἰς ἕτερον εἶδος μεταστῆ-
σαι τὸ μικτὸν ἐξ ἀμφοῖν. οὐδεμίαν γὰρ οὔτε ἰδέαν ἐπίση-
μον οὔτε δύναμιν ἐμφαίνεσθαι χρὴ τοῦ λόγον ὕλης ἔχοντος
[11.535]
ἐν τῇ μίξει. κατὰ δὲ τὴν ἀπὸ τῶν ἐν μέρει πεῖραν ᾧδ᾿
ἂν μάθοις ὡς οὐ χρὴ τὸ λόγον ὕλης ἔχον οὔτε θερμαίνειν
οὔτε ψύχειν οὔτε ξηραίνειν οὔθ᾿ ὑγραίνειν, εἰ πρῶτον
μὲν ἀναμνησθείης ὧν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα ἐπὶ
πίττης ὑγρᾶς καὶ ῥητίνης καὶ σμύρνης, ἀσφάλτου τε καὶ
κεδρίνου καὶ δαφνίνου καὶ τῶν ἄλλων ὅσα θερμαίνει. ταῦτα
γὰρ ἅπαντα μεθ᾿ ὕδατος ἀνατριβόμενα παραπλησίως ἐλαίῳ
θερμαίνει μᾶλλον ἢ ψύχει καὶ ξηραίνει μᾶλλον ἢ ὑγραίνει,
διὸ καὶ τὰς κοπώδεις αἰσθήσεις οὐ πάνυ τι λύειν πέφυκεν.
οὔτε γὰρ τῆς αὐτῆς ἐστιν ὕδατι δυνάμεως, ὡς συνεργάζε-
σθαί τι μᾶλλον ἢ ἀντιπράττειν, οὔτε τῆς μέσης τῶν ἄκρων,
ἵν᾿ ὡς ὕλη τις ὑπηρετῇ τῷ πρώτως ἐνεργοῦντι. ξηραίνει
γὰρ καὶ θερμαίνει μᾶλλον, οὐχ ὑγραίνει, καὶ ψύχει καθάπερ
ὕδωρ. εἰ δέ τινι τῶν ἰσχυρῶς ξηραινόντων τε καὶ θερμαι-
νόντων ἀναμίξαις ὕδωρ, οὐ μόνον οὐδὲν ὧν πέφυκε δρᾷν
ὄψει γιγνόμενον, ἀλλὰ καὶ τελέως ἀμαυρούμενον ὡς εἰ μηδὲ
τὴν ἀρχὴν ἐμέμικτο. χαλκῖτις οὖν καὶ σανδαράχη καὶ μίσυ
[11.536]
καὶ τἄλλ᾿ ὅσα θερμαίνει τε σφοδρῶς ἡμᾶς καὶ ξηραίνει,
φυλάττει τὴν ἑαυτῶν ἔτι δύναμιν ἰσχυρὰν ὕδατι μιχθέντα.
πανταχόθεν οὖν δῆλον ὡς μέσον εἶναι χρὴ τὴν κρᾶσιν
ὅτί περ ἂν ἑκατέροις τοῖς ἄκροις ὑπηρετήσειν μέλλῃ, καθά-
περ ὕλη τις, ὥσπερ καὶ τοὔλαιον ἐν τῇδε τῇ χώρᾳ τιθεὶς
οὐκ ἂν ἁμάρτοις. ὁμολογήσει γὰρ ἅπαντά σοι τὰ κατὰ
μέρος ἔργα καὶ μέμψῃ τοῦ μήκους τῶν λόγον οὐχ ἡμᾶς,
ἀλλ᾿ ὅσοι τὴν ὀρθὴν ὁδὸν ὑπερβαίνοντες ἐπὶ μοχθηρᾶς τε
καὶ μακρᾶς ἐκτρέπονται. διὸ καὶ τοῦτον ἠναγκάσθην ἐγὼ
μηκῦναι τὸν λόγον, ἐπεὶ τό γ᾿ ἀληθὲς αὐτὸ ταχίστην ἔχει
τὴν εὕρεσιν, ὡς ἂν ἐξ αὐτῶν τῶν ἐναργῶς φαινομένων
ὁρμώμενον. οὐ μὴν οὐδ᾿ εἰς τοσοῦτον ἐμήκυνα τὸν λόγον
εἰς ὅσον ἐγχωρεῖ τῷ καὶ πάντα τὰ κακῶς ὑπ᾿ αὐτῶν
εἰρημένα γράψαι προῃρημένῳ καὶ τὰς αἰτίας τῶν σφαλμά-
των ἐκδιδάξαι. καίτοι γε τὰς αἰτίας εἰπεῖν ἴσως ἀναγκαῖόν
ἐστιν ὑπὲρ τοῦ φυλάττεσθαί τε τοὺς ἐξ αὐτῶν παραλο-
γισμοὺς ἐν ἁπάσῃ τῇ κρίσει τῶν κατὰ μέρος φαρμάκων
ἔχεσθαί τε τῆς ἀληθοῦς διδασκαλίας ἐπιστημονικώτερον.
[11.537]
αὐξάνονται γὰρ ἡμῖν αἱ περὶ τῶν πραγμάτων πίστεις, ὅταν
μὴ μόνον αὐτὸ γιγνώσκωμεν τἀληθὲς, ἀλλὰ καὶ τῶν παρα-
λογισμῶν ἁπάντων τὰς αἰτίας ἐκμάθωμεν. τοῦτο μὲν οὖν
ἐν τοῖς ἑξῆς ἐργασόμεθα.
02.27 Νυνὶ δὲ περὶ ῥοδίνου βραχέα προσ-
θεὶς ἐπὶ τοῖς κατ᾿ ἀρχὰς εἰρημένοις ἐν τῷδε καταπαύσω
τὸν λόγον. εἴρηται μὲν οὖν ὡς οὔτ᾿ ὀσμαῖς οὔτε χρόαις
οὔτ᾿ ἄλλῳ τινὶ τῶν συμβεβηκότων εὔλογόν ἐστι προσέχειν
τὸν νοῦν ἐν ταῖς τῶν δυνάμεων ἐξετάσεσιν, ἀλλὰ τοῖς
ἐναργῶς φαινομένοις ἐπί τε τῶν ὑγιαινόντων καὶ νοσούν-
των σωμάτων. ἀποδέδεικται δὲ καὶ ὡς τοὔλαιον, ὅταν ἄνα-
λον ᾖ καὶ καθαρὸν ἀκριβῶς, ἐκ τῆς μέσης ὕλης ἐστίν.
ὥστε καὶ τὸ ῥόδινον χρὴ τὸ ἀκριβὲς καὶ ἁπλοῦν καὶ ὄντως
ῥόδινον ἐξ ἐλαίου τε τούτου κατεσκευάσθαι καὶ μηδὲν ἐν
ἑαυτῷ φαρμακωδέστερον ἔχειν, ὥσπερ εἰώθασιν οἱ μυρεψοὶ
σκευάζειν, ὑπὲρ τοῦ μόνιμόν τε καὶ εὐωδέστερον γενέσθαι
προστύφοντες ἀρώμασι τοὔλαιον πρὶν ἐμβαλεῖν τὰ ῥόδα.
κάλλιον δὲ ἴσως ἐστὶ καὶ τοῖς ὀνόμασιν διαστέλλειν αὐτὰ,
[11.538]
καθότι καὶ τοὺς παλαιοὺς οἶδα ποιοῦντας. ἔλαιον μὲν
γὰρ ῥόδινον ὀνομάζουσιν τὸ χωρὶς τῶν ἀρωμάτων σκευα-
σθέν. ὅτῳ δ᾿ ἐπεμβέβληταί τι καὶ τούτων, οὐκ ἔλαιον
ἔτι τὸ τοιοῦτον, ἀλλὰ μύρον ἤδη προσαγορεύουσιν. ὥστε
ἐπειδὴ τὸ μὲν ἔλαιον οἷον ὕλη τίς ἐστιν τῶν θερμαινόν-
των τε καὶ ψυχόντων φαρμάκων ἐκ τῆς μέσης κράσεως
ὑπάρχον, ἐξ ἐλαίου δὲ καὶ ῥόδων χυλῶν σύγκειται τὸ ῥόδι-
νον, ἔστι δήπου καὶ αὐτὸ τοιοῦτον τὴν κρᾶσιν οἷός περ
καὶ ὁ τῶν ῥόδων χυλός. ἔστι δὲ δήπου ῥᾷστον οὐ ῥόδων
χυλοῦ μόνον αὐτοῦ καθ᾿ ἑαυτὸν, ἀλλὰ καὶ συνθέντας ἔλαιον
ῥόδινον ἐπί τε τῶν ὑγιαινόντων καὶ νοσούντων, ὡς ἤδη
πολλάκις εἴρηται, τὴν βάσανον αὐτοῦ ποιήσασθαι τῆς δυ-
νάμεως. εὑρήσεις οὖν ἐμψυχομένους μὲν ὑπ᾿ αὐτοῦ τοὺς
ἔτι κεκαυμένους καὶ παραχρῆμά τινος ὠφελείας αἰσθανομέ-
νους, βλαπτομένους δ᾿ ἐναργῶς ἅπαντας τοὺς ἐψυγμένους,
ὥστε σε σαφῶς ἑκατέρωθεν συνιέναι τῆς δυνάμεως αὐτοῦ
ψυχούσης μᾶλλον ἢ θερμαινούσης. οὐ μὴν ἰσχυρά γε ἡ
ἀπὸ ῥοδίνου φαίνεταί σοι ψύξις, ἀλλ᾿ ἐγγυτάτω πως εἶναι
[11.539]
δόξει τῆς μέσης κράσεως. ὀνομάζω δὲ τὰ τοιαῦτα φάρμακα
σαφοῦς ἕνεκα διδασκαλίας ἐκ τῆς πρώτης φύσεώς τε καὶ τά-
ξεως τῶν ψυχόντων, ὥσπερ αὖ καὶ ὅσα βραχὺ τῆς μέσης κρά-
σεως ἐπὶ τὸ θερμότερον ἀποκεχώρηκεν, ἐκ τῆς πρώτης ἀπο-
στάσεώς τε καὶ τάξεως τῶν θερμαινόντων. ταυτὶ μὲν ἐν τῷ
παρόντι περὶ ῥοδίνου χρὴ γινώσκειν. ἀναγκαῖον γὰρ ἔσται
μοι καὶ κατὰ τὸν ἑξῆς λόγον ἔτι μνημονεῦσαί τε τοῦ φαρμά-
κου καὶ προσθεῖναι τὰ λείποντα ὧν εἴπομεν.