[11.619]
γαληνοῦ περὶ κράσεως καὶ δυνάμεως
τῶν ἁπλῶν φαρμάκων
βιβλίον δ’
04.01 ῞Οπως μὲν οὖν λέγεται ψυχρὸν, ἢ θερμὸν,
ἢ ξηρὸν, ἢ ὑγρὸν τῇ δυνάμει φάρμακον, ᾧτινί τε τρόπῳ δεῖ
δοκιμάζειν αὐτὸ, διῄρηται πρόσθεν. ἐπειδὴ δὲ καὶ μαλακτι-
κόν τι λέγεται καὶ χαλαστικὸν, ἀραιωτικόν τε καὶ πυκνωτι-
κὸν, ἐμπλαστικόν τε καὶ διαφορητικὸν, ἕτερά τε πάμπολλα
παραπλήσια τούτοις, κάλλιον ἂν εἴη καὶ περὶ τῶν τοιούτων
διελθεῖν· ἅμα δὲ αὐτοῖς, ἢ καὶ πρὸ αὐτῶν ἔτι, καὶ περὶ τῆς
[11.620]
τῶν χυμῶν ἁπάντων οὐσίας τε ἅμα καὶ δυνάμεως, ὑπὲρ ἧς
εἴρηται μὲν κᾀν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων ἐπὶ τῆς
τελευτῆς, ὁπότε καὶ τὴν τοῦ Πλάτωνος ἐκ Τιμαίου παρεθέ-
μην ῥῆσιν· ἀλλ᾿ ἐκεῖ μὲν, ἕνεκα τοῦ τῶν αἰσθητῶν ἀναμνῆ-
σαι παθῶν, ὧν ἡ γλῶττα πέφυκε καθ᾿ ἕκαστον αὐτῶν
πάσχειν, ἐνταυθοῖ δὲ περὶ τῆς οὐσίας τε καὶ δυνάμεως ὁ λόγος
ἔσται μοι. πάσχει μὲν γὰρ δήπου καὶ τἄλλα τοῦ ζώου μόρια
τῇ γλώττῃ παραπλησίως, οὐ μὴν ἀκριβῶς αἰσθάνεται τῶν
παθῶν, ἡ δέ γε πρὸς τῷ πάσχειν ἔτι καὶ τὸ τῆς αἰσθήσεως
ἀκριβὲς κεκτημένη διαγνωστικὴ τῆς φύσεως ἁπάντων τούτων
ἐστίν. οὐ καὶ δὴ τότε θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ
ὑγρὸν τὴν μὲν γλῶτταν ἤτοι ψύχειν, ἢ θερμαίνειν, ἢ ξηραί-
νειν, ἢ ὑγραίνειν, οὐχὶ δέ γε καὶ τῶν ἄλλων ἕκαστον πέφυκεν,
ἀλλ᾿ ὥσπερ ταύτην, οὕτω καὶ τἄλλα διατίθησί τε καὶ ἀλλοιοῖ
κατὰ τὸ μᾶλλον καὶ ἧττον ἐν αὐτοῖς γιγνομένης τῆς διαφορᾶς,
οὐ κατὰ τὸ πάσχειν, ἢ μὴ πάσχειν. ὅτι μὲν γὰρ καὶ ξηροῦ
καὶ ὑγροῦ καὶ θερμοῦ καὶ ψυχροῦ σώματος οὐδὲν ἧττον
ἁπάντων τῶν ἄλλων τοῦ ζώου μορίων ἡ γλῶττα πέφυκεν
[11.621]
εἶναι διαγνωστικὴ πρόδηλον παντὶ, πικρότητας δὲ καὶ γλυκύ-
τητας, ἁλυκότητάς τε καὶ ὀξύτητας, αὐστηρότητάς τε καὶ
στρυφνότητας καὶ δριμύτητας, αὕτη μόνη διακρίνειν πεπί-
στευται, καίτοι τήν γε ὁμοιότητα τῶν παθῶν ἐστιν εὑρεῖν
κᾀν τοῖς ἄλλοις ἅπασι μέρεσιν, καὶ μάλιστα ἐν τοῖς ἡλκωμέ-
νοις. ἡ γάρ τοι τοῦ δέρματος σκληρότης καὶ πυκνότης ἀπο-
στέγει καὶ ἀπομάχεται καὶ κωλύει διέρχεσθαι πρὸς τὴν σάρκα
τὰς τῶν ἔξωθεν αὐτῇ προσπιπτόντων δυνάμεις.
04.02 Οὕτω γὰρ εἴρηται κᾀκεῖνο πρὸς ῾Ιππο-
κράτους, ἕλκεσι τὸ μὲν ψυχρὸν δακνῶδες, καίτοι γε τῷ δέρ-
ματι πρὶν ἑλκωθῆναι δακνῶδες οὐκ ἦν. ἔστι δὲ καὶ ὀφθαλ-
μοῖσι καὶ μυκτῆρσι καὶ ἐν τῷ στόματι μέρεσι τοῦ ζώου,
δακνῶδες τὸ ψυχρόν. οὐχ ἥκιστα δὲ γαστρός τε καὶ ἐντέρων
τοῖς ἔνδον, ὥστε καὶ χαλεπὸν εἶναι διακρῖναι πολλάκις εἴτε
κατεψυγμένος τις, εἴτε καὶ διὰ χυμοῦ δριμύτητα δάκνοιτο,
συμβαίνει δὲ ταῦτα εὐλόγως· ἐπειδὴ γὰρ τὸ ψυχρὸν, ὧν ἂν
ψαύσῃ, συνάγει τε τὴν οὐσίαν αὐτῶν καὶ πυκνοῖ καὶ σφίγγει,
πρῶτον μὲν ἀναγκαῖον ἐν τῷδε τὰς λεπτὰς ὑγρότητας ἐκκρί-
[11.622]
νεσθαι, καθάπερ ἐξ ὀφθαλμῶν μὲν τὸ δάκρυον, ἐκ δὲ τῶν
ῥινῶν τὴν κόρυζαν, ἔπειτα δὲ καὶ δακνῶδες αὐτοῖς φαίνεται,
καθ᾿ ἕτερον μὲν τρόπον τοῦ θερμοῦ. οὐ γὰρ τῷ διαβιβρώ-
σκειν τὸ συνεχὲς, ἀλλὰ τῷ διασπᾷν ἀνιαρόν θ᾿ ἅμα καὶ
δακνῶδες ὑπάρχει τὸ ψυχρὸν, ὅθεν οὐδὲ τοῖς σκληροῖς σώμασι
φαίνεται τοιοῦτον. ἐν γὰρ τῷ συνάγεσθαι καὶ θλίβεσθαι τὰ
μαλακὰ, τό θ᾿ ὑγρὸν αὐτῶν ἐκπιέζεσθαι συμβαίνει καὶ δια-
σπᾶσθαι τὰ μόρια, τὸ μὲν ὑγρὸν ὡς ἐν τῇ συναγομένῃ τε καὶ
πρὸς ἡμετέρων χειρῶν θλιβομένῃ σπογγιᾷ, τὸ διασπᾶσθαι δὲ
ὡς ἐν τοῖς διαιρουμένοις καὶ διασπωμένοις, εἴτ᾿ οὖν ὑφ᾿ ἡμῶν
ἑλκόντων ταῖς χερσὶν, εἴθ᾿ ὑπό τινος ἑτέρου. τοιοῦτον γάρ τι
καὶ τοῖς ἀραῖοις τε καὶ μαλακοῖς σώμασιν ὑπὸ τοῦ ψυχροῦ
πάσχειν ἀναγκαῖον, ὑποδεχομένης μὲν εἴσω τὴν ψύξιν τῆς
ἀραιότητος ἑτοίμως, ἔτι δὲ ἑτοιμοτέρως τῶν ἐν τῷ βάθει
μορίων τῶν μαλακῶν ὑπ᾿ αὐτῆς πηγνυμένων. καθ᾿ ἕκαστον
οὖν τῶν πόρων εἰσιὸν τὸ ψυχρὸν ἐν τοῖς ἀραιοῖς σώμασιν,
οἷάπερ τά θ᾿ ἡλκωμένα πάντα ἐστὶ καὶ ὀφθαλμοὶ καὶ μυκτῆ-
ρες καὶ στόμα καὶ τὰ κατὰ τὴν γαστέρα, ἐπιλαμβάνει πάντα
τῶν ψυχομένων σωμάτων τὰ μόρια καὶ τρόπον τινὰ πολλαῖς
[11.623]
ἐν κύκλῳ λαβαῖς αὐτὰ συνάγον καὶ πιλοῦν τῶν συνεχῶν
ἀποσπᾷ. χώρας οὖν ἀναγκαῖον ἐν τῷδε τῷ πάθει γίνεσθαι
κενὰς οὐκ ὀλίγας, οὐ μόνον τῷ τὰς λεπτὰς ὑγρότητας ἐκκρί-
νεσθαι πιεζομένας, ἀλλὰ καὶ τῷ τὴν μαλακὴν οὐσίαν εἰς
ἐλάττονα τόπον συνάγεσθαι. χώραν δὲ κενὴν ἐν συνεχέσι
σώμασιν οὐκ ἐγχωρεῖ συστῆναι φυλαττομένης τῆς συνεχείας.
εἴπερ οὖν συνίσταται, δῆλον ὡς φθείρεται μὲν αὕτη, διασπᾶ-
ται δὲ τὸ συνεχὲς σῶμα, κᾀν τούτῳ τὸ τῆς αἰσθήσεως ἀνιαρόν
τε ἅμα καὶ δακνῶδες ὑπαντᾷ πάθος, οὐ μὴν ἥ γε ποιό-
της ἀμφοῖν ἡ αὐτὴ, τῶν τε διὰ τὸ ψύχειν δακνόντων ἐστὶν
καὶ τῶν διὰ τὸ θερμαίνειν, ἀλλ᾿ ἐπὶ μὲν τῶν προτέρων
εὐθέως καὶ τὸ συνάγεσθαί τε καὶ σφίγγεσθαι τὴν οὐσίαν
αἴσθησις ἡμῖν ἐστιν, ἐπὶ δὲ τῶν δευτέρων ἡ τοῦ διαλύεσθαί
τε καὶ χεῖσθαι. καὶ δὴ καὶ τὸ τάχος οὐχ ὅμοιον ἐπ᾿ ἀμφοτέρων
τῶν παθῶν, ἀλλ᾿ ἐπὶ μὲν τῶν ψυχόντων βραδύνει πως μᾶλ-
λον ἡ δῆξις, ἐπὶ δὲ τῶν θερμαινόντων ὠκύτατα διεξέρχεται.
ὁπότ᾿ οὖν αὐτάρκως ἤδη διώρισται καὶ τῇ φύσει τῶν πραγ-
μάτων αὐτῇ καὶ τῇ πρὸς ἡμᾶς αἰσθήσει, καὶ λέλεκται σαφῶς
[11.624]
ὅπως μὲν τὸ θερμὸν, ὅπως δὲ τὸ ψυχρὸν δακνῶδες φαίνεται.
χρὴ μὲν δήπου καὶ λογίζεσθαί τινα καὶ πρὶν ἀκοῦσαι παρ᾿
ἡμῶν, ὡς τῶν δακνόντων φαρμάκων τὰ μὲν θερμὰ ταῖς δυνά-
μεσιν ἀναγκαῖον εἶναι, τὰ δὲ ψυχρά. καὶ παρ᾿ ἡμῶν δὲ ἐπι-
μαθεῖν ἐστι τοὺς διορισμοὺς αὐτῶν ἀκριβῶς, ἀναμνησθέντας
πρότερον ὡς καὶ τὸ πόμα καὶ τὸ βαλανεῖον, ὅταν εὐκράτως
ἔχῃ, θερμὰ λέγομεν, ἐνίοτε καταχρώμενοι τῇ προσηγορίᾳ.
εὔκρατα γὰρ ἐχρῆν αὐτὰ λέγεσθαι καὶ σύμμετρα μᾶλλον ἢ
θερμά. τὰ μὲν οὖν οὕτω θερμὰ προσηνῆ τ᾿ ἐστὶ καὶ φίλια.
διαχεῖται γὰρ ἡμῶν τὸ συνεστός τε καὶ πεπηγὸς ἐν τοῖς σώμα-
σιν, ἐν ᾧ μάλιστα πάθει τὸ ἥδεσθαι τοῖς ζώοις ἐστίν· χρονί-
ζοντα δὲ καὶ ταῦτα κατ᾿ ὀλίγον ἀνιαρὰ γίνονται. μεταπίπτει
γὰρ εἰς ἀμετρίαν οὕτω γε χύσεως ὡς καὶ διαφορεῖσθαι καὶ
διαλύεσθαι καὶ σκεδάννυσθαι τὴν οὐσίαν ἡμῶν. ἀλλὰ κᾀν
τούτῳ χωρὶς τοῦ δάκνειν ἀνιᾷ, λειποψυχίαν τε ἐμποιοῦντα
καὶ κατάπτωσιν δυνάμεως, ὥστε καὶ τὸν θάνατον ἕπεσθαι.
τὰ δ᾿ ἔτι μᾶλλον τῶνδε θερμὰ τέμνει καὶ διαιρεῖ καὶ διί-
στησι τὴν οὐσίαν, ὥστ᾿ ἐξ ἀνάγκης δακνώδη φαίνεσθαι, καθά-
[11.625]
περ καὶ τὸ ζέον ὕδωρ καὶ τὸ πῦρ αὐτό. καὶ τῶν ψυχρῶν δὲ
κατὰ τὸν αὐτὸν τρόπον ὅσα μὲν συνάγει, οὔπω δὲ διασπᾷ τὸ
συνεχὲς τοῦ πλησιάζοντος σώματος, ψυχρὰ μόνον ἐστὶν, οὐ
μὴν ἤδη γέ πως δακνώδη. τὰ δὲ πρὸς τῷ συνάγειν διασπῶντα,
βιαίως δὲ δηλονότι πάντα τὰ τοιαῦτα κέχρηται τῇ πιλήσει,
δακνώδη φαντάζεται. τὸ μὲν οὖν συνάγειν τε καὶ πηγνύειν
τὴν ὑποβεβλημένην ὕλην ἴδιον ἀεὶ τοῦ ψυχροῦ· τὸ δὲ διαχεῖν
τε καὶ τήκειν τοῦ θερμοῦ, κοινὸν δ᾿ ἀμφοῖν ἀμετρότερα
αὐξηθέντων τὸ δάκνειν. ὅσα μὲν οὖν ἀκριβῶς ἐστι ψυχρὰ
καὶ θερμὰ, πρὸς τοῖς ἄλλοις ἅπασιν οἷς ἔμπροσθεν εἴπομεν
ἀραιοῖς τε καὶ μαλακοῖς μέλεσιν, ἤδη καὶ τοῦ δέρματος ἡμῶν
ἅπτεται. μέμνημαι δ᾿ ἐγώ ποτε διὰ χιόνος ὁδοιπορήσας οὕτω
πολλῆς, ὡς μηδὲν τῆς γῆς φαίνεσθαι γυμνόν· ἦν δὲ καθαρὸς
ὁ ἀὴρ ἀκριβῶς φαινόμενος καί τι πνεῦμα τῆς χιόνος ἀπέπνει,
ψυχρότατον οὕτως, ὡς οὐ τοὺς ὀφθαλμοὺς μόνους δάκνειν ἢ
καὶ τοὺς μυκτῆρας, ἀλλὰ καὶ τὸ πρόσωπον ὅλον. εἰ δὲ καὶ
χεῖρά τις ἔξω προὔβαλε, καὶ ταύτης ὁμοίως ἁπτόμενον. ὅσα
δ᾿ ἀπολείπεται τῆς ἄκρας ψύξεως ἢ θερμότητος, οὐ δάκνει τὸ
[11.626]
δέρμα, τὰ μὲν ψύχοντα μήτε διασπᾶσθαί τι τῆς συνεχείας
αὐτοῦ δυνάμενα διὰ τὴν σκληρότητα, μήτ᾿ εἰς τὸ βάθος ἐνδῦ-
ναι φθάνοντα τῇ πυκνώσει τῆς ἐπιφανείας· τὰ δὲ θερμαί-
νοντα τῷ τε μὴ διαβιβρώσκειν, ἀλλὰ διαχεῖν μόνον, τῷ τε
διεξέρχεσθαι τοὺς πόρους ἐνίοτε ἑτοίμως. μέγιστον δ᾿ εἰς τὰ
τοιαῦτα παθήματα συμβάλλεται τὸ τῆς οὐσίας τῶν φαρμά-
κων ἤτοι παχυμερὲς ἢ λεπτομερές. ἐπὶ μὲν γὰρ τῶν ψυχόν-
των τὰ λεπτομερῆ μᾶλλον ἐξικνεῖται πρὸς τὸ βάθος, καὶ διὰ
τοῦτο δάκνει σφοδρότερον· ἐπὶ δὲ τῶν θερμαινόντων τὰ
παχυμερῆ μᾶλλον ἑλκοῖ καὶ διὰ τοῦτο ἀνιᾷ βιαιότερον. λεπτο-
μερέστερον μὲν οὖν ὁ ἀὴρ, παχυμερέστερον δὲ γῆ, μεταξὺ δ᾿
ἀμφοῖν τὸ ὕδωρ. ἀλλ᾿ ἀὴρ μὲν ἐκπυρωθεὶς φλὸξ γίγνεται,
γῆ δὲ ἄνθραξ, τὸ δ᾿ ὕδωρ δέχεται μὲν ἰσχυρὰν θερμασίαν,
ἀλλ᾿ οὔτε φλὸξ οὔτ᾿ ἄνθραξ γίνεται, διὰ τὴν σύμφυτον ὑγρό-
τητα. φλὸξ μὲν γὰρ καὶ ἄνθραξ εἴδη πυρός. ἅπαν δὲ
πῦρ ἐστιν θερμὸν καὶ ξηρὸν, οὐκ ἐγχωρεῖ δὲ τῷ ὕδατι γενέ-
σθαι ξηρῷ καὶ διὰ τοῦτο, οὐ δέχεται τὴν τοῦ πυρὸς ἀκριβῶς
ποιότητα, καθάπερ ἡ γῆ τε καὶ ὁ ἀήρ· φάρμακον μὲν οὖν
[11.627]
οὐδὲν οὕτω θερμόν ἐστιν ὡς φλὸξ ἢ ἄνθραξ ἢ ζέον ὕδωρ,
ἀλλὰ κᾂν θερμότατον ᾖ, πάντως ποῦ γοῦν τούτων ἀπολείπε-
ται πάμπολυ. μέχρι μέντοι τοῦ καίειν ἡ θερμότης αὐτῶν
προέρχεται, ὅταν ἐν οὐσίᾳ περιέχηται παχυμερεῖ. τὰ δ᾿ ἐν
ταῖς λεπτομερέσιν ἐνίοτε μὲν οὐδὲ δάκνει τὴν ἀρχὴν, ἀλλὰ
θερμαίνει μόνον. ἔστι δ᾿ ὅτε δακνῶδες μέν ἐστιν, οὐ μὴν
ἤδη καὶ καίει.
04.03 Μεμνῆσθαι δὲ χρὴ τῆς ἐννοίας τῶν λεπτο-
μερῶν τε καὶ παχυμερῶν, ὡς τὰ μὲν εἰς λεπτὰ μόρια ταχέως
διαλυόμενα λεπτομερῆ προσαγορεύομεν, ὅσα δ᾿ οὐ δύναται
πάσχειν τοῦτο, παχυμερῆ. τὸ μὲν οὖν διαλῦον αὐτὰ τὸ κατὰ
τὸ σῶμα τοῦ ζώου θερμόν ἐστιν, ὥσπερ ἂν ἑκάστοτε τύχῃ
προσφερόμενα· τὸ δ᾿ εἰς λεπτὰ καὶ παχέα μόρια θραύεσθαι
παρὰ τῆς ἑαυτῶν ἔχει φύσεως, ὥστε καὶ τῶν ψυχόντων φαρ-
μάκων ὅσα μέν ἐστι παχυμερῆ δάκνειν οὐ δύναται, μὴ
φθάνοντά γε διαδύεσθαι τὴν ἔξωθεν τοῦ δέρματος ἐπιφά-
νειαν. ὅσα δὲ λεπτομερῆ καὶ διαδύεται ῥᾳδίως καὶ πρὸς τὸ
[11.628]
βάθος ἐξικνεῖται καὶ δάκνει τὰ μαλακὰ τοῦ ζώου μόρια, μᾶλ-
λον δ᾿ ἔτι δάκνει τὰ λεπτομερῆ τε ἅμα καὶ ταῖς κράσεσιν ἀνώ-
μαλα. δέδεικται δ᾿ ἐν τοῖς πρόσθεν ὡς σχεδὸν ἅπαντά ἐστιν
ἀνώμαλα. ἢ γὰρ ἀδύνατον, ἢ πάνυ χαλεπὸν ἐξευρεῖν οὐσίαν
ἡντιαοῦν ἀκριβῶς ὁμοιομερῆ. τὸν γοῦν οἶνον ἐλέγομεν ἓν μὲν
ἔχειν ἐν αὑτῷ περίττωμα παχυμερὲς, ἐξ οὗ τῷ χρόνῳ διακρι-
νομένου τε καὶ καταφερομένου συνίστασθαι τὴν τρύγα. ἕτε-
ρον δ᾿, ὅπερ ἄνθος ὀνομάζεται, κατὰ μὲν τὸν τῆς ζέσεως
χρόνον πολάζον, ὕστερον δ᾿ εἰς τὴν τρύγα καταφερόμενον.
ἄλλο δὲ τρίτον ὑδατῶδες, ἀναμεμιγμένον ἅπαντι τῷ οἴνῳ, οὗ
καὶ τὴν ζέσιν εἶναι πρῶτον καὶ μάλιστα. τέταρτον δ᾿ ἐπὶ
τούτοις ἐστὶν αὐτὸς ὁ ὄντως οἶνος. δέδεικται δ᾿ ὡς καὶ κατὰ
τοὔλαιον καὶ τὸ γάλα καὶ τοὺς ἄλλους ἅπαντας χυλοὺς
ὁμοία φύσις ἐστὶ περιττωμάτων, ἔτι δὲ μᾶλλον ἐν ὅλοις τοῖς
μεταλλευομένοις ἅπασιν. ὧν ἀναμνησθέντας χρὴ νῦν ἐπι-
σκέψασθαι περὶ τῶν φαρμάκων ἁπάντων, καὶ πρῶτον μὲν
φυλάξασθαι παθεῖν ὅπερ οἱ πλεῖστοι τῶν τὰ τοιαῦτα ζητη-
[11.629]
σάντων ἔπαθον. ὡς γὰρ ὁμοιομερῶν ἁπάντων ὄντων, οὕτω
ποιοῦνται τὸν λόγον, οὐ συγχωροῦντες οὔτε τὸν οἶνον
οὔτε τοὔλαιον οὔτε τῶν ἄλλων οὐδὲν ἐκ διαφερόντων ταῖς
δυνάμεσι συγκεῖσθαι μορίων, ἔτι δὲ τούτων μᾶλλον ἐπὶ
ὄξους θαυμάζουσιν εἰ τολμῶμεν αὐτὸ λέγειν, ἀπολωλεκέναι
μὲν τὴν ἔμφυτον τοῦ οἴνου θερμότητα, τὴν δ᾿ ἐκ σήψεως
ἔχειν, ὅπερ δὴ καὶ ᾿Αριστοτέλει καὶ Θεοφράστῳ δοκεῖ. τὰ
μὲν γὰρ οἰνώδη μόρια τοῦ οἴνου κατὰ τὴν εἰς ὄξος μετα-
βολὴν ἀποψύχεται, τὸ δ᾿ ὑδατῶδες περίττωμα σηπόμενον
ἐπίκτητόν τινα ἴσχει θερμότητα, ὥσπερ καὶ τἄλλα πάντα
τὰ σαπέντα. καὶ γίγνεται σύνθετόν τι τὸ ὄξος ἐξ ἐναν-
τιωτάτων ταῖς δυνάμεσι μορίων, τῶν μὲν ἀπεψυγμένων, τῶν
δὲ θερμῶν, ὥσπερ αἱ τῶν καυθέντων ξύλων τέφραι πᾶσαι.
καὶ γὰρ ἐν ἐκείναις τὸ μὲν οἷον ἐμπύρευμα κατὰ μικρὰ
μόρια παρέσπαρται, καὶ τοῦτο μὲν ἱκανῶς ἐστι θερμὸν, τὸ
δ᾿ ἄλλο πᾶν γεῶδές τε καὶ ψυχρόν. καὶ διὰ τοῦτο ἐπειδὰν
ὕδατι βραχεῖσα τέφρα διὰ τινῶν σωμάτων ἀραιῶν συμμέ-
τρως ἠθεῖται, συναποφέρεται μὲν ἐν τῷδε τὰ θερμὰ καὶ
[11.630]
δριμέα μόρια, τὸ δ᾿ ὑπόλοιπον οὐκέτι θερμόν ἐστιν,
ἐναποθέμενον τῷ ὕδατι τὰ πυρώδη μόρια. καλοῦσι δὲ τὸ
τοιοῦτον ὕδωρ οἱ ἄνθρωποι κονίαν, ἀνάλογον τῇ θαλάττῃ
καὶ ἅλμῃ, διαθέσεως καὶ γενέσεως ἕνεκα καὶ δυνάμεως. ἐκεῖνα
μὲν γὰρ ἐξ ὕδατος καὶ ἁλῶν σύγκειται, τὸ δὲ περιπλῦνον ὕδωρ
τὴν τέφραν σύνθετον ἐξ αὐτοῦ καὶ ὧν ἐπηνέγκατο μορίων
γενόμενον οὕτως ἀπειργάσατο τὴν ὀνομαζομένην κονίαν, ἣν
εἰ μὴ φθάνοντες ἐγινώσκομεν, ὡς ἐξ ὕδατός τε καὶ τῶν αἰθα-
λωδῶν μορίων τῆς τέφρας ἐγένετο, τάχ᾿ ἂν ὑπελαμβάνομεν
ἁπλοῦν καὶ ἀσύνθετον ὑπάρχειν σῶμα. τοιοῦτον γάρ τι κᾀπὶ
τοῦ ὄξους πεπόνθαμεν, οὐ δυνάμενοι δι᾿ αἰσθήσεως ἰδεῖν
αὐτοῦ τὴν γένεσιν, ἀπιστοῦμεν τῷ λόγῳ· ἀλλ᾿ εἰ μηδὲν ἄλλο,
τὴν γοῦν τῆς ὄμφακος διαφορὰν πρὸς αὐτὸ κατανοήσαντες
δίκαιοι πιστεύειν ἐσόμεθα ὡς οὐκ ὀξὺς μόνον, ἀλλὰ δριμύς
τις ἕτερος ἀναμέμικται χυμὸς αὐτῷ, καὶ διὰ τοῦτο τελέως ὁ
τῆς ὄμφακος ἐμψύχει χυλὸς, ὥστε καὶ πρὸς καῦσον ἄκρως
ἁρμόττει, κατὰ τοῦ στόματος τῆς γαστρὸς ἢ τῶν ὑποχονδρίων
ὅλων ἐπιτιθέμενος, καὶ πρὸς ἅπαν ὅ τι περ ἂν ἐμψύξαι βου-
[11.631]
ληθῶμεν, οὐχ ὁμοίως δ᾿ ὄξος. οὐ γὰρ ἀκριβῶς ἓν οὐδ᾿ ὀξὺ
μόνον ἐστὶν, ἀλλὰ καὶ δριμύ. τὸ μὲν οὖν ὀξὺ μόνον ὅ τι
περ ἂν ᾖ ψυχρὸν πάντως ἐστὶν εἴτ᾿ οὖν ἄπιος, εἴτε μῆλον,
εἴτε ῥοῦς, εἴτε ὁ ἀπὸ τῶν βάτων καρπὸς, εἴτε ὁ ἀπὸ τῆς
μορέας, εἴθ᾿ ὁ ἀπὸ τῆς ῥοιᾶς, εἴθ᾿ ὅστις οὖν ἄλλος ἢ
καρπὸς, ἢ χυλὸς, ἢ φυτὸν, ὡς ὀξυλάπαθον καὶ ὀξαλὶς, ἣν
δὴ καὶ ὀξύδα προσαγορεύουσιν. ἂν γάρ σοι γευομένῳ σφο-
δρὰ μὲν καὶ σαφὴς ἡ ὀξύτης ἐν αὐτῷ καταφαίνηται, μηδὲν
δ᾿ ἐμφαίνηται δριμύτητος, πάντως τοῦτον εὑρήσεις ἐμψύ-
χοντα τὸν χυμὸν, καὶ χρῶ θαῤῥῶν, εἴτε πρὸς καῦσον ἐθέ-
λοις χρῆσθαι καθ᾿ ὑποχονδρίων ἐπιτιθεὶς, εἴτε πρὸς ἐρυ-
σίπελας, εἴτε πρὸς ἄλλο τι πάθος θερμόν. ὡσαύτως δὲ
καὶ τὰ ψυχρὰ πάντα νοσήματα βλαπτόμενα πρὸς αὐτοῦ
σαφῶς εὑρήσεις. ὅταν δ᾿ ἐπίμηκτος ἡ ποιότης φαίνηταί
σοι, μετὰ μὲν δριμύτητος καὶ ὑποτοπεῖσθαι χρὴ θερμό-
τητα, μετὰ δὲ στύψεως ἕτερόν τι γένος ψυχρότητος. ἡ
μὲν γὰρ ὀξεῖα ψυχρότης λεπτομερὴς, ἡ δὲ στύφουσα πα-
χυμερής.
[11.632]
03.04 ᾿Αλλὰ τούτων μὲν ὀλίγον ὕστερον ἐροῦμεν
τὰς πίστεις. ὃ δὲ χρὴ πρότερον συμβουλεῦσαι τοῖς τὰ τοιαῦτα
χωρὶς ἀλαζονείας σοφιστικῆς αὐτῆς ἕνεκεν τῆς ἀληθείας
ἐπισκοπουμένοις, ἤδη μοι καιρὸς εἰπεῖν, ὡς οὐ χρὴ μόνῳ τῷ
λόγῳ γεγυμνάσθαι δι᾿ ὧν ἀεὶ παρακελεύομαι μεθόδων λογι-
κῶν, ἃς ἐν τοῖς περὶ τῶν ἀποδείξεων ὑπομνήμασιν εἶπον,
ἀλλὰ καὶ τὴν αἴσθησιν τὴν γευστικὴν ἐπὶ τῶν χυμῶν γυμνά-
ζειν ἐπιμελῶς, ἀρχομένους ἀπὸ τῶν ἐναργεστάτην ἐχόντων
ἡντιναοῦν ποιότητα μίαν. εἰ μὲν τὴν δριμύτητα κατανοῆσαι
σαφῶς ἐθέλοις, ἐπὶ σκορόδου καὶ κρομμύου καὶ τῶν ὁμοίων
αὐτοῖς, ἀπογευόμενός τε συνεχῶς καὶ διαμασώμενον ἐπὶ
πλεῖστον καὶ τὴν μνήμην πειρώμενον ἀκριβῶς παρατίθεσθαι
τοῦ γιγνομένου πάθους τὴν αἴσθησιν· εἰ δὲ τὴν στύψιν, ἐπὶ
κικίδος τε καὶ ῥοῦ καὶ τῶν ὁμοίων· εἰ δὲ τὴν πικρότητα,
νίτρου καὶ χολῆς γευόμενον· εἰ δὲ τὴν γλυκύτητα, σιραίου
καὶ μέλιτος, ἔτι δὲ πρὸς τούτοις εἴτ᾿ οὖν ἄποιον ἐθέλοις
εἴτε μέσον ἐν ποιότητι τῇ πρὸς τὴν γεῦσιν ὑπολαμβάνειν, τὸ
[11.633]
ὕδωρ ἀξιῶ σε καὶ τούτου γευσάμενον, ἀκριβῶς ἔχειν ἐν τῇ
μνήμῃ, καὶ μάλιστά γε τοῦ μηδεμίαν ὧν νῦν εἴρηκα ἐμφαί-
νοντος ποιότητα, μήτε γλυκύτητα μήτε δριμύτητα μήτ᾿
ὀξύτητα μήτε πικρότητα, καὶ πρὸς τούτοις ἔτι μήθ᾿
ἱκανῶς θερμοῦ μήθ᾿ ὑπερβαλλόντως ψυχροῦ. ἐντεῦθεν γὰρ
ὁρμώμενος ἑτοιμότερον ἐπί τε τὴν τῶν ἄλλων ἁπάντων
ἀμυδρῶν χυμῶν ἀφίξῃ διάγνωσιν ἐπί τε τὴν τῶν ὡς ἐγὼ
μέν φημι γλυκέων, ὡς δ᾿ ἄλλοι τινὲς, ὑδατωδῶν, οἷος ὅ τε
τῶν καλάμων ἐστὶ τῶν χλωρῶν καὶ ἀγρώστεως καὶ προσέτι
πυρῶν καὶ κριθῶν καὶ ζειῶν καὶ ἄλλων πολλῶν, ὧν καὶ
Θεόφραστος μέμνηται, ζητῶν εἴτ᾿ εἴδη πλείονα θετέον ἐστὶν
τῶν γλυκέων χυμῶν, εἴτε τῷ μᾶλλόν τε καὶ ἧττον αὐτοὺς
ὑποληπτέον διαφέρειν ἀλλήλων. ἀλλὰ περὶ μὲν τούτων αὖθις
διαιρήσομαι.
04.05 ῾Οποίαν δ᾿ ἄν σοι τὸ ἀποιότατον ὕδωρ
αἴσθησιν παράσχῃ, τοιαύτην ὅταν ἔν τινι τῶν ξηρῶν εὑρίσ-
κῃς, ἔξω δηλονότι πάσης τὸ τοιοῦτον θερμότητός τε καὶ
ψυχρότητος ἐπιφανοῦς ἐστι, μέσην ὡς οἷόν τε μάλιστα κατά-
[11.634]
στασιν ἔχον, ἢ καὶ μικρόν τι ῥέπον ἐπὶ τὸ ψυχρόν. ἀλλ᾿
εἴπερ οὕτως ἔχον ἐν τῇ κατὰ θερμότητα καὶ ψυχρότητα δια-
φορᾷ ξηρὸν εἴη τὴν σύστασιν, ἀνάγκη γεῶδες ὑπάρχειν αὐτὸ
καὶ ξηραίνειν ἀδήκτως. ὀνομάζεται δὲ πρὸς τῶν ἰατρῶν
ἅπαντα τὰ τοιαῦτα τῶν φαρμάκων ἐμπλαστικὰ, καθάπερ τὰ
πλεῖστα τῶν ἀκριβῶς πεπλυμένων, ἄμυλος, πομφόλυξ καὶ
ψιμμύθιον καὶ τίτανος καὶ καδμεία καὶ γῆ ἡ Κρητικὴ καὶ
Κιμωλία καὶ χόνδρος καὶ Σάμιος ἀστὴρ καὶ ἡ τῶν γναφέων
γῆ, τῶν ἐμπλαστικῶν ἐστι φαρμάκων. τινὰ δ᾿ ἐξ αὐτῶν οὐ
γεώδη μόνον, ἀλλὰ καὶ ὑδατώδη τὴν φύσιν ἐστὶν, ἔνια
δὲ καὶ ἀέρα οὐκ ὀλίγον ἐν αὐτοῖς περιέχει, γλίσχρα μέντοι
ταῦτα πάντα καὶ διὰ τοῦτο ἐμπλαστικά.
04.06 Διττὴ γὰρ ἡ τῶν ἐμπλαστικῶν ἐστι φύσις,
ἡ μὲν ἑτέρα γεώδης ἀκριβῶς καὶ ξηρὰ, ἡ δ᾿ ἑτέρα γλίσχρα
μὲν πάντως, μικτὴ δ᾿ ἐξ ὕδατος καὶ γῆς καὶ τὰ πολλὰ καὶ
ἀέρος, ὥσπερ καὶ τοὔλαιον τὸ γλυκύ. λέλεκται δ᾿ ἔμπροσθεν
ὁποῖον λέγω τὸ γλυκύ. τουτὶ μὲν οὖν ἐξ ἀερώδους τε ἅμα
καὶ γεώδους καὶ ὑδατώδους οὐσίας μέμικται· τὸ δὲ τοῦ ὠοῦ
[11.635]
λευκὸν ἐκ τῶν αὐτῶν μέν πως, γεωδέστερον δέ ἐστιν ἐλαίου,
καὶ μὲν δὴ καὶ τὸ τυρῶδες τοῦ γάλακτος ἐμπλαστικόν ἐστιν
καὶ ἡ τοῦ ὑὸς πιμελή. ταύρου μὲν γὰρ καὶ τράγου πιμελὴ
δριμύτητα πολλὴν ἔχει καὶ πυρώδη· βοὸς δὲ καὶ αἰγὸς ἧττον μὲν,
ἤδη δέ πως καὶ τούτων τὸ στέαρ δριμύ. καὶ γὰρ δὴ καὶ στέαρ
ὀνομάζεται τῶν τοιούτων ζώων ἡ πιμελὴ, διὰ τὸ πάχος. ἔτι
γὰρ οὐ θερμοτέρα μόνον, ἀλλὰ καὶ γεωδεστέρα τῆς τῶν ὑῶν.
χηνὸς δὲ καὶ ἀλεκτρυόνος ἐστὶ μὲν καὶ θερμοτέρα καὶ ξηρο-
τέρα τῆς τῶν ὑῶν, ἀλλὰ καὶ λεπτομερής τε καὶ ἥκιστα γεώ-
δης. οὕτω δὲ καὶ πάντων τῶν πτηνῶν, ὅτι καὶ ἡ οὐσία τοῦ
σώματος αὐτῶν οὐκ ὀλίγον ἔχει τὸ ἀερῶδες. ἀλλὰ περὶ μὲν
τούτων ἕτερος λόγος. ὅσαι δ᾿ οὖν πιμελαὶ μήπω δριμύτητά
τινα ἔχουσιν, ἐμπλαστικαὶ τῶν πόρων εἰσὶν, καὶ μᾶλλον αἱ
ξηρότεραι καὶ γεωδέστεραι. τοιοῦτος δ᾿ ἐστὶν καὶ ὁ πεπλυ-
μένος κηρός. ἀποτίθεται γὰρ καὶ αὐτὸς τὴν ἐκ τοῦ μέλιτος
δριμύτητα. πρόδηλον δ᾿ ὡς οὐ περὶ τοῦ πικροῦ τῇ φύσει
κηροῦ λέγεται ταῦτα, καθάπερ ὁ Ποντικός ἐστιν. ἐξ ἀψιν-
[11.636]
θίου γὰρ ἐκεῖνος ἔχει τὴν πικρότητα, καὶ εἰ πλύναις αὐτὸν
μυριάκις, οὐκ ἂν ἐκνίψαις τελέως τὴν πικρότητα. φυλάτ-
τεσθαι δὲ καὶ τὸν ἐκ δριμέος καὶ θυμώδους μέλιτος κηρὸν,
ὅταν ἄδηκτον ἀκριβῶς ἐθέλοις σκευάσαι φάρμακον. ἐπιτή-
δειος οὖν ὁ ἐξ ὑδατωδεστέρου καὶ ἥκιστα δριμέος μέλιτος
εἰς τὸ πλύνεσθαι.
04.07 Τὰ μὲν οὖν ἐμπλαστικὰ φάρμακα τοιαῦ-
τα. περὶ δὲ τῶν στυφόντων τε καὶ ὀξέων αὖθις ἐπάνειμι.
τὰ μὲν στύφοντα γεώδη μέν ἐστι καὶ παχυμερῆ ταῖς τῶν
ὄγκων συστάσεσι, ψυχρὰ δὲ ταῖς ποιότητι· τὰ δ᾿ ὀξέα
λεπτομερῆ μέν ἐστι τοῖς σώμασιν, ψυχρὰ δ᾿ ὡσαύτως τοῖς
στύφουσι. πίστις δ᾿ ὑπὲρ ἀμφοῖν διττὴ, κατὰ μὲν τὴν
αἴσθησιν ἐξ ἀπαγωγῆς, κατὰ δὲ τὸν λόγον ἐκ τῆς οὐσίας
αὐτῶν. εἰρήσεται δὲ προτέρα τῶν πίστεων ἡ σαφεστέρα
μὲν τοῖς πολλοῖς, ἀσθενεστέρα δ᾿ ὡς πρὸς ἀπόδειξιν ἐπι-
στημονικήν. οἱ ἀπὸ τῶν δένδρων καρποὶ πάντες, ὅσοι
γλυκεῖς ἡμῖν φαίνονται πεπανθέντες, ἄρτι γεννώμενοι στρυ-
φνοί τέ εἰσι καὶ ξηροὶ ταῖς συστάσεσι καὶ κατὰ τὴν τοῦ
[11.637]
γεννῶντος δένδρου φύσιν ἕκαστος, ὥς που καὶ Θεόφρα-
στος ἔλεγεν, ἐλαῖαι, σταφυλαὶ, μῆλα, ῥοιαὶ, μόρα, φοίνι-
κες, ἄπιοι. προϊόντες δὲ τῷ χρόνῳ γίγνονται μὲν ὑγρότε-
ροι, προσλαμβάνουσι δὲ ὀξύτητα τῇ στρυφνότητι, καὶ ταύτην
ἀποτιθέμενοι κατὰ βραχὺ γλυκεῖς αὖθις γίνονται τελειού-
μενοι. τινὲς δ᾿ οὐδ᾿ ἐπὶ τοῖς δένδροις, ἀλλ᾿ ἀφαιρούμενοι
μετὰ χρόνον ἀπολαμβάνουσι τὴν γλυκύτητα. ἄλλοι δέ τινες
οὐδὲ διὰ μέσης τῆς ὀξύτητος, ἀλλ᾿ ἄντικρυς ἀπὸ τῆς
στρυφνότητος ἐπὶ τὴν γλυκύτητα παραγίνονται, καθάπερ
καὶ ὁ τῆς ἐλαίας. καὶ μὴν ὅτι γε τῷ θερμῷ πέπτονται
πάντες δῆλον, ὅτι τε διττόν ἐστι τοῦτο, τὸ μὲν ἴδιον
ἔμφυτον ἑκάστου, τὸ δ᾿ ἔξωθεν μὲν ἀπὸ τοῦ ἡλίου, σύμ-
φυτον δὲ καὶ οἰκεῖον αὐτοῖς, εἴπερ μεμνήμεθα τῶν ὑπο-
κειμένων ἡμῖν ἀεὶ στοιχείων, ἴσμεν δήπου σαφῶς. ἀλλ᾿
εἴπερ στρυφνότεροι μέν εἰσι κατ᾿ ἀρχὰς, πεπαινόμενοι δὲ
γίνονται γλυκεῖς, ἐκ θερμασίας ἡ γλυκύτης αὐτοῖς ἐκ ψύ-
ξεως δὲ ἡ ὀξύτης τε καὶ στρυφνότης ὑπῆρξεν. ἐπεὶ δὲ καὶ
[11.638]
κάτ᾿ ἀρχὰς μὲν ἔτι ξυλώδεις, ὡς καὶ Θεόφραστος ἔλεγε,
ξηροί τέ εἰσιν ἅμα καὶ στρυφνοὶ, τὸ πλῆθος δ᾿ αὐτοὺς τῆς
ἐπιῤῥεούσης ὑγρότητος ὀξεῖς ἐργάζεται, πρόδηλον ὡς γεω-
δέστερος μέν ἐστιν ὁ στρυφνὸς χυμὸς, ὑγρότερος δ᾿ ὁ ὀξὺς,
ὥστε καὶ Πλάτων ὁρίζων ὀρθῶς ἔλεγεν· ὅσα τοιαῦτα τοῖς
χυλοῖς ἐμφέρεται γεώδη μόρια, κατατηκόμενα ταῦτα καὶ
συνάγοντα καὶ ἀποξηραίνοντα τὰ νοτερὰ τῶν τῆς γλώττης
αἰσθητικῶν μορίων, τραχύτερα μὲν ὄντα στρυφνὰ, ἧττον
δὲ τραχύνοντα αὐστηρὰ φαίνεται. καὶ ἡμεῖς δὲ πρὸς τού-
τοις, ὅτι καὶ ψυχρός ἐστιν τὴν κρᾶσιν ὁ τοιοῦτος χυμὸς
ὀρθῶς ἐροῦμεν. ἂν γὰρ γεώδης ᾖ μόνον, ἐμπλαστικὸς, οὐ
στρυφνὸς ἔσται, καί πως ὁ λόγος ἐπὶ τὴν οὐσίαν αὐτὴν
ἤδη μεταβὰς τῶν χυμῶν ἐπιστημονικῆς ἀποδείξεως
ἅπτεται. εἰ γὰρ τῷ στρυφνῷ χυλῷ συνάγειν καὶ ξηραίνειν
καὶ τραχύνειν τὴν γλῶτταν ὑπάρχει σαφῶς, ἐδείχθη δ᾿ ἐν
τοῖς ἔμπροσθεν λόγοις ὑπὸ ψυχροῦ μόνου συνάγεσθαι καὶ
σφίγγεσθαι καὶ πιλεῖσθαι τὰ σώματα, πρόδηλον ὡς πάν-
τως ψυχρός ἐστιν ὁ στρυφνὸς χυμός· ἐπεὶ δὲ καὶ ἀνωμάλως
[11.639]
ξηραίνει, τοῦτο γὰρ ἦν τὸ τραχῦνον, εἴη ἂν πάντως καὶ
γεώδης. ὁμαλῶς γὰρ ἅπαντα ὁ ὑδατώδης διεξέρχεται. ὑπάρ-
χει γὰρ ἀχώριστον αὐτῷ, κᾂν διασπασθῇ, τὸ πάλιν ἑνοῦσθαι,
τῷ δὲ γεώδει σώματι τῷ κατὰ τοὺς χυμοὺς ἐμφερομένῳ καὶ τὸ
διασπᾶσθαι μὲν ἤδη πάρεστιν, καὶ τὸ μηκέτι δὲ συνιέναι ῥᾳδίως
ὑπάρχει. καὶ μέντοι καὶ τὸ τῆς αἰσθήσεως ἴδιον ἑκατέρου
πάθους ἀναμνησθέντι σοι τοῖς αὐτοῖς μαρτυρήσει. ταχεῖα
μὲν γὰρ ἡ τῶν ὀξέων χυμῶν διέξοδος ἐν τοῖς αἰσθητικοῖς
σώμασι φαίνεται γιγνομένη, βραδεῖα δ᾿ ἡ τῶν στρυφνῶν. καὶ
τὰ μὲν ὀξέα διὰ βάθους ἐνεργεῖν φαίνεται μᾶλλον, ἐπιπολῆς
δὲ τὰ στρυφνά. ταῦτ᾿ οὖν ἅπαντα παχυμερῆ μὲν εἶναι ἐνδείκ-
νυνται τὰ στρυφνὰ σώματα, λεπτομερῆ δὲ ὑπάρχειν τὰ ὀξέα.
ταυτὶ μὲν οὖν ἱκανῶς ἀλλήλοις ὡμολόγηται, τά τ᾿ ἀπὸ τῆς
οὐσίας αὐτῆς τῶν πραγμάτων εἰρημένα καὶ τὰ διὰ τῆς τῶν
εὑρημένων κατὰ τὴν αἴσθησιν ἐπαγωγῆς· οὐδὲν δ᾿ ἂν εἴη
χεῖρον ἔτι καὶ ταῦτα προσθεῖναι, μεμνημένους πάλιν κᾀν-
ταῦθα τῆς τῶν ὀνομάτων χρήσεως, ὡς στύφειν μὲν ἄμφω
λέγεται, τό τ᾿ αὐστηρὸν καὶ τὸ στρυφνὸν, ἐν δὲ τῷ μᾶλλον
[11.640]
καὶ ἧττον διαφέρει. καὶ μὴν καὶ ὅτι πολλαὶ τοῖς φαρμάκοις
ὑπάρχουσι ποιότητες οὐ διάφοροι μόνον, ἀλλὰ καὶ μαχόμε-
ναι πρὸς ἀλλήλας, ἐνίοτε δὲ καὶ παντάπασιν ὑπεναντίαι,
δέδεικται μὲν ἔμπροσθεν αὐτάρκως, ἄρξασθαι δ᾿ ἀπ᾿ αὐτοῦ
καὶ νῦν ἀναγκαῖον. εἰ μὲν γάρ σοι φαίνοιτο γευομένῳ καὶ
στρυφνὸν ἅμα καὶ δάκνον ταὐτὸ, τουτὶ μὲν ἀπολιπεῖν σε
κελεύσω τὸ φάρμακον, ἔρχεσθαι δ᾿ ἐπὶ τὸ στρυφνὸν ἄνευ
τοῦ δάκνειν. εἰ δὲ μηδ᾿ ὀξὺ φαίνοιτο, μηδὲ γλυκὺ, μηδὲ
πικρὸν, ἀλλ᾿ ὡς οἷόν τε μάλιστα μίαν ἔχον ἄμικτον ποιό-
τητα τὴν τῆς στύψεως, οὕτως ἤδη βασανίζειν αὐτὸ τῇ
πείρᾳ καθ᾿ ὃν πολλάκις ἔμπροσθεν ὑπεθέμην σοι τρόπον.
ἐὰν γὰρ ἅμα τό τε στύφειν ἔχῃ καὶ τὸ δάκνειν ἤ τινα
ἄλλην ἐναργῆ ποιότητα καὶ δύναμιν ἐπιμεμιγμένην τῇ στύ-
ψει, περιττὸν καὶ μάταιον εἰς πεῖραν ἄγειν τὸ τοιοῦτον
φάρμακον, ἐπειδὰν δοκιμάζῃς ἐνέργειαν στύψεως. ἄδηλον
γὰρ εἴτε διὰ τὴν στύψιν, εἴτε διά τινα τῶν ἀναμεμιγμένων
αὐτῇ ποιοτήτων, εἴτε καὶ δι᾿ ἀμφοτέρας ἐνήργησεν ὡδί
πως περὶ τὸ πλησιάζον αὐτῷ σῶμα. χαλκῖτις οὖν καὶ μίσυ
[11.641]
καὶ χάλκανθος καὶ λεπὶς χαλκοῦ καὶ σῶρυ, στύφοντά τε
ἅμα καὶ δάκνοντα, δρᾷ μὲν κατ᾿ ἀμφοτέρας τὰς ποιότη-
τας εἰς ἕκαστον τῶν ὁμιλούντων σωμάτων, οὐ μὴν διδάξαι
γε ἡμᾶς δύναται σαφῶς εἴτε διὰ τὴν στύψιν ἔχει τὸ
καίειν, εἴτε διὰ τὴν δριμύτητα. καταλιπεῖν οὖν ἄμεινον
αὐτὰ καὶ γεύεσθαι πολλῶν ἑφεξῆς ἄλλων ἐπισκοπούμενον
εἰλικρινῆ στύψιν ἰδίᾳ καὶ καθ᾿ ἑαυτὴν ὡς οἷόν τ᾿ ἐστὶ μά-
λιστα, κᾀπειδὰν τοιαύτην εὕρῃς, οὕτως ἤδη κρίνειν τὸ
φάρμακον αἷς πολλάκις ἔμπροσθεν ἤκουσας μεθόδοις, οἷον
εἴ σοι γευομένῳ φαίνοιτο βαλαύστιον, ἢ κικὶς, ἢ κύτινος,
ἢ ὑποκυστὶς, ἢ στρύχνος, ἢ γλαύκιον, ἢ ἀκακία, ἢ ῥοῦ
χυλὸς, ἤ τι τοιοῦτον ἕτερον ἀκριβῶς μὲν εἶναι στρυφνὸν,
ἔκδηλον δ᾿ ἑτέραν ποιότητα μηδεμίαν ἔχον, ἐξετάζειν ἐπὶ
τῶν τοιούτων ἤδη καὶ βασανίζειν ἀκριβῶς ἐνέργειαν στύ-
ψεως. ἡ δὲ ἐξέτασις, ὡς εἴρηται πολλάκις, ἐπί τε τῶν ἐν
ἀρίστῃ κατασκευῇ σωμάτων ἀκριβῶς ὑγιαινόντων, ἐπί τε
τῶν ἁπλῶν γινέσθω σοι παθῶν, ἤτοιν θερμῶν, ἢ ψυχρῶν,
ἢ ξηρῶν, ἢ ὑγρῶν. εἰ μὲν γὰρ αὐτό τε τὸ ὑγιαῖνον
[11.642]
σῶμα φαίνοιτο σαφῶς ἐμψῦχον, ἐπί τε τῶν θερμῶν ἁρμόττει
παθῶν, ἐναργῆ δὲ καὶ αὐτῷ τῷ κάμνοντι τὴν ψυχρὰν προσ-
βάλλει ποιότητα, τολμᾷν ἤδη τι περὶ τῆς στύψεως ὡς ψυ-
χούσης ἀποφαίνεσθαι. εἰ δ᾿ ἔμπαλιν ἔχον εὑρίσκοιτο καὶ τῶν
ὑγιαινόντων σωμάτων ὑπ᾿ αὐτοῦ θερμαινομένων καὶ τῶν
θερμῶν νοσημάτων παροξυνομένων καὶ τῶν ψυχρῶν ὠφελου-
μένων οὐ ψύχειν, ἀλλὰ θερμαίνειν ἡγεῖσθαι χρὴ τὸ τοιοῦτον
φάρμακον. οὕτω δὲ καὶ περὶ τῶν δριμέων αὐτῶν καθ᾿ ἑαυτὰ
ποιεῖσθαι τὴν βάσανον, ἐπί τε κρόμμυον ἰόντα καὶ σκόροδον
καὶ πέπερι καὶ πύρεθρον καὶ ζιγγίβερι καὶ στρούθιον, ἑλέ-
νιόν τε καὶ τίτανον. ὥσπερ γὰρ ὁ μίξας στρύχνου χυλῷ
πέπερι δοκιμάζειν οὐδέτερον αὐτῶν ἱκανός ἐστιν, οὕτως οὐδ᾿
ὁ τὰ πρὸς τῆς φύσεως μεμιγμένα. κατὰ δὲ τὸν αὐτὸν τρόπον
ἀξιῶ σε καὶ τὴν ὀξεῖαν ποιότητα καὶ τὴν πικρὰν καὶ τὴν γλυ-
κεῖαν ἐπισκέπτεσθαι σφοδρὰς καὶ μόνας ὡς οἷόν τ᾿ ἐστὶν
εἰς τὴν δοκιμασίαν ἄγοντα καὶ τῇ πείρᾳ τὰς δυνάμεις αὐτῶν
ἐξευρίσκοντα. τὸ δὲ πᾶν ὅ τι περ ἂν ᾖ στρυφνὸν, ἢ αὐστηρὸν,
ἢ πικρὸν, ἄγειν εἰς πεῖραν, ὡς ἤτοι στρυφνότητος, ἢ αὐστη-
[11.643]
ρότητος, ἢ πικρότητος ἐν αὐτῷ βάσανον ληψόμενον ἄτοπον
δεινῶς. εἰ γὰρ μιᾶς μόνης μετέχει ποιότητος, τὴν αὐτὴν τοῦ
φαρμάκου πεῖραν ἕξεις καὶ τῆς ποιότητος· εἰ δὲ πλειόνων,
ἐξ ἁπασῶν ἤδη δηληνότι μικτὴν ἐνέργειαν ἐνεργήσει τὸ φάρ-
μακον, ὥσθ᾿ ἡ τῆς μιᾶς τῆς κρινομένης ἔτ᾿ ἄδηλος μένει.
εἴπερ οὖν ὡς προείρηται χρὴ κρίνειν, οὐκ ὀρθῶς ὑπέλαβον
οἵ τε μηδ᾿ ὅλως ἀποφήνασθαί τι δυνατὸν εἶναι νομίσαντες
ὑπὲρ τῆς τῶν χυμῶν δυνάμεως, οἵ θ᾿ ἑτέρως τὴν κρίσιν ποιη-
σάμενοι. καὶ γὰρ ἀποφήνασθαί τι δυνατὸν ὑπὲρ αὐτῶν ἐστιν
καὶ τὴν κρίσιν οὐκ ἄλλως ἢ ὡς εἴρηται νῦν προσήκει ποιεῖ-
σθαι. εἰ μὲν οὖν ὅλως μηδὲν δεῖσθαι τῆς κατὰ τοὺς χυμοὺς
ἐπισκέψεως εἰρήκεισαν, ἐπειδὰν τὰς δυνάμεις τῶν φαρμάκων
ἐξετάζωμεν, ἐγχωρεῖ γὰρ καὶ χωρὶς τούτων ἐξευρίσκειν τῇ
πείρᾳ τὴν δύναμιν αὐτῶν, ἐπῄνουν ἂν μᾶλλον ἢ ἐμεμφόμην
αὐτούς. ἐπεὶ δ᾿ ὡς ὑπὲρ ἀναγκαίου μὲν, ἀγνώστου δὲ διέρχον-
ται, διχῇ μέμψασθαι τοὺς ἄνδρας δίκαιον, ὅτι τε τὸ μὴ ἀναγ-
καῖον ὑπέλαβον ὡς ἀναγκαῖον, ὅτι τε προαπέγνωσαν αὐτοῦ
τῆς εὑρέσεως. ἡ γάρ τοι κρίσις ἑκάστου τῶν φαρμάκων τῆς
[11.644]
δυνάμεως ἄνευ τῆς τῶν χυμῶν διαγνώσεως αὐτάρκως εὑρί-
σκεται τῇ πείρᾳ μόνῃ βασανιζομένῃ καθ᾿ ὃν εἴρηκα μυριάκις
ἤδη τρόπον. κᾀγὼ νῦν, οὐχ ὡς οὐκ ἐνὸν ἄλλως ἐξευρεῖν τὸ
ζητούμενον, ἀλλὰ διά τε τὸ πρὸς τὰς ἀρχὰς ἀκόλουθον, ἵν᾿
ἐπιδείξαιμι πάντα τοῖς τῶν στοιχείων λογισμοῖς ἑπόμενα καὶ
μηδὲν μηδαμόθι μαχόμενον, ἐξελέγξαιμί τε τοὺς ἅπαντα τὰ
στύφοντα θερμαίνειν εἰπόντας, ἐπὶ τὸν περὶ τῶν χυμῶν
ἀφικόμην λόγον. εὑρεθείη δ᾿ ἄν τις αὐτοῦ καὶ χρεία πρὸς
τὴν ἐνεστῶσαν ἡμῖν πραγματείαν. ἀλλὰ ταῦτα μὲν ὕστερον
ἐπιδεῖξαι πειράσομαι· νυνὶ δὲ ἐπὶ τὸ προκείμενον ἐπάνειμι,
παρακελεύομαί τε τῆς ἀληθείας ὀρεγομένοις, αὐτοῖς γευομέ-
νοις ἁπάντων τῶν στυφόντων, ὥσπερ ἡμεῖς ἐποιήσαμεν, ὅταν
εὕρωσιν ἀκριβῶς κατά τι σῶμα τὴν στύψιν, ἄμικτον ὡς οἷόν
τε μάλιστα τῶν ἄλλων ποιοτήτων, τηνικαῦτα διὰ τῆς πείρας
ἐξετάζειν εἴτε θερμὸν, εἴτε ψυχρὸν, εἴτε ξηρὸν, εἴτε ὑγρὸν
ὑπάρχει τὸ τοιοῦτον σῶμα. τουτὶ μὲν οὖν ἕκαστος, ἄν περ
σωφρονῇ, ποιήσει καταμόνας αὐτός. ἐμοὶ δ᾿ ἀναγκαῖον ἴσως
[11.645]
ἀποφαίνεσθαί τι περὶ τῆς ἐμαυτοῦ πείρας ἐν μὲν τῷ νῦν
ἐνεστῶτι λόγῳ καθόλου, κατὰ μέρος δὲ διὰ τῶν ἑξῆς ὑπο-
μνημάτων. εἴη δ᾿ ἂν ὁ μὲν καθόλου λόγος ὑπὲρ ἁπάντων
τοιόσδε. Πᾶν στῦφον σῶμα, τό γε τῶν ἄλλων καθα-
ρεῦον, ὥσπερ πρὸς τὴν αἴσθησιν ποιοτήτων, εὗρον ἀεὶ πειρώ-
μενος ψυχρόν. ἤδη δὲ καὶ τῶν ἐπιμίκτων ταῖς ποιότησιν ἔνια,
τά τε μετρίως γλυκέα καὶ πικρὰ καὶ δριμέα, σαφῶς εὑρέθη
ψύχοντα, κρατούσης γὰρ ἐν αὐτοῖς δηλονότι τῆς τοῦ στύφειν
τε καὶ ψύχειν δυνάμεως, ὡς ἀμαυροῦσθαι τὰς ἄλλας. κατὰ
δὲ τὸν αὐτὸν λόγον καὶ τὰ ὀξέα πάντα, τά θ᾿ ἁπλῶς ὀξέα,
καθάπερ ὀξαλίδα καὶ ὀξυλάπαθον, ἔνιά τε τῶν ἐπιμίκτων
ἑτέραις ποιότησιν, ἤτοι γλυκείαις ἢ δριμείαις ἢ πικραῖς, οὐδὲν
ἧττον εὑρίσκεται ψύχοντα καὶ ῥοιαὶ καὶ μῆλα καὶ κοκύμηλα
καὶ σταφυλαὶ καὶ σῦκα καὶ συκάμινα καὶ κεράσια καὶ αὐτὸ
τὸ ὄξος. ἀλλὰ τούτῳ μὲν, ὡς εἴρηται πρόσθεν, ἐπιμέμικταί
τις δριμύτης, ταῖς δ᾿ ὀπώραις γλυκύτητές τε καὶ στρυφνότη-
τες, καί τισιν αὐτῶν καὶ πικρότητες ἀμυδραί. καὶ μέντοι καὶ
[11.646]
ὅσα στύφει τε ἅμα καὶ ὀξέα ταῖς ποιότησίν ἐστιν, ἅπαντα
καὶ ταῦτά μοι εὑρέθη πειρωμένῳ σαφῶς ψύχοντα· τὰ δὲ
γλυκέα μόνον ἅπαντα κατὰ τὸ ποσὸν τῆς γλυκύτητος εὐθὺς
καὶ τῆς θερμότητος μετέχειν, ὥστ᾿ οὐδὲν μὲν τῶν λίαν γλυ-
κέων ψυχρόν· εἴη δ᾿ ἄν τι καὶ μετρίως γλυκὺ ψυχρὸν, ἐπειδὰν
τὸ πλεῖστον αὐτοῦ τῆς τοῦ σώματος οὐσίας ὑδατῶδες ᾖ, οὐ
μὴν οὕτω γε ψυχρὸν, ὡς τὸ στρυφνὸν ἱκανῶς ἢ τὸ ὀξὺ, ἀλλ᾿
ὡς καὶ πρόσθεν που λέλεκται περὶ τῶν χλιαρᾶς θερμασίας
μετεχόντων. καὶ τὰ πικρά γε πάντα θερμὰ, καθάπερ ἥ τε
χολὴ καὶ τὸ νίτρον καὶ οἱ πάνυ παλαιοὶ τῶν οἴνων καὶ τῶν
σπερμάτων μυρία. καὶ γὰρ τὸ τοῦ πηγάνου καὶ μάλιστα τὸ
τοῦ ἀγρίου καὶ τὸ τοῦ τορδύλου καὶ τὸ τοῦ σπονδύλου καὶ τὸ
τοῦ μελανθίου καὶ οἱ θέρμοι καὶ μᾶλλον οἱ ἄγριοι καὶ οἱ ὄρο-
βοι, καὶ τούτων οἱ ἄγριοι μᾶλλον, ὅ τε προσαγορευόμενος
πελεκῖνος. εὑρίσκεται δὲ ἐν τοῖς πυροῖς. ἀμυγδαλαῖ τέ τινες,
αἳ δὴ καὶ δι᾿ αὐτὸ τοῦτο προσαγορεύονται πικραὶ, καὶ συκίων
ἄττα σπέρματα καὶ τὸ τοῦ μήλου τοῦ Μηδικοῦ, καὶ πρὸς τού-
τοις ἕτερα μυρία πικρὰ φαίνεται τοῖς γευομένοις.
[11.647]
04.08 ᾿Αλλὰ περὶ μὲν τῶν πικρῶν ἐπὶ πλέον
ἐφεξῆς εἰρήσεται. τὸν δὲ περὶ τῶν στυφόντων καὶ ὀξέων αὖθις
ἀναλαβόντες λόγον ἐπιθῶμεν ἤδη τὴν προσήκουσαν αὐτῷ
τελευτήν. τὸ τοίνυν αὐστηρὸν, ὅτι μὲν ἐκλελυμένον ἐστὶ
στρυφυὸν ἀναμνησθῆναι χρὴ τῆς αἰσθήσεως. ἥτις δὲ ἡ
γένεσις αὐτοῦ, νῦν εἰρήσεται. ἐπειδὴ τὸ στρυφνὸν σῶμα γεῶ-
δές τε καὶ ψυχρὸν ἦν, ἐκλυθήσεται κατ᾿ ἀνάγκην τριχῶς, ἢ
θερμαινόμενον, ἢ ὑγραινόμενον, ἢ συναμφότερον ἅμα πάσχον
ἂν μὲν οὖν θερμαίνηται μόνον, οὐκ ἔστι μὲν οὔθ᾿ ὑγρότερον
οὔτε μαλακώτερον, ἀλλὰ σκληρὸν μένον ἐπικτήσεται γλυκύ-
τητα, καθάπερ αἱ τῶν δρυῶν βάλανοι καὶ μάλιστα αἱ ὀνομα-
ζόμεναι καστανεῖαι. ἐὰν δ᾿ ὑγραίνηται μόνον, ἐὰν μὲν παχυ-
μερὴς καὶ ὑδατώδης ἡ ὑγρότης, αὐστηρὸν ἀποτελεσθήσε-
ται. παντὸς γὰρ χυμοῦ δύναμιν ἡ ὑδατώδης ὑγρότης ἀμβλύνει.
ἐὰν δὲ λεπτομερής τε καὶ ἀερώδης, ὀξύνει. δέδεικται γὰρ ὡς
τὸ λεπτομερὲς ψυχρὸν ὀξεῖαν ἀπεργάζεται ποιότητα. ἂν δὲ
ὑγραίνηταί τε ἅμα καὶ θερμαίνηται, μετὰ μὲν ὑδατώδους
ὑγρότητος εἰς γλυκύτητα τὴν μετάπτωσιν ἕξει, μετὰ δ᾿ ἀερώ-
[11.648]
δους εἰς λιπαρότητα. καὶ πρόδηλον ἤδη γέγονεν ὅπως οἱ
καρποὶ κατ᾿ ἀρχὰς ὄντες στρυφνοὶ, προϊόντος τοῦ χρόνου
τινὲς μὲν ἀκριβῶς γίνονται γλυκεῖς, τινὲς δὲ ὀξεῖς, τινὲς
δ᾿ αὐστηροὶ, τινὲς δ᾿ ἀεὶ μένουσι στρυφνοὶ, τινὲς δ᾿ ἀποτε-
λοῦνται λιπαροί· καὶ δὴ καὶ κατὰ τὰς τῶν εἰρημένων ποιο-
τήτων ἐπιμιξίας παμπόλλην ἔχουσι τὴν ποικιλίαν. στρυφνὸς
μὲν οὖν ἄχρι τέλους ἐστὶν ὁ τῆς πρίνου καὶ κομάρου καὶ
φηγοῦ καὶ κρανίας, ὅτι καὶ ψυχρὸς καὶ ξηρὸς οἷός περ ἦν ἐξ
ἀρχῆς παραμένει, μόνον μὲν αὐξανόμενος, οὐδεμίαν δὲ μεγάλην
ἀλλοίωσιν ἑτέραν ἐπικτώμενος. ἔστι γὰρ καὶ αὐτὰ ταῦτα τὰ
δένδρα πυκνότερά τε ἅμα καὶ ξηρότερα καὶ ψυχρότερα. στρυ-
φνὸς δὲ ἅμα καὶ γλυκὺς ὅ τε τῆς μυρσίνης καὶ ὁ τῆς ἀχράδος
καὶ ὁ τῆς δρυὸς, καὶ πλέον μὲν γλυκὺς ἢ στρυφνὸς ὁ τῆς
καστανείας ὀνομαζόμενος· αὐστηρὸς δὲ μόνον ὁ τῶν ἀμιναίων
ἀμπέλων καὶ καρπὸς καὶ οἶνος, ὅσοι τε παραπλήσιοι τοῖσδε.
αὐστηρὸς δὲ ἅμα καὶ γλυκὺς ὁ τῆς φοίνικος καρπὸς καὶ τῶν
οἴνων ὁ Σουῤῥεντῖνος καὶ ὁ Σαβῖνος καὶ ὁ ᾿Αλβάτης ὀνομαζό-
μενος, ὅσοι τε ἄλλοι τοιοῦτοι. γλυκὺς δὲ μόνον ὁ Θήραιός τε
[11.649]
καὶ ὁ Σκυβελλίτης καὶ τὸ σίραιον, ὅσα τ᾿ ἄλλα τούτοις ἔοικεν.
λιπαρὸς δ᾿ ἅμα καρπὸς καὶ χυλὸς ἀκριβῶς μὲν ὁ τῆς ἐλαίας
ἐστὶν, ἤδη δὲ καὶ οἱ ἄλλοι πάντες ἐξ ὧν ἔλαιον σκευάζεται,
οἷον ὅ τε τοῦ κίκεως καὶ ὁ τῆς ῥαφανῖδος, καὶ τὰ σήσαμα δὲ
αὐτὰ καὶ τὰ κάρυα καὶ τὰ ἀμύγδαλα. πάντα γὰρ τὰ τοιαῦτα
παλαιούμενα τελέως γίνεται λιπαρὰ, τῆς μὲν ὑδατώδους καὶ
περιττωματικῆς ὑγρότητος ἐν αὐτοῖς ἀποπνεούσης, τῆς δ᾿
οἰκείας ὑπὸ τοῦ συμφύτου θερμοῦ κατεργαζομένης τε καὶ
ἀκριβῶς ἐκπεττομένης.
04.09 ῞Οσοι μὲν οὖν τῶν καρπῶν ἐλαιώδεις γί-
γνονται μόνον, ἐδώδιμοί τέ εἰσι καὶ γλυκεῖς. ὅσοις δ᾿ ἐν
τῇ μεταβολῇ προσγίνεταί τις πικρότης, ἄβρωτοι καθίσταν-
ται. τὸ γὰρ πικρὸν ἅπαν ἄβρωτόν ἐστι καὶ γίγνεται δι᾿
ὑπερβολὴν θερμασίας, ὡς ἐφεξῆς ἀποδείξομεν. ἀλλὰ τὸ μὲν
γλυκὺ πᾶν θερμόν τέ ἐστι καὶ οὐκ ἀμέτρως ὑπερβάλλει τὴν
ἐν ἡμῖν θερμότητα, ἀλλ᾿ ὥσπερ τὸ ὕδωρ τὸ θερμὸν, οὗ ψαύον-
τες ἡδόμεθα, καὶ μάλισθ᾿ ὅταν ὦμεν ἐῤῥιγωκότες, ἄχρι μὲν τοῦ
διαχεῖν τὰ πεπηγότα πρὸς τοῦ ψυχροῦ μόρια τοῦ σώματος
[11.650]
ἐκθερμαῖνον ἡμᾶς, οὐ μὴν διαλῦόν γε οὐδὲ τέμνον αὐτῶν τὸ
συνεχὲς καὶ διϊστῶν, ἥδιστόν ἐστι καὶ ὠφελιμώτατον. οὕτω
καὶ πᾶν ἔδεσμα γλυκὺ θερμὸν μὲν ὑπάρχει πάντως, οὐ μὴν
ἐπὶ πλέον γε ἥκει θερμότητος ὡς ἀνιᾷν, ἀλλ᾿ ἐν τοῖς ὅροις
μένει τοῦ διαχέοντος καὶ ὁμαλύνοντος καὶ μαλάττοντος. ἀνα-
μνήσθητι δὲ πάλιν κᾀνταῦθα τῶν πολλάκις ἡμῖν ἔμπροσθεν
εἰρημένων, ὡς τινὰ μὲν ἤτοι κατὰ μίαν ἢ δύο ποιότητας ἐνερ-
γεῖ τε καὶ πάσχει πρὸς ἄλληλα, τινὰ δὲ καθ᾿ ὅλας ἑαυτῶν
τὰς οὐσίας, ἐν οἷς καὶ φάρμακα μὲν οὐκ ὀλίγα καὶ τὰς τρο-
φὰς δὲ πάσας ὑπάρχειν ἔφαμεν. ἔοικε δὲ διττὸν εἶναι τὸ γένος
αὐτῶν, ὡς καὶ Θεόφραστος ἐπεσημήνατο. τινὲς μὲν γάρ εἰσι
λιπαραὶ, καθάπερ ἡ πιμελὴ, τινὲς δὲ γλυκεῖαι μᾶλλον ἢ ἧττον,
ὥσπερ οἵ τε καρποὶ πάντες οὓς ἐσθίομεν, αἵ τε τῶν ζώων
σάρκες, ἤδη δὲ καὶ βοτάναι πολλαὶ καὶ ῥίζαι καὶ ἄνθη καὶ
βλαστοί. καὶ γὰρ εἴ τι τῶν τοιούτων στρυφνόν ἐστιν, ὥσπερ
αἱ ἀχράδες καὶ κράνια. πάντως μέντοι καὶ αὐτὸ μετέχει γλυ-
κύτητος, εἴπερ γε μὴ ἀκριβῶς ἐστι στρυφνὰ, καθάπερ ἡ κικίς
τε καὶ ὁ ῥοῦς, οὐ μὴν ἀλλὰ καὶ διὰ ταῦτα ἤδη καὶ ὡς φαρ-
[11.651]
μάκων μᾶλλον ἢ τροφῆς αὐτῶν ἡ χρεία. φαίνονται γοῦν αἵ
τε κιττῶσαι καὶ οἱ πεπληρωμένοι καὶ οἷς ὁ στόμαχος ἔκλυτος,
ἀπογεύεσθαι τῶν τοιούτων ὀρεγόμενοι, πεινῶντες δ᾿ ἔμπαλιν
ἀποστρέφονται μὲν καὶ τὰ στρυφνὰ καὶ τὰ ὀξέα, προσίενται
δὲ τά τε γλυκέα καὶ τὰ λιπαρὰ καὶ τούτων ἐπιπλησθῆναι
ποθοῦσιν.
04.10 ῎Εστι δὲ δήπου καὶ τὸ λιπαρὸν αὐτὸ
γλυκὺ, καὶ τὸ τρέφον δὲ πᾶν ἐκ τοῦ γένους ἐστὶ τῶν γλυκέων.
καὶ τοῦτ᾿ εὐλόγως αὐτοῖς ὑπάρχει καὶ κατ᾿ αὐτὴν ὡς οἷόν τέ
ἐστι τὴν οὐσίαν τῆς τροφῆς. ἀναπλήρωσις γάρ ἐστι τοῦ
κενωθέντος ἡ θρέψις. οἰκεῖον δὲ ἦν τὸ κενωθὲν, ὥστε καὶ
τὸ τρέφον οἰκεῖον ὑπάρχειν ἀναγκαῖον. εἰ δ᾿ οἰκεῖον, εἶναι
ἀνάγκης ἡδὺ καὶ φίλιον, εὐθὺς δὲ καὶ συμμέτρως θερμὸν ὡς
πρὸς τὸ τρεφόμενον. ἀλλ᾿ ἐν τούτῳ τε τὸ μᾶλλόν τε καὶ
ἧττον οὐκ ὀλίγον, ὅτι μηδ᾿ ἀκριβῶς κατὰ φύσιν ἔχοντες ἐπὶ
τὰς τροφὰς ἀφικνούμεθα. μόνον μὲν γὰρ χρὴ κεκενῶσθαι τὸ
σῶμα τῶν τῆς τροφῆς δεομένων, εἰ μέλλοιεν εὐγνώμονες
[11.652]
ἀκριβεῖς ἔσεσθαι τῆς οἰκείας αὐτῶν ποιότητος. ἂν δὲ πρὸς
τούτῳ θερμότεροι τοῦ δέοντος, ἢ ψυχρότεροι γενηθῶσιν, ἢ
τὸ σύμπαν σῶμα, ἢ τοὺς περὶ τὴν γλῶτταν ἢ τὴν γα-
στέρα τόπους, οὐ τῶν θρεψόντων μόνον, ἀλλὰ καὶ τῶν
ἤτοι ψυχόντων, ἢ θερμαινόντων δεήσονται. καὶ διὰ τοῦτο
καὶ τῶν σιτίων ἄλλοτε ἄλλο τοῖς τοιούτοις ἥδιον φαίνεται.
διττοῦ γὰρ ὄντος τῷ γένει τοῦ ἡδέος, ἑτέρου μὲν τοῦ τὸ
κεκενωμένον ἀναπληροῦντος, ὅπερ ἦν ἡ τροφὴ, ἑτέρου δὲ
τοῦ τὸ ἠλλοιωμένον ἐξιωμένου, φάρμακον δ᾿ ἤδη τοῦτο
συμβαίνει τοῖς ἐδέσμασιν, ὅταν μὴ μόνον τοῖς σώμασι κεκε-
νωμένοις, ἀλλὰ καὶ κατὰ ποιότητα μεταβεβλημένοις προσ-
φέρηται, κατὰ διττὸν ἡδύνεσθαι ἤδη τρόπον, ὡς τροφαῖς
τε ἅμα καὶ φαρμάκοις. ἀλλ᾿ ὡς μὲν φάρμακα ψύχοντά τινα
καὶ θερμαίνοντα καὶ ξηραίνοντα καὶ ὑγραίνοντα κατὰ λό-
γον ὀνήσει τε ἅμα καὶ ὠφελήσει, ὡς τροφαὶ δὲ μόνα τὰ
σύμφυλα καὶ οἰκεῖα ταῖς ὅλαις τῶν τρεφομένων οὐσίαις.
εὐθὺς τούτοις ὑπάρχει δηλονότι συμμέτρως εἶναι θερμοῖς,
ὡς πρὸς τὰ τρεφόμενα. καὶ διὰ τοῦτο καὶ τῶν ἐδεσμάτων
[11.653]
καὶ τῶν φαρμάκων οὐχ ἓν εἶδος ἅπασι τοῖς ζώοις ἐστί.
κατὰ γὰρ τὴν οἰκείαν ἕκαστον αὐτῶν οὐσίαν τε ἅμα καὶ
διάθεσιν ἥδεταί τε καὶ ὠφελεῖται πρὸς ἀμφοῖν· ἀλλ᾿ εἴπερ
οὕτω ταῦτ᾿ ἔχει, τὸ μὲν ἧττον γλυκὺ τῶν ἐδεσμάτων ἧττον
ἔσται καὶ θερμὸν, τὸ δὲ μᾶλλον γλυκὺ τοσούτῳ θερμότε-
ρον, ὅσῳπερ καὶ γλυκύτερον. εἰ δ᾿ εἰς ἀμετρίαν ἐμπέσοι
θερμότητος, οὐδὲ γλυκὺ τὸ τοιοῦτο, ἀλλ᾿ ἤδη φαίνεται
πικρὸν, ὥσπερ τό τε μέλι παλαιούμενον καὶ καθεψόμενον,
ἕκαστόν τε τῶν ἄλλων γλυκέων.
04.11 ῾Ως γὰρ ὑπὸ συμμετρίας θερμοῦ διττὴ
ἑκάστῳ τῶν σωμάτων ἡ γλυκύτης ἐγγίνεται· τὰ μὲν γὰρ οἰ-
κείῳ τε καὶ συμφύτῳ θερμῷ γλυκέα, τὰ δὲ ἐπικτήτῳ· κατὰ
τὸν αὐτὸν τρόπον καὶ τὰ πικρὰ, τὰ μὲν ἀμέτρως ὑφ᾿ ἑαυτῶν
ἐκθερμαινόμενα κατὰ τὰς ἐν τῷ χρόνῳ μεταβολὰς, ἔνια δ᾿
ὑπὸ τῆς ἐπικτήτου θερμασίας ἐκπυρούμενα πάσχει τοῦτο.
περὶ μὲν δὴ τῶν πικρῶν ἐφεξῆς ἐροῦμεν. ἅπαντα δὲ τὰ γλυ-
κέα τῇ μὲν θερμότητι πλησίον ἥκει τῶν σωμάτων οἷς φαίνε-
ται γλυκέα, κατὰ διττὸν δὲ τρόπον, ὡς εἴρηται, γίνεται
[11.654]
τοιαῦτα· τινὰ μὲν οἰκείῳ θερμῷ, καθάπερ τὸ μέλι, τινὰ δὲ
ἐπικτήτῳ, καθάπερ ἅπαντα τὰ διὰ πυρὸς σκευαζόμενα.
καὶ διὰ τοῦτό περ, ἄχρις ἂν ᾖ θερμὰ, μέχρι τοσοῦδε καὶ
ἡδίω φαίνεται τοῖς ἀναθρέψεως δεομένοις. ἔοικε δὲ καί τι
γλεῦκος οὐκ οἰκείᾳ μόνον, ἀλλὰ καὶ ἐπικτήτῳ θερμασίᾳ φαίνε-
σθαι γλυκύ. πολὺ γὰρ, ὡς καὶ Θεόφραστος καὶ ᾿Αριστοτέλης
ἔλεγε, τὸ ἐκ τῆς ἡλιακῆς θερμασίας οἷον ἐμπύρευμά τι ταῖς
τε ῥαξὶ καὶ τοῖς ἄλλοις ὑπάρχει καρποῖς, ὑφ᾿ οὗ τὸ ὑδατῶδες
ἐν αὐτοῖς ἔτι καὶ οἷον ἡμίπεπτον, εἰς πέψιν ἄγεται καὶ κατερ-
γάζεται τῷ μεταβάλλοντι συνεξομοιούμενον, ὥστε κᾂν ἀπο-
θλίψῃς τὸν χυλὸν ὀπώρας ἡστινοσοῦν, εὑρήσεις μὲν εὐθέως
ζέοντα καθάπερ τὸ γλεῦκος, ἐν δὲ τῷ μᾶλλόν τε καὶ ἧττον
διαφέρουσαν τὴν ζέσιν εἰς ὅσον ἂν καὶ ὁ καρπὸς τοῦ καρποῦ
διαφέρει θερμότητος. μεταβληθέντος δὲ καὶ κατεργασθέντος
τοῦ ὑδατώδους τε καὶ ἡμιπέπτου καὶ τῆς τὴν ζέσιν ἐργαζομέ-
νης θερμασίας διαπνευσάσης, αἱ τῶν χυλῶν οἰκεῖαι φαίνονται
ποιότητες εἰλικρινεῖς, ὥστε καὶ τοὺς οἴνους τηνικαῦτα διαγι-
νώσκομεν ὁποῖοί τινές εἰσι κατὰ τὴν οἰκείαν αὐτῶν φύσιν. ἐν
[11.655]
ᾧ δὴ καὶ προσέχειν σε μάλιστα τὸν νοῦν ἀξιῶ, τῷ πάντας
τοὺς αὐστηροὺς κατὰ βραχὺ παύεσθαι τοιούτους ὄντας. ἀεὶ
γὰρ παλαιούμενοι δριμύτητα μέν τινα καὶ γλυκύτητα ἐπι-
κτῶνται, τὴν δ᾿ ἔμπροσθεν ὑπάρχουσαν αὐτοῖς στύψιν ἀπο-
βάλλουσι τῷ χρόνῳ. ἔστι μὲν δὴ μετὰ τὴν ζέσιν ἔν τισι τῶν
οἴνων γλυκύτης εἰλικρινὴς ἡδεῖά τε ἅμα καὶ οἰκεία τῆς αὐτοῦ
τοῦ χυλοῦ φύσεως, οὐχ ὥσπερ ἡ πρόσθεν μικτή τις ἔκ τε τῆς
οἰκείας καὶ τῆς κατὰ τὸ ἡμίπεπτόν τε καὶ ὑδατῶδες περίττωμα
ζέσεως, ὥστ᾿ εἴπερ ὡμολόγηται μὲν ἅπαντας τοὺς οἴνους
χρονίζοντας γίγνεσθαι θερμοτέρους. συμβαίνει δὲ τοῖς αὐστη-
ροῖς αὐτῶν ἐν τῷ παλαιοῦσθαι πρῶτον μὲν γλυκύτητά τινα
καὶ δριμύτητα προσλαμβάνειν, ἀποτιθεμένοις τὴν στύψιν,
ἐφεξῆς δὲ παραύξεσθαι μὲν τῇ δριμύτητι, παύεσθαι δὲ κατὰ
βραχὺ τῆς γλυκύτητος, κᾄπειτ᾿ αὖθις ἐν τῷ πλείονι χρόνῳ
δριμεῖς θ᾿ ἱκανῶς γίγνεσθαι καὶ πικρότητα ἀεὶ προσλαμβάνειν
καὶ τελευτῶντας, ἡνίκα παχύνονται, παντελῶς ἐκπικροῦσθαι.
καὶ πρόδηλον, ὡς τὸ μὲν γλυκὺ θερμότερόν ἐστι τοῦ στρυ-
φνοῦ, τὸ δὲ πικρὸν τοῦ γλυκέος. ἀλλ᾿ εἴπερ ἡ γλυκύτης ὑπὸ
[11.656]
συμμετρίας θερμοῦ γίγνεται, δῆλον ὡς ἡ στρυφνότης ὑπὸ
τοῦ ψυχροῦ κρατοῦντος ἀποτελεσθήσεται.
04.12 ῞Οτι δὲ καὶ ἡ ὀξύτης ὑπὸ ψύξεως δημιουρ-
γεῖται δέδεικται μὲν καὶ πρόσθεν ἡμῖν. ἀλλ᾿ ἐπειδὴ κατὰ
τὸν παρόντα λόγον ὑπὲρ τῆς κατὰ φύοιν ἐν χρόνῳ μεταβολῆς
τῶν οἴνων ἐδηλώσαμεν, εἴπωμέν τι καὶ περὶ τῆς παρὰ φύσιν.
ὡς οὖν ὁ στρυφνὸς οἶνος ἐν τῷ χρόνῳ γλυκύτερος μὲν πρῶ-
τον, ἐφεξῆς δὲ δριμύτερός τε καὶ πικρότερος ἀποτελεῖται καὶ
τελευτῶν ἐκπικροῦται, κατὰ δὲ τὸν αὐτὸν τρόπον ὅ τε ῥιγώ-
σας ὀξύτερος εὐθὺς γίγνεται καὶ εἰ τελέως ἀποψυγείη τελέως
ὀξύνεται, ὅ τ᾿ εὐθέως ἐν τῇ συγκομιδῇ τῶν καρπῶν ὑετοῦ
κατασχόντος ὀθνείας ὑγρότητος ἀναπλησθεὶς, ὅ τ᾿ ἄλλως
ὕδατος προσλαβὼν, ὀξεῖς ἑτοίμως οἱ τοιοῦτοι πάντες ἐπὶ
μικραῖς προφάσεσιν ἀποτελοῦνται. ἔμπαλιν δ᾿ αὐτοῖς οἱ πυρὶ
πλησιάζοντες ἔν τε τῷ παραχρῆμα καὶ εἰς ὕστερον ἀεὶ καὶ
μᾶλλον γίνονται γλυκεῖς. εἰς χρόνον δὲ πάμπολυν ἐκπίπτοντες
καὶ οὗτοι μεταπίπτουσιν οὐδὲν ἧττον τῶν ἄλλων εἰς πικρό-
[11.657]
τητα, καί πως ἔοικε τοῦτο καὶ κατὰ τὸν φυσικὸν λόγον ὁμολο-
γεῖν ἑαυτῷ. εἰ γὰρ ἡ ὄμφαξ μὲν ὀξεῖα, γλυκεῖα δὲ ἡ
στραφυλὴ καὶ τὸ πεπαίνεσθαι τοῖς καρποῖς ἅπασι παρὰ τῆς
ἡλιακῆς ἐγγίνεται θερμότητος, εὔδηλον ὡς τὸ μὲν ἀτελέστε-
ρον καὶ ψυχρότερον ὀξὺ, τὸ δὲ τελεώτερον καὶ θερμότερον
ὑπάρχει γλυκύ. ὅταν οὖν ὁ οἶνος ἐν τῷ ψύχεσθαι πάλιν ἀπο-
ξύνηται, πρόδηλον ὡς εἰς τὸν αὐτὸν πάλιν ἐπανέρχεται χυλὸν
ἐξ οὗπερ ἐγένετο. διενήνοχε μέντοι τὴν δύναμιν κατὰ τοσόν-
δε ὄμφακος χυλὸς ὄξους, ὅτι τῷ μὲν ὄξει προσέρχεταί τις ἐκ
σηπεδονώδους θερμότητος δριμύτης. καὶ διὰ τοῦτο καλῶς
ἔλεγεν ᾿Αριστοτέλης αὐτὸ, τὸ μὲν οἰκεῖον τοῦ οἴνου θερμὸν
ψυχρὸν ὑπάρχειν, τὸ δ᾿ ἐπίκτητον θερμόν. ὁ δὲ τῆς ὄμφακος
χυλὸς οὐκ ἔχει τὴν θερμότητα, καὶ διὰ τοῦτο οὐδὲ τὴν δρι-
μύτητα. προσέρχεται δή τις αὐτοῖς κᾀκ τοῦ μᾶλλόν τε καὶ
ἧττον ἐν τῷ λεπτομερεῖ τῆς οὐσίας διαφορά. λεπτομερέστε-
ρον γάρ ἐστι τὸ ὄξος ὄμφακος χυλοῦ, καὶ δὴ καὶ ἡ αἴσθησις
τῷ λόγῳ μαρτυρεῖ. διενήνοχε γὰρ ἡ ἀπὸ τοῦ ὄξους ἔμψυξις
τῆς ἀπὸ τοῦ χυλοῦ τῶν ὀμφάκων τῷ σφοδρῷ καὶ ἐπιμίκτῳ.
[11.658]
ἀσθενεστέρα μὲν γὰρ ἡ ἀπὸ τῆς ὄμφακος ψύξις, οὐ μὴν μετέ-
χουσά γε θερμότητος ἀλλοτρίας οὐδ᾿ ὀλίγον· ἡ δὲ ἀπὸ τοῦ
ὄξους ἰσχυροτέρα μὲν εἰς τοσοῦτον, εἰς ὅσον καὶ λεπτομερε-
στέρα. μέτεστι δ᾿ αὐτῷ καὶ δριμύτητος θερμαινούσης, οὐχ
ἱκανῆς μὲν ἐκνικῆσαι τὴν ἀπὸ τῆς ὀξύτητος ψύξιν, εἰς δὲ τὸ
τῆς διεξόδου τάχος ὑπηρετούσης. εἰς ὅσον γάρ ἐστι τὸ θερμὸν
τοῦ ψυχροῦ ποριμώτερον, εἰς τοσοῦτον καὶ ὁ δριμὺς χυμὸς
τοῦ ὀξέος ἑτοιμότερον διέρχεται τῶν αἰσθητικῶν σωμάτων
τοὺς πόρους, ὥσθ᾿ ὁ μὲν οἷον ὁδοποιεῖ φθάνων, ὁ δ᾿ οὐκ εἰς
μακρὰν ἕπεται, κᾀν τούτῳ τὸ τῆς αἰσθήσεως ἐπίμικτόν τε
καὶ δυσερμήνευτον ἀποτελεῖται, οὔθ᾿ ἁπλῶς ψυχρὸν ἀποφή-
νασθαι τὸ ὄξος δυναμένης, αἰσθάνεται γὰρ ἐν αὐτῷ πυρώ-
δους τινὸς δριμύτητος, οὔθ᾿ ἁπλῶς θερμόν. ἐπικαταλαμβό-
νουσα γὰρ ἀεὶ τὴν ἐκ τῆς ποδηγούσης δριμύτητος θάλψιν ἡ
ἐκ τῆς ἑπομένης ὀξύτητος ψύξις ἀμαυροῖ καὶ κατασβέννυσι
παραχρῆμα. καὶ διὰ τοῦτο πολὺ πλείων ἐστὶν ἡ ἐκ τῆς ψύ-
ξεως αἴσθησίς τε καὶ διάθεσις ἤπερ ἡ ἐκ τῆς θερμότητος.
[11.659]
εἰ δέ γε τῷ μέλιτι πλείονι μίξαις ὄξος ὀλίγον, αἰσθήσῃ σαφῶς
αὐτίκα ψύξεως καὶ θερμότητος. εἰ μὲν γὰρ ὀλίγον τὸ μέλι
πολλῷ τῷ ὄξει κεράσαις, πλέονι μέτρῳ ψυχρὸν ἢ θερμὸν
φανεῖταί σοι τὸ μιχθέν· εἰ δὲ πολλῷ τῷ μέλιτι ὀλίγον τὸ ὄξος,
μᾶλλον θερμαῖνον ἢ ψυχρόν· κᾀν τοῖς ὄγκοις δ᾿ εἰ μίξαις ἶσα,
τῇ γοῦν δυνάμει κρατοῦν εὑρήσεις τὸ ὄξος ἔτι. εἰ δ᾿, ὡς εἴρη-
ται, πλέον εἴη πολλῷ τὸ μέλι, πάλιν ἰσάζουσαν εὑρήσεις ἐν
τῇ τοιᾷδε κράσει τὴν ψύξιν τῇ θερμότητι. πολλαπλασίῳ γάρ
τινι τῶν συμμέτρως θερμῶν ἐπὶ τὴν ψύξιν ἀποκεχώρηκε τὸ
ὄξος ἤπερ ἐπὶ τὴν θερμότητα τὸ μέλι. δέδεικται γοῦν καὶ
πρόσθεν ὡς οὐκ ἐγχωρεῖ βιαίαν θερμότητα συνεῖναι γλυκύ-
τητι. καὶ καλῶς εἴρηται πάλαι τὸ πάντ᾿ ἀλλήλοις ὁμολογεῖν
τἀληθῆ. καὶ γὰρ οὖν καὶ καθ᾿ ὑποχονδρίων ἐγκαιομένων
ἀμείνων ὁ τῆς ὄμφακος χυλὸς ὄξους αὐτοῦ, τῷ μήτε βίαιον
καὶ πληκτικὴν ἔχειν τὴν ψύξιν μήτ᾿ ἐπίμικτον δακνώδει θερ-
μότητι. δέονται δὲ οἱ πάσχοντες ᾧδε παρηγορηθῆναι μὲν
ἀβιάστως, ὡς εἴρηται, ἔξωθεν δὲ μηδεμίαν ἐπικτήσασθαι
[11.660]
δακνώδη θερμότητα ἢ δριμύτητα. ταυτὶ μὲν οὖν ἤδη πως
ἅπτεται θεραπευτικῆς μεθόδου, κοινωνούσης πολλαχόθι τῇ
νῦν ἐνεστώσῃ πραγματείᾳ, καὶ διὰ τοῦτο καταλιπόντες αὐτὰ
πάλιν ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. ὁ τοίνυν τῆς ὄμφα-
κος χυλὸς οὐκ ὀξὺς μόνον ἐστὶν, ἀλλὰ καὶ στρυφνός. ὡς γὰρ
καὶ πρόσθεν εἴρηται, σχεδὸν ἅπαντες οἱ τῶν δένδρων καρποὶ
κατὰ τὴν πρώτην γένεσιν, ὡς καὶ Θεόφραστος ἔλεγε, στρυφ-
νοὶ γευομένοις εἰσὶν, εἶτ᾿ ἐπειδὰν ὑγρότητος πληρῶνται,
προσλαμβάνουσι μὲν ὀξύτητος, ἀφαιροῦσι δὲ τῆς στρυφνότη-
τος. ἔστι δ᾿ οὔτε τὸ προσγινόμενον οὔτε τὸ ἀφαιρού-
μενον ἶσον ἐν ἅπασι τοῖς καρποῖς οὔτε κατ᾿ εἶδος αὐτῶν
οὔτε κατὰ γένος οὐδέν. αὐτίκα γέ τοι τῶν ὀμφάκων ἔνιαι
μὲν τῆς στρυφνύτητος πλέον, ἔνιαι δὲ τῆς ὀξύτητος πλέον,
ἔνιαι δὲ ἀμφοτέρων ἰσαζουσῶν μετέχουσιν. ἀλλὰ πρός γε τὸ
καύσους ἐμψύχειν εὐλόγως ἁρμόττουσιν ἅπασαι. οὐ μόνον
γὰρ τὸ ὀξὺ ψυχρόν ἐστιν, ἀλλὰ καὶ τὸ στρυφνὸν, ὡς καὶ πρό-
σθεν ἐλέγομεν. ἀποχωρεῖ δὴ κᾀνταῦθα πάλιν ὁ λόγος ἐπὶ
τὴν θεραπευτικὴν μέθοδον. αὖθις οὖν αὐτὸν ἐπὶ τὸ προκεί-
[11.661]
μενον ἀναγάγωμεν. ἦν δ᾿ ἐξ ἀρχῆς, ὡς οἶμαι, προκείμενον
ἐν τῷδε τῷ γράμματι περὶ τῶν χυμῶν ἁπάντων διελθεῖν, καὶ
σχεδὸν μὲν ἤδη περὶ τῶν πλείστων εἴρηται, κατὰ δὲ τὴν τοῦ
λόγου κοινωνίαν ἐφάψασθαι καὶ τῶν ἄλλων ἡμῶν ἀναγκα-
σθέντων. οὐ γὰρ περὶ στρυφνοῦ καὶ αὐστηροῦ καὶ ὀξέος εἴρη-
ται μόνον, ἀλλὰ καὶ περὶ γλυκέος ἤδη πολλάκις καὶ πικροῦ
καὶ δριμέος. προσθεῖναι δ᾿ ἀναγκαῖόν ἐστι τὰ λείποντα πρὸς
τὴν τοῦ παντὸς λόγου τελειότητα. λείπει δ᾿ ἐπὶ μὲν τῶν στυ-
φόντων οὐδέν τι μέγα καὶ ἀξιόλογον, ὃ καὶ μὴ διὰ τῶν ἤδη
λελεγμένων ἔσται δῆλον.
04.13 ᾿Επεὶ δὲ τῶν ὀξέων ἴσως ἄν τῳ δόξειε λεί-
πειν, ὅ τινας καὶ τῶν ἐλλογίμων ἰατρῶν ἐξηπάτησεν· τῷ
γὰρ τοὺς οἴνους τοὺς ἀσθενεῖς ἔν τε τῷ ἦρι καὶ τῷ θέρει
μεταβάλλειν τε καὶ ὀξύνεσθαι, χειμῶνος δ᾿ ἐν ταῖς οἰκείαις
φυλάττεσθαι ποιότησιν, ὑπὸ θερμοῦ τισιν ἔδοξεν ἡ ὀξύτης
γεννᾶσθαι. συναύξει δ᾿ αὐτῶν τὴν ὑπόληψιν ὅ τε κινηθεὶς
σφοδρότερον οἶνος, ὅ τ᾿ ἐν τοῖς πλοίοις μετακομισθεὶς ποῤ-
ῥώτερον. καὶ γὰρ οἱ τοιοῦτοι πάντες, ὅταν ἀσθενεῖς ὦσιν,
[11.662]
ὀξύνονται τάχιστα. καὶ μέντοι τοὺς πίθους ἔνιοι τῶν τὰ
γεωργικὰ γραψάντων ἀξιοῦσιν ἐν οἴκοις κατορύττεσθαι πρὸς
ἄρκτον ἐστραμμένοις, ὡς τῆς μὲν ψύξεως φυλαττούσης αὐτῶν
τὴν ποιότητα, τῆς δὲ θερμότητος μεταβαλλούσης. ἀτὰρ οὖν
καὶ φαίνεται τοῦτο πολλαχόθι γιγνόμενον, αὐτῇ τῇ πείρᾳ
βασανισθέν. ὀξύνονται γὰρ ἔνιοι τῶν οἴνων ἑτοίμως, ὅταν
ἐν μεσημβρινοῖς καὶ προσηλίοις χωρίοις ἀποκέωνται, καί μοι
δοκεῖ τὴν ἀρχὴν τῆς τῶν εἰρημένων λύσεως ἐντεῦθεν ποιήσα-
σθαι. τὸ γὰρ μήτε πάντας ὀξύνεσθαι θερμαινομένους, ἀλλ᾿
ὅσοι ψυχρότεροι κατ᾿ ἀρχὰς εὐθέως εἰσὶ, μήτε τῶν παλαιωθέντων
τινὶ συμπίπτειν τοῦτο, τὴν ἐπὶ τἀληθὲς ὁδὸν ἡμῖν εὑρήσει.
04.14 Ζητήσει γὰρ ὁ λόγος τὴν αἰτίαν, δι᾿ ἣν
ὑπὸ τῆς ἔξωθεν θερμότητος ὁ φύσει ψυχρὸς καὶ ἀσθενὴς οἶνος
ἐλέγχεται, καίτοι τοῦτό γε αὐτὸ τὸ ῥῆμα τὸ ἐξελέγχεται ῥηθὲν
ἁπάσας τὰς εἰρημένας ἀπορίας ἐπιλύεται. παραπλήσιον γάρ
τι συμβαίνει τοῖς οἴνοις, ὅσοι φύσει ψυχρότεροι καὶ ὑδατω-
δέστεροι τυγχάνουσιν ὄντες, οἷόν τι καὶ ταῖς μικραῖς καὶ
ἀσθενέσι φλοξί. καὶ γὰρ καὶ ταύτας ἐν ἡλίω καταθεὶς ἰσχυρῷ
[11.663]
τελέως ἀμυδρὰς ὄψει γιγνομένας, ἢ καὶ παντάπασιν ἀποσβεν-
νυμένας. οὕτω δὲ καὶ λύχνον καιόμενον, εἴ που ἄλλῃ
φλογὶ σφοδρᾷ καὶ μεγάλῃ παραθείης, εἴτ᾿ ἐν ἡλίῳ καταθείης
ἰσχυρῷ, μαραινόμενόν τε καὶ διαφορούμενον αὐτίκα θεάσῃ.
καὶ μὲν δὴ κᾂν εἰ ῥιπίζοις ἰσχυρῶς ἀσθενῆ καὶ μικρὰν φλόγα,
θᾶττον ἀποσβέσεις αὐτὴν ἢ αὐξήσεις. οὔτε γὰρ κίνησιν οὔτε
θερμασίαν ἰσχυρὰν ἀσθενὴς ὑπομένει φύσις, ἀλλὰ διαφορεῖται
πρὸς αὐτῆς μᾶλλον ἢ αὐξάνεται, ἐπεί τοι κᾀξεπίτηδες ἐν πολ-
λοῖς χωρίοις κινοῦσί τε καὶ μεταφέρουσι τοὺς οἴνους, ὥσπερ
οὖν καὶ ἡλιοῦσί γε καὶ θερμαίνουσιν, ὡς ἐνίους αὐτῶν ἀηδεῖς
γίγνεσθαι τὴν ἀπὸ τοῦ καπνοῦ δεχομένους ποιότητα. καὶ
παρ᾿ ἡμῖν γε κατὰ τὴν ᾿Ασίαν, ἐπὶ τοὺς κεράμους τῶν οἰκιῶν
ὅταν ἥκῃ θέρους ὥρα, λαγήνοις ἐγχεόμενοι σχεδὸν ἅπαντες
ἐπιτίθενται, καὶ μετὰ ταῦτα καθαιροῦντες ἐν ὑπερώοις οἰκή-
μασιν, ὧν ἐν τοῖς κατωγέοις μέλλει καυθήσεσθαι φλὸξ πολλὴ
κατατίθενται καὶ ὅλως πρὸς μεσημβρίαν τε καὶ πρὸς ἥλιον
ἀεὶ στρέφουσι τὰς ἀποθήκας, οἷς μέλλει θᾶττον αὐτοὺς ἐκ-
πέψαι τε καὶ ποτίμους ἐργάσασθαι. ὃ γὰρ ἐν χρόνῳ πολλῷ
[11.664]
τοῖς ἄλλοις, τοῦτο τοῖς οὕτω θερμανθεῖσιν ἐν ἐλαχίστῳ περι-
γίγνεται. τῶν δὲ τὰ γεωργικὰ συγγραψάντων οὐδὲν θαυμα-
στὸν ἐνίους ὑπὸ τῆς κατὰ τὰ σφέτερα χωρία πείρας ὑπὲρ
ἁπάντων οἴνων ἀποφήνασθαι προπετέστερον. ἀλλ᾿ οἵ γε περὶ
Θεόφραστον καὶ ᾿Αριστοτέλην τήν τ᾿ ἐμπειρίαν ἐπὶ πλέον
ἐκτείναντες καὶ διὰ τὴν ἐν φυσιολογίᾳ γυμνασίαν ἀκριβέστερον
ἅπαντα διαρθρώσαντες, ἄλλα τε τοιαῦτα πολλὰ καὶ περὶ τῶν
οἴνων ἡμᾶς ἐδίδαξαν, ὡς ὅμοιόν τι τοῖς ἡμῶν αὐτῶν πάσχειν
σώμασιν. ἢ γὰρ οὐχὶ καὶ ταῦτα θεώμεθα, παρὰ τό πως ἔχειν
ἀσθενείας ἢ ῥώμης. ὑπὸ τῶν αὐτῶν ὀνινάμενα καὶ βλαπτό-
μενα· καὶ γὰρ καὶ γυμνάσια σφοδρὰ καὶ ἥλιος ἰσχυρότερα μὲν
ἐργάζεται τὰ θερμὰ καὶ ῥωμαλέα σώματα, καταβάλλει δὲ καὶ
διαφορεῖ καὶ καταψύχει τὰ μὴ τοιαῦτα, καὶ τῶν οἴνων τοὺς
μὲν θερμοὺς φύσει καὶ κίνησις ῥιπίζουσα καὶ ἥλιος ἐκθερμαί-
νων καὶ φλόγες πλησίον καιόμεναι πεπαίνουσι θᾶττον. ὅσοι
δὲ ψυχρότεροί τέ εἰσι καὶ ὑδατωδέστεροι, τούτους ἐξελέγχει τε
τὰ τοιαῦτα πάντα καὶ θᾶττον ἀναγκάζει πάσχειν, ἃ μικρὸν
[11.665]
ὕστερον ἔμελλε πείσεσθαι. φυλάττεται μὲν γὰρ ἕκαστον τῶν
ὄντων ἐπὶ τῆς οἰκείας φύσεως οἰκείῳ θερμῷ, διαφθείρεται δὲ
πρὸς τῆς ἔξωθεν ἀμετρίας, ἤτοι θερμότητος ὀθνείᾳ ἢ ψύξεως
πλεονεξίᾳ. καὶ τὸ μὲν ἀποτελούμενον ὑπ᾿ ἀμφοῖν ἓν, ὁ δὲ
τρόπος αὐτοῦ τῆς γενέσεως οὐχ εἷς. ὅθεν οὐδ᾿ ὁμοίως ἅπασι
τοῖς ἰδιώταις εὐφώρατος ὁ τρόπος ὅδε τῆς διαφορᾶς. ἐπειδὰν
μὲν ὑπὸ τοῦ ψυχροῦ νικηθῇ τὸ καθέκαστον τῶν ὄντων θερ-
μῶν, εὔδηλόν ἐστι καὶ τοῖς ἐπιτυχοῦσιν. ἐπειδὰν δ᾿ ὑπὸ τοῦ
σφοδροτέρου θερμοῦ περιστάντος ἔξωθεν διαφορηθῇ, λαν-
θάνει τοὺς ἀγυμνάστους περὶ φύσιν, οὐκ εἰδότας ὡς τὸ μὲν
σύμμετρον θερμὸν ἅπασιν ὠφέλιμον ὑπάρχει, τὸ δ᾿ ἄμετρον
οὐχ ἧττον τοῦ ψυχροῦ βλαβερόν.
04.15 ᾿Αλλὰ καθόλου μὲν τοῦτο γιγνώσκειν καλὸν,
ὡς ἡ ἐν τοῖς χυμοῖς ὀξύτης ἐν τῷ μεταβάλλεσθαι μὲν ὑπὸ
τοῦ θερμοῦ, μὴ κρατεῖσθαι δὲ τελέως, μάλιστα ἔοικε γίγνε-
σθαι. τεκμήραιτο δ᾿ ἄν τις οὐχ ἥκιστα κᾀν ταῖς ὀξυρεγμίαις,
ὡς αὗταί γε ταῖς μὲν μηδ᾿ ὅλως ἐν τῇ γαστρὶ μεταβαλλομέ-
ναις τροφαῖς οὐχ ἕπονται, καθάπερ οὐδὲ ταῖς ἀκριβῶς πε-
[11.666]
φθείσαις, μόναις δὲ ταῖς ἡμιπέπτοις, ὡς ἂν οὕτω τις εἴποι.
καλῶ δ᾿ ἡμιπέπτους ὅσαι δεξάμεναι τὴν ὑπὸ τῆς ἐν τῇ γα-
στρὶ θερμότητος ἀλλοίωσιν οὐκέτι εἰς τέλος ὑπ᾿ αὐτῆς ἐκρα-
τήθησαν. οὕτως δὲ καὶ γάλα καὶ πτισάνης χυλὸς καὶ
τἄλλα πάντα τὰ τοιαῦτα κατὰ τὴν θερινὴν ὥραν ὀξύνεται
θᾶττον ἢ ἐν χειμῶνι καὶ δεῖται ψυχρῶν οἰκημάτων, ἐν οἷς
ἀποκείσεται πρὸς τὸ διαμεῖναι μέχρι πλείονος. ἐξ ὧν ἁπάν-
των δῆλον ὡς ἐν τῷ μεταβάλλεσθαι μὲν ὑπὸ τοῦ θερμοῦ,
μηδέπω μέντοι κεκρατῆσθαι τελέως ἡ γένεσίς ἐστι τῆς
ὀξείας ποιότητος. διὰ τοῦτο καὶ τῶν καρπῶν τοῖς πλείστοις
ὑπάρχει, πρὶν πεπανθῆναι. καί πως ἔοικεν καὶ τοῦθ᾿ ὁμο-
λογεῖν τοῖς ἐξ ἀρχῆς εἰρημένοις περὶ τῶν ὀξέων χυμῶν. εἴπερ
γὰρ ὅμοιόν τι πεπόνθασι ταῖς βορείαις καταστάσεσιν, ὡς
λεπτομερεῖς ὑπάρχειν ἅμα καὶ ψυχροὺς, πρόδηλον ὡς ἡ γένεσις
αὐτῶν οὐκ ἄνευ θερμότητος, ὥσπερ οὐδὲ τῷ ἀέρι. καὶ διὰ
τοῦτο τελέως ἡμᾶς καταψύχοντα καὶ νεκροῦντα, καθάπερ
κώνειόν τε καὶ μηκώνειον, ὑοσκύαμος καὶ μανδραγόρα, ἥκιστά
[11.667]
ἐστιν ὀξέα. ψυχροὶ μὲν ἅπαντες οἱ ὀξεῖς χυμοὶ, οὐ μὴν εἰς
τοσοῦτόν γε ψύχουσιν ὡς ἀναιρεῖν. οὐδὲ γὰρ ἂν οὐδὲ λεπτο-
μερεῖς ὑπῆρχον, εἰ ἦσαν ἄκρως ψυχροὶ, ὥστ᾿ οὐ μόνον ὅτι
ψυχρὸς ὁ ὀξὺς χυμὸς, ἀλλὰ καὶ εἰς ὅσα ψυχρὸς ἤδη πέφανται.
βασανίζει δ᾿ αὐτὸν ὁποῖός τίς ἐστιν τὴν φύσιν ἐπὶ ὀξυλαπά-
θου καὶ ὀξαλίδος, ἣν δὴ καὶ ὀξύδα προσαγορεύουσιν. ἔστι
δ᾿ αὕτη λάχανον ἄγριον, ἐν τούτοις γὰρ ἐφάνη μοι μάλιστά
πως εἰλικρινὴς καὶ μόνος, οὐδεμιᾶς μετέχων στρυφνότητος,
ὥσπερ οἱ τῶν δένδρων καρποί. φανερῶς γὰρ οὗτοι μετὰ
στρυφνότητός τινος ἐπίμικτον ἔχουσι τὴν ὀξύτητα, καθάπερ
μετὰ δριμύτητος τὸ ὄξος. τὸ μὲν οὖν ἰδίως ὀνομαζόμενον ἐν
τοῖς χυμοῖς ὀξὺ μόνης τῆς γλώττης ἐστὶν αἰσθητὸν, ὥσπερ
καὶ τὸ δριμύ. τὸ δὲ κοινὸν ἀμφοῖν, τὸ δακνῶδες, ἤδη καὶ τῆς
ἁφῆς. ἑκατέρων δ᾿ ἐστὶν ἡ γλῶττα διγνωστική. τῶν μὲν γὰρ
κοινῶν, ὡς καὶ ἄλλο τι τῶν αἰσθητικῶν σωμάτων, τῶν δ᾿
ἰδίων, ὡς γεύσεως ὄργανον. καί μοι δοκεῖ τοῦτ᾿ αὐτῇ τὸ
ἐξαίρετον ὑπάρχειν κατὰ τὴν οἰκειότητά τε καὶ τὴν ἀλλοτριό-
τητα τῶν ὅλων οὐσιῶν. εἴρηται γὰρ ἤδη καὶ δέδεικται πολ-
[11.668]
λάκις, οὐδὲν δ᾿ ἧττον εἰρήσεται καὶ αὖθις οἷόν τι τὸ καθ᾿
ὅλας τὰς οὐσίας ἐνεργεῖν ἢ πάσχειν ἐστίν. ἔοικα δὲ καὶ νῦν
αὐτοῦ μνημονεῦσαι εἰς ὅσον ἀρκεῖ τοῖς παροῦσιν, ἐνθένδε
ποθὲν ἀρξάμενος. ἐκ τῶν δ′ στοιχείων αἱ γενέσεις ἅπασι
τοῖς κατὰ μέρος σώμασιν ὑπάρχουσιν, ἄνισοί τε καὶ διαφέ-
ρουσαι ταῖς μίξεσιν. ἔνια μὲν γὰρ πυρὸς ἔχει πλέον ἢ τῶν
ἄλλων στοιχείων, ἔνια δὲ ὕδατος, ἄλλα δ᾿ εἰ οὕτως ἔτυχε γῆς,
ἔνια δὲ ἀέρος. ἐξ οὖν τῆς τοιαύτης ἀνισότητος αἱ τῶν κατὰ
μέρος σωμάτων ἰδιότητες ἀπετελέσθησαν. ἐκ μὲν τῶν στοι-
χείων αὐτῶν αἱ τῶν φυτῶν, ἐκ τούτων δὲ αἱ τῶν ζώων, ὡς
ἐν τοῖς περὶ στοιχείων δέδεικται λόγοις. μεταβάλλει δὲ τὰ μὲν
εὐθὺς εἰς ἄλληλα, τὰ δὲ διὰ μέσων ἑτέρων, οἷον αὐτίκα ἡ γῆ
μὲν εἰς πυροὺς καὶ κριθὰς καὶ τἄλλα τὰ τοιαῦτα. τούτων
δ᾿ αὖ πάλιν ἕκαστον εἰς ἀνθρώπου σάρκα, οὐ μὴν αὐτῇ γε
τῇ γῇ σαρκὶ γίνεσθαι δυνατὸν, ὑπερβάσῃ τὴν ἐν τῷ μέσῳ με-
ταβολήν. καὶ μέντοι καὶ τῶν εἰς ἄλληλα μεταβαλλόντων ἔνια
μὲν ἑτοίμην τε καὶ διὰ ταχέων, ἔνια δὲ καὶ χαλεπὴν καὶ χρό-
[11.669]
νιον ἔχει τὴν ἀλλοίωσιν. ὅσα μέν ἐστιν ἐγγὺς ταῖς ὁμοιότησι,
ταχεῖαν ἔχει, ὅσα δὲ ποῤῥωτέρω, βραδυτέραν. ἐχρῆν οὖν,
οἶμαι, γενέσθαι τι τοῖς ζώοις ὑπὸ τῆς φύσεως ὄργανον
ὁμοιότητος καὶ ἀνομοιότητος τῶν οὐσιῶν διακριτικὸν, ὃ
διαγιγνῶσκον τὰς φύσεις τὸ μὲν οἰκεῖον αἱρήσεται, τὸ δ᾿
ἀλλότριον φεύξεται. τοῦτ᾿ οὖν ἐστιν ἡ γλῶττα, τῷ περιττῷ
τῆς αἰσθήσεως οὐ ψυχρῶν μόνον, ἢ θερμῶν, ἢ ξηρῶν, ἢ
ὑγρῶν, ἀλλὰ καὶ τῶν οἰκείων τε καὶ οὐκ οἰκείων ἔχον
διάγνωσιν. εἰς τουτὶ γὰρ μόνον τὸ μόριον ἓξ ἐμ-
φύονται νεῦρα. τῶν δ᾿ ἄλλων ἕκαστον ἢ ἑνὸς ἢ δυοῖν
μετείληφεν, οὐδ᾿ οὖν οὐδὲ τούτων αὐτῶν οὕτω μεγάλων.
ἐπειδὴ δὲ τὰ μὲν μᾶλλόν ἐστιν οἰκεῖα τῇ τοῦ σώματος
ἡμῶν φύσει, τὰ δ᾿ ἧττον, καὶ τὰ μὲν ἐν τῇδε τῇ συζυγίᾳ
τῆς κράσεως, τὰ δ᾿ ἐν τῇδε, πλέονες ἐξ ἀνάγκης αἱ γευσταὶ
ποιότητες ἀπετελέσθησαν. ἀλλὰ τῶν μὲν τρεφόντων ἁπάν-
των κοινὸν τὸ γλυκύ· πᾶν γὰρ τὸ τρέφον ἢ μᾶλλον ἢ
ἧττόν ἐστιν γλυκύ· τῶν δὲ μὴ τρεφόντων κοινὸν μὲν τὸ
κατ᾿ ἀπόφασιν τοῦ γλυκέος ἢ στερητικῶς ὀνομαζόμενον,
[11.670]
οἷον οὐ γλυκὺ καὶ ἁλυκόν. αἱ κατὰ μέρος δὲ πλείους αἱ δια-
φοραὶ κατὰ λόγον ἐγένοντο, τὸ τῷ μὲν οἰκεῖον ἑκάστῳ τῶν
ὄντων ἓν ὑπάρχειν, ὅτι καὶ μία φύσις ἡ ἴδιος αὐτοῦ, τὰ δ᾿
ἀλλότρια πάμπολλα, τὰ μὲν μᾶλλον ἀποκεχωρισμένα τῆς
οὐσίας αὐτοῦ, τὰ δὲ ἧτον. ὅσα μὲν οὖν ἐστιν ἀκριβῶς ὀξέα
καὶ στρυφνὰ καὶ πικρὰ καὶ ἁπλῶς ἡντινοῦν ἄλλην ἔχοντα
ποιότητα παρὰ τὴν γλυκεῖαν, ἄτροφα πάντ᾿ ἐστὶν, ὥσπερ ὅσα
γλυκέα μόνον, τρόφιμα πάντα, τῶν δ᾿ ἐπιμίκτων ταῖς ποιό-
τησιν ὅσα μὲν ἅμα γλυκέα τέ ἐστι καὶ στρυφνὰ, παχυμερέ-
στερα ταῖς οὐσίαις ἐστὶ καὶ ψυχρὰ ταῖς κράσεσιν, ὥσπερ καὶ
μικρὸν ἔμπροσθεν ἐδείκνυμεν· ὅσα δ᾿ ὀξέα τε ἅμα καὶ γλυκέα,
λεπτομερέστερα μὲν ἢ τὰ στρυφνὰ, ψύχει δ᾿ αὖ καὶ αὐτά. καὶ
δὴ καὶ τὰ μὲν πικρὰ θερμὰ, τὰ δὲ δριμέα καὶ τούτων ἔτι θερ-
μότερα. τρέφει δ᾿ οὖν ἅπαντα τὰ τοιαῦτα μετὰ γλυκύτητος.
αὐτὸ δὲ καθ᾿ ἑαυτὸ τῶν εἰρημένων οὐδὲν ἱκανὸν τρέφειν ἐστίν.
ἐπίμικτα δὲ γίγνεται κατὰ τρόπον διττὸν, ἢ ἀνομοιομερῆ ταῖς
οὐσίαις ὑπάρχοντα καὶ διαφερούσας κατὰ τὰ μόρια ποιότητας
[11.671]
ἔχοντα, ἢ ἁπλᾶ μὲν ὄντα καὶ ὁμοιομερῆ, κατὰ δὲ τὴν εἰς
ἄλληλα τῶν πολὺ διαφερόντων γιγνόμενα μεταβολήν. οὔτε
γὰρ τὸ μέλι ἐξαίφνης γίγνεται πικρὸν, ἀλλ᾿ εἴθ᾿ ἑψόμενον ἐπὶ
πλέον εἴτε παλαιούμενον, εἰς πικρότητα μεταβάλλει κατὰ
βραχὺ πάσχον τὸ τοιοῦτο. οὔθ᾿ ὅσοι τῶν καρπῶν ἀποτελοῦν-
ται γλυκεῖς, ὥσπερ ἔνιοι τῶν σικύων τε καὶ μηλοπεπόνων,
οὐδ᾿ αὐτοὶ τὴν ἐξ ἀρχῆς ἀθρόως ἀποβάλλουσι ποιότητα. κατὰ
βραχὺ γὰρ ἅπασι τοῖς φύσεως ἀλλοιουμένοις αἱ μεταβολαὶ συμ-
πίπτουσι, καὶ μάλισθ᾿ ὅταν εἰς πολὺ διαφερούσας, ἢ καὶ παν-
τάπασιν ἐναντίας ποιότητας, ἡ ἀλλοίωσίς τε καὶ μετάστασις
αὐτῶν ἀποτελῆται. ὥσπερ οὖν τὸ μὲν ἀκριβῶς γλυκὺ τρόφιμόν
ἐστιν, τὸ δ᾿ εἰλικρινῶς πικρὸν ἄτροφον, οὕτως τὸ μεταξὺ τρέ-
φει μὲν, ἀλλ᾿ ἧττον τοῦ γλυκέος. ὡσαύτως δὲ καὶ κατὰ τὰς
ἄλλας ἔχει ποιότητας. ἄτροφοι γάρ εἰσι πλὴν τῆς γλυκείας
ἅπασαι. καὶ μὲν δὴ καὶ αὐτὰ τὰ στοιχεῖα πολὺ μᾶλλον ἄτρο-
φά τε καὶ ἄποια πρὸς τὴν γεῦσίν εἰσιν. καὶ διὰ τοῦτο καὶ ἡ
γῆ καὶ τὸ ὕδωρ, ἄμφω γὰρ καὶ ταῦτα ἄποια πρὸς τὴν γεῦσίν
εἰσιν καὶ ἄτροφα, καθάπερ ὁ ἀὴρ καὶ τὸ πῦρ· ὥστε καὶ κατὰ
[11.672]
τῶν ποιοτήτων ἐπιμιξίαν ἐκλύεται πολλάκις ἡ τῶν γλυκέων
ποιότης, ὑδατώδους μὲν οὐσίας ἐπικρατούσης ἐν τοῖς τῶν
ἐπιγείων σχεδὸν ἁπάντων καρποῖς. καὶ γὰρ πυροὶ καὶ κριθαὶ
καὶ κύαμοι καὶ ἐρέβινθοι καὶ τἄλλα ὅσα τοιαῦτα, διὰ ὑγρό-
τητα κατ᾿ ἀρχὰς ἐγγὺς ἀποίων ὄντα τὴν γεῦσιν, ἐν τῷ χρόνῳ
πεπαινόμενά τε καὶ ξηραινόμενα γίνεται γλυκύτερα, γεώδους
δὲ καὶ ξηρᾶς ἐν ἀχύροις καὶ χόρτῳ καὶ ἀγρώστει καὶ καλάμοις
ξηροῖς καὶ ξύλοις, ὧν ἔνια πρὶν ἀποξηρανθῆναι γλυκέα τε
ἡμῖν ἐστι καὶ τροφὴν τῷ σώματι δίδωσιν ἐνίοτε, οἷον ὅ τε
τοῦ φοίνικος ἐγκέφαλος, οὕτω γὰρ ὀνομάζουσι τὸ ἀνώτατον
μόριον αὐτοῦ, καὶ τῆς ἀγρώστεώς τε καὶ τῶν καλάμων αἱ
μαλακαὶ ῥίζαι, καὶ μάλιστα τῶν κατ᾿ Αἴγυπτον, ἤδη δὲ καὶ
τῶν πλείστων δένδρων αἱ βλάσται. ὁμοιότητι μὲν γὰρ ἀεὶ τῇ
πρὸς τὸ τρεφόμενον γλυκὺ φαίνεται τὸ τρέφον, ἀνομοιότητι
δ᾿ οὐ γλυκύ. πολλῶν δ᾿ οὐσῶν ἀνομοιοτήτων πολλὰς
ἀναγκαῖον ἐν τῷδε καὶ τὰς μὴ γλυκείας γίγνεσθαι ποιότητας,
ἃς ἑρμηνεῦσαι μὲν ἀμήχανον, ἀναμνῆσαι δ᾿ ἐγχωρεῖ, πάντων
ἀνθρώπων ἀκριβῶς εἰδότων, ἑτέραν μὲν τὴν ἐκ τῶν στρυφ-
[11.673]
νῶν αἴσθησίν τε καὶ διάθεσιν ἐν τῇ γλώττῃ γιγνομένην, ἑτέ-
ραν δὲ τὴν ἐκ τῶν ὀξέων, καὶ ἄλλην μὲν τὴν ἐκ τῶν ἁλμυρῶν,
ἄλλην δὲ τὴν ἐκ τῶν πικρῶν.
04.16 ῞Ωσπερ οὖν ὅσα τῶν ἐδεσμάτων ὁμοιότατα
ταῖς τῶν τρεφομένων ὑπάρχει φύσεσιν, γλυκύτητά τ᾿ ἐμφαί-
νεται καὶ σκευασίας οὐδεμιᾶς προσδεῖται, κατὰ τὸν αὐτὸν
τρόπον ὅσα ποῤῥώτερα τὴν κρᾶσίν ἐστιν τὰ μὲν ἡδυσ-
μάτων, τὰ δὲ καὶ συναμφοτέρων προσδεῖται, καὶ οὐδέν γε
θαυμαστὸν αὐτῶν τῶν ἡδυσμάτων μηδὲν ἐδώδιμον ὑπάρχον
εἰς ἡδονὴν συντελεῖν τῷ δι᾿ ἑαυτοῦ σκευασθέντι. δυοῖν γὰρ
ἀμέτροιν συνελθόντοιν ἐγχωρεῖ τὸ μικτὸν ἐξ ἀμφοῖν σύμμε-
τρον ἀποτελεσθῆναι καὶ διὰ τοῦτο γλυκὺ φανῆναι, τῶν ἀμέ-
τρων οὐκ ὄντων τοιούτων. ὅταν δὲ δὴ καὶ δι᾿ ἑψήσεως ἢ
ὀπτήσεως ἢ ὅλως ὑπὸ θερμοῦ τινος ἡ σκευασία γίνηται τῶν
ἐδεσμάτων, οὐδὲν οὔτ᾿ ἄπορον οὔτ᾿ ἄλογον ἃ πρότερον οὐκ
ἦν ἡδέα γενέσθαι νῦν ἥδιστα. φαίνεται γὰρ ἡ τοῦ θερμοῦ
φύσις οἷς ἂν ὁμιλήση ταχέως ἀλλοιοῦν αὐτὰ καὶ μεταβάλλειν
[11.674]
εἰς ἕτερον εἶδος, ὥστ᾿ οὐκέτι οὐδὲ τοῦτ᾿ ἄπορον, εἰ τινὰ μὲν
ἡδίω, τινὰ δὲ ἀηδέστερα γίνεται τῷ πυρὶ πλησιάζοντα, καὶ
τινὰ μὲν ἐλαχίστῳ χρόνῳ, τινὰ δ᾿ ἐπὶ πλεῖστον ἑψηθῆναι
χρήζῃ. τὰ μὲν γὰρ ὁμοιότατα ταῖς κράσεσι τῶν τρεφομένων
σωμάτων χωρὶς ἑψήσεώς τε καὶ σκευασίας ἤδη φαίνεται γλυ-
κέα, τὰ δ᾿ ἀνόμοια πάντα μὲν ἀηδῆ, πρὶν σκευασθῆναι.
δεῖται δὲ τὰ μὲν ὑπέρθερμα τῷ ψυχρῷ κολασθῆναι, τὰ δ᾿
ἱκανῶς ψυχρὰ ταῖς τε τῶν θερμῶν ἐδεσμάτων μίξεσιν καὶ
πυρί. κατὰ δὲ τὸν αὐτὸν τρόπον ὑγρότητι μὲν ὅσα γεώδη
καὶ ξηρὰ, ξηρότητι δὲ τὰ πλέον ἢ προσῆκεν ὑδατώδη τε καὶ
ὑγρά. τὰς μὲν οὖν ξηρότητας αἱ τῶν ὑγρῶν ἐπιμιξίαι, τὰς
δὲ ὑγρότητας αἱ τῶν ξηρῶν καὶ τὸ πῦρ ἐπανορθοῦται. μεγί-
στη δὲ τοῦ λεγομένου πίστις ἡ κατὰ τὸ στόμα γιγνομένη
μεταβολή. τοῖς γοῦν ἐπὶ πλέον ἀσιτήσασιν ἁλυκὸν φαίνεται
τὸ πτύελον, εἰ δ᾿ ἐπὶ πλεῖστον, οὐχ ἁλυκὸν μόνον, ἀλλ᾿ ἤδη
καὶ πικρόν. οὕτω δὲ καὶ πᾶν ἐκχολοῦται τὸ σῶμα, καὶ εἴπερ
ἦν αἰσθητικὸν ἅπαν ὁμοίως τῇ γλώττῃ, καὶ τῆς ἁλυκότητος
[11.675]
ἂν, οἶμαι, τῆς ἐν αὐτῷ ῥᾳδίως ἠσθάνετο καὶ τῆς πικρότη-
τος, ἔτι τε πρὸς τούτῳ καὶ αὐτῆς τῆς γλυκύτητος, ὑπαρχούσης
γε ἀεὶ τῷ κατὰ φύσιν αἵματι. νυνὶ δὲ ἐπειδὰν ἤτοι ῥαγέν-
τος ἢ ἀναστομωθέντος ἀγγείου τινὸς ἀθρόον τε καὶ θερ-
μὸν αἷμα κατὰ τῆς γλώττης ἐκχυθῇ, φαίνεται γλυκύτατον,
ὅταν, ὡς εἴρηται, κατὰ φύσιν ἔχῃ. ἐπεὶ τό γε νενοσηκὸς
πικρὸν ἢ ἁλυκόν ἐστιν, ἤ τινα τοιαύτην ἑτέραν ἐμφαίνει
ποιότητα, τὸ μέντοι καθ᾿ ὅλον τοῦ ζώου τὸ σῶμα λαν-
θάνει, καθάπερ αἱ χολαὶ καὶ τὸ φλέγμα. καίτοι τῶν
χολῶν ἡ μὲν ἀεὶ πικρὰ φαίνεται, κᾂν μικρῷ μορίῳ ψαύσῃ
τῆς γλώττης, ἡ μέλαινα δ᾿ ὀξεῖα. καὶ τοῦ φλέγματος καὶ
τῇ γλώττῃ πλησιάζοντος τὸ μὲν γλυκὺ, τὸ δὲ ὀξὺ, τὸ δὲ
ἁλμυρὸν ἐναργῶς ἐφάνη πολλάκις, ἄδηλον ὑπάρχον καὶ
τοῦτο καθ᾿ ὅλον τὸ ζῶον.
04.17 Οὐδὲν οὖν θαυμαστὸν οὐδὲ διὸ τί
τὸ γλυκύτατον ἁπάντων μέλι τὸν πικρότατον γεννᾷ χυμὸν
καὶ διὰ τί μάλιστα τοῖς ἀκμάζουσί τε καὶ φύσει θερμοῖς
καὶ πυρέττουσιν. ὡς γὰρ κἀκτὸς ἐπὶ πλέον ὁμιλῆσαν τῷ
[11.676]
πυρὶ πικρὸν ἀποτελεῖται, κατὰ τὸν αὐτὸν τρόπον κᾀν τοῖς
τῶν ζώων σώμασιν, ὅταν ἀκραιφνεῖ πλησιάζῃ θερμότητι,
τὸν χολώδη γεννᾷ χυμόν. ἐν δὲ ταῖς ψυχροτέραις κράσεσιν
ἢ διὰ ἡλικίαν, ἢ διὰ φύσιν σώματος, ἢ διὰ νόσον, εἰς χρηστὸν
καὶ σύμμετρον αἷμα μεταβάλλει ῥᾳδίως. οὐ γὰρ ὑπερθερμαι-
νόμενον οὐδ᾿ ἀλλοιούμενον ἐπὶ πλέον ἐν τοῖς τοιούτοις σώ-
μασιν, ἀλλ᾿ ὅμοιόν τι τῷ μετρίως ἑψηθέντι πάσχον ἐξο-
μοιοῦται τελέως αὐτοῖς καὶ διαφυλάττει τὴν γλυκύτητα. καὶ
τί θαυμαστὸν ὑπὸ τῆς σφοδροτέρας ἐν τοῖς ζώοις θερμότη-
τος ἢ πλείονος ἑψήσεως ἐξίστασθαι τῆς ἀρχαίας γλυκύτη-
τος τὸ μέλι, καὶ χωρὶς τούτων ὑπὸ τῆς ἐν αὐτῷ θερμότητος
ἐν χρόνῳ πλέονι πικρὸν ἀποτελούμενον; ἐν γὰρ τῷ τάχει τῆς
μεταβολῆς ἡ διαφορὰ μόνον, οὐκ ἐν τῷ πάσχειν ἕτερον
πάθος ὑφ᾿ ἑτέρας αἰτίας. καὶ γὰρ τὸ πάθος αὐτὸ καὶ τὸ
μεταβάλλον αἴτιον ὂν, τὸ πάθος μὲν ἡ πικρότης, τὸ δ᾿ αἴ-
τιον ἡ ἀμετρία τῆς θερμότητος, ἀμετρίας δὲ τῆς εἰς ἀλλοίω-
σιν ἀγούσης διττῆς ὑπαρχούσης τῷ γένει, ῥώμης τοῦ πλη-
[11.677]
σιάζοντος, ἢ μήκους τοῦ χρόνου, τὴν μὲν ἑτέραν ἐξ ἡμῶν τε
καὶ τοῦ πυρὸς, τὴν δ᾿ ἑτέραν ἐξ αὐτοῦ λαμβάνει τὸ μέλι.
καὶ δεόντως ἐν χρόνῳ πλείονι γίγνεται τοῦτο τὴν ἐξ αὐτοῦ,
ὅτι καὶ τὸ μεταβάλλον ἀσθενέστερον. ὅπερ οὖν ὑπ᾿ ἐλάττο-
νος αἰτίας ἐν χρόνῳ πλείονι γίγνεται, τοῦθ᾿ ὑπὸ μείζονος
ἐν ἐλάττονι γίγνεσθαι τί θαυμαστόν; ἀλλ᾿ οὐ τό γε γάλα,
καίτοι γλυκὺ πρὸς τὴν γεῦσιν ὑπάρχον, ἐξ αὑτοῦ ποτε γί-
νεται πικρόν. κρατεῖται γὰρ ἐν αὐτῷ τὸ θερμὸν ὑπὸ τοῦ
ψυχροῦ μᾶλλον ἢ κρατεῖ, καὶ διὰ τοῦτο ὀξύνεται κείμενον.
ἐκ τριῶν μὲν γὰρ οὐσιῶν διαφερουσῶν ταῖς ποιότησι σύγ-
κειται, καθότι καὶ πρόσθεν ἔλεγον, πρώτης μὲν τῆς παχείας,
ἐξ ἧς ὁ τυρὸς γίνεται, δευτέρας δὲ τῆς λιπαρᾶς, ἐξ ἧς ὁ
βούτυρος, καὶ τρίτης τῆς ὑδατώδους, ἣν ὀῤῥὸν ἐπονομάζο-
μεν. ἀλλὰ τούτων ἡ μὲν λιπαρὰ μάλιστα εὔκρατος, ἡ δὲ
παχεῖα μικρὸν ταύτης ἀποδέουσα. τὸ δ᾿ ὀῤῥῶδες περίττωμα
ψυχρόν τ᾿ ἐστὶ καὶ ὑγρὸν, ὥστε τὸ μὲν σύμπαν γάλα τοῦ
συμμέτρου τῇ θερμότητι σώματος ἀπολείπεσθαι συχνῷ, καὶ
διὰ τοῦτο εἰς ὀξύτητα μεταβάλλει ἐξ ἑαυτοῦ μᾶλλον ἢ πι-
[11.678]
κρότητα. καὶ εἴπερ οἷόν τε ἦν αὐτοῦ γεύσασθαι πεφθέντος
ἔν τε τῇ γαστρὶ καὶ κατὰ τὰς φλέβας, εὑρίσκοιτο ἂν, οἶ-
μαι, γλυκύτερον μέλιτος. ὃ γὰρ ἔξωθεν ἔχει καὶ παρ᾿ ἑαυτοῦ
τὸ μέλι, τοῦτ᾿ ἐν τῷ πέττεσθαι λαμβάνει τὸ γάλα. καὶ
ὅταν γε θερμὸν ἱκανῶς ὑπάρχῃ τὸ τοῦ ζώου σῶμα, τοσοῦ-
τον ἐπικτᾶται τὸ γάλα τῆς γλυκύτητος, ὅσον ἀπόλλυσι τὸ
μέλι. καὶ τοῦτ᾿ εὐλόγως γίνεται. τῷ μὲν γὰρ ἄκρως γλυκεῖ,
καὶ διὰ τοῦτο μηκέτ᾿ ἐγχωροῦντι προσθήκην γλυκύτητος,
εἰς τὴν ἐφεξῆς ἀνάγκη μεταβάλλειν ποιότητα· τῷ δέ γε ἐνδεεῖ
τὸ τέλεον ἐκ τῆς πέψεως προσγίνεται. ταῦτ᾿ ἄρα καὶ διτ-
τὰς ἀπεπτούμενον ἐν τῇ γαστρὶ τὸ γάλα τὰς ἀλλοιώσεις
ἐπιδέχεται· κατὰ μὲν τὴν ψυχροτέραν κοιλίαν ὀξυνόμενον,
ἐν δὲ τῇ θερμοτέρᾳ κνισῶδές τε καὶ πικρὸν ἀποτελούμε-
νον. οὐ μὴν τό γε μέλι τὴν εἰς ὀξύτητά ποτε μεταβολὴν δέ-
χεται ἐν τῷ πέττεσθαι· θερμότερον γάρ ἐστιν ἢ ὥστε μὴ κρα-
τούμενον ὀξυνθῆναι. δακνώδη μὲν γὰρ ἄμφω τῇ γλώτ-
τῃ, τό τε ὀξὺ καὶ τὸ πικρὸν, οὐ μὴν ὡς ἴδιον γλώττης αἴ-
σθησις τοῦτο κέκτηται. καὶ γὰρ εἰ καὶ κατ᾿ ἄλλης σαρκὸς
ἡστινοσοῦν γυμνῆς τοῦ δέρματος ἐπιβάλλοις αὐτὰ, δάκνει
[11.679]
κἀκείνην, ᾧ δῆλον ὡς τὸ δακνῶδες τῆς ἁφῆς ἴδιον αἰσθη-
τὸν, οὐ γεύσεώς ἐστιν· καὶ μὴν καὶ τοῖς δριμέσιν ὀνομαζο-
μένοις, οἷον πυρέθρῳ τε καὶ σκορόδῳ καὶ κρομμύῳ ὑπάρ-
χει τὸ δάκνειν, οὐ τὴν γλῶτταν μόνον, ἀλλὰ καὶ τὴν ἄλλην
ἅπασαν ἡμῶν σάρκα. καὶ κοινὸν ἄρα τοῦτο τὸ δάκνειν τριῶν
ἐστι χυμῶν, ὀξέος, πικροῦ, δριμέος, ἀλλὰ τοῦ μὲν ὀξέος ὡς
ψυχροῦ τε ἅμα καὶ λεπτομεροῦς, ἐδείχθη γὰρ τοῦτο πρόσθεν,
τοῦ πικροῦ δὲ καὶ δριμέος ὡς θερμῶν.
04.18 ῞Οτι μὲν οὖν ὁ πικρὸς χυμὸς θερμός ἐστιν
ἀρτίως μοι δέδεικται. περὶ δὲ τοῦ δριμέος ἰδίως ὀνομαζο-
μένου τὴν ἀρχὴν οὐδ᾿ ἀποδείξεώς ἐστι χρεία. φθάνει μὲν
γὰρ ἡ ἐκ τῆς αἰσθήσεως ἐνέργεια τὴν ἐκ τοῦ λόγου πίστιν,
ὥστ᾿ οὐδ᾿ ἠμφισβήτησεν οὐδεὶς ὑπὲρ αὐτοῦ, ἀλλὰ καὶ Πλά-
των ὡς περὶ θερμοτάτου πάντων ἀποφαίνεται καὶ ᾿Αριστο-
τέλης καὶ Θεόφραστος καὶ τῶν ἰατρῶν οὐδείς ἐστιν οὔτε
τῶν παλαιῶν οὔτε τῶν νεωτέρων, ὃς ἕτερόν τι γιγνώσκει.
κατὰ γὰρ τὸν τῆς οὐσίας αὐτοῦ λόγον ἐστὶ τὸ θερμαίνειν,
ὥστ᾿ εἰ καὶ τῶν ἰδιωτῶν ὁντιναοῦν ἔροιο, τί καλεῖ δριμὺ
[11.680]
βρῶμα, φαίη ἂν, οἶμαι, τὸ θερμαῖνον ἰσχυρῶς ἐν τῷ γεύεσθαι,
καθάπερ τὸ πέπερι καὶ τὸ πύρεθρον καὶ τὸ κάρδαμον καὶ
τὰ σκόροδα καὶ τὰ κρόμμυα καὶ πάνθ᾿ ὅσα τοιαῦτα. καί
μοι δοκεῖ μόνον τοῦτο τὸ γένος τῶν χυμῶν ἰδίας ἀπορῆ-
σαν προσηγορίας τῇ κοινῇ συγχρήσασθαι καθ᾿ ὑπεροχήν. ὄν-
τος γὰρ καὶ τοῦ πικροῦ χυμοῦ καὶ τοῦ ὀξέος δριμέων ἀμ-
φοῖν, ἐν ᾧπερ ἂν σώματι σφοδρὰν εὑρίσκομεν τὴν δρι-
μύτητα, κᾂν μήτε πικρὸν ᾖ κᾂν μήτε ὀξὺ, δριμὺ προσαγο-
ρεύειν εἰθίσμεθα, καίτοι πολλῶν ὄντων κατ᾿ εἶδος τῶν τοιού-
των σωμάτων. τὰ μὲν γὰρ αὐτῶν ἐστιν ἐδώδιμα, τὰ δ᾿ οὔ.
τὰ μὲν οὖν ἐδώδιμα γλυκεῖαν ἐξ ἀνάγκης ἔχει τινὰ μεμιγ-
μένην ἀμυδρὰν ποιότητα. καὶ διὰ τοῦτο πολλοῖς ἐξ αὐτῶν
ὡς ὄψῳ χρώμεθα, πολλοῖς δ᾿ ὡς ἡδύσματι μόνῳ. ὡς σιτίοις
μὲν γὰρ αὐτῶν οὐδενὶ, διὰ τὸ σφοδρὸν τῆς δυνάμεως. τῶν
δ᾿ οὐκ ἐσθιομένων τὰ μέν ἐστι θανάσιμα, τὰ δ᾿ ἁπλῶς
φάρμακα, πάντα δ᾿ οὖν ἐπιτιθέμενα κατὰ τοῦ δέρματος
ἡμῶν ἕλκος ἐργάζεται ῥᾳδίως. ἐμφαίνει δὲ καὶ τούτων ἔνια
[11.681]
πικρὰν ποιότητα, ὥσπερ τῶν ἐδωδίμων οὐκ ὀλίγα γλυκεῖαν,
οὐ μὴν ὀνομάζεταί γε πικρὰ, διότι βραχεῖα μὲν αὕτη καὶ ἀσθε-
νής ἐστιν ἐν αὐτοῖς, ἰσχυρὰ δὲ ἡ τῆς δριμύτητος. ἐνίων δ᾿
οὐδὲ γεύσασθαι τολμῶμεν, οἷον ἤτοι θαψίας, ἢ κανθαρίδων,
ἤ τινος ἑτέρου τῶν κατὰ διάβρωσιν ἢ σῆψιν ἀναιρούντων·
ἀλλ᾿ ἔστι καὶ τούτων εἰκάσαι δριμεῖαν εἶναι τὴν γεῦσιν ἐξ
ὧν ἐργάζεται περὶ τὸ σύμπαν σῶμα. πολλὰ δὲ καὶ ταῖς
ὀσμαῖς εὐθύς ἐστιν ἀλλόκοτα καὶ σαφῶς ἐνδεικνύμενα τὴν
πρὸς ἄνθρωπον ἐναντιότητα, καθάπερ αὐτά γε ταῦτα τὰ
προειρημένα, καὶ ὁ τοῦ κωνείου καὶ ὁ τοῦ μήκωνος, ἔτι τε
μανδραγόρου καὶ ὑοσκυάμου χυλός. καὶ γὰρ δὴ νῦν ἐθεασά-
μεθα ἔναγχος βοτάνης χυλὸν, ὃν ἑκατόνταρχός τις ἐκ τῆς πρὸς
Αἴγυπτον βαρβάρου χώρας ἐκόμισεν. οὕτως δ᾿ ἦν βαρὺς καὶ
ἀηδὴς τὴν ὀσμὴν ὡς μηδὲ γεύεσθαι τολμᾷν, ἀλλ᾿ εἰκάζειν
θανάσιμον ὑπάρχειν· ἐχρῆτο δ᾿ αὐτῷ πρὸς τὰς ἀρθριτικὰς
ὀδύνας ἀκμαζούσας, καὶ σαφῶς ἐδόκει καὶ αὐτοῖς τοῖς κά-
μνουσιν ψυκτικὴν ἔχειν τὴν δύναμιν. ἔστι δ᾿ ὑπόξαν-
θος μὲν τὴν χρόαν, οὕτως δὲ βαρὺς κατὰ τὴν ὀσμὴν ὡς
[11.682]
τοῦ κωνείου, πλὴν ὅσα βραχείας ἀρωματιζούσης τινὸς εὐω-
δίας προσβάλλει. τὸ δὲ ὄνομα τῆς βοτάνης ἐξ ἧς ὁ χυλὸς
γίγνεται λυκοπέρσιον ἔφασκεν εἶναι. ἀλλὰ περὶ μὲν τῶν
δηλητηρίων φαρμάκων αὖθις εἰρήσεται. τοὺς δὲ δριμεῖς
ἅπαντας χυμοὺς, περὶ τούτων γὰρ ἦν ὁ λόγος, ἄκρως θερ-
μοὺς χρὴ γινώσκειν ὄντας. ἐφεξῆς δ᾿ αὐτῶν τοὺς πικροὺς,
εἶτα τούτων ἑξῆς τοὺς γλυκεῖς. ἐν ἅπασι δ᾿ αὐτοῖς ἱκανοῦ
τοῦ πλάτοις ὑπάρχοντος, ὁ μὲν μᾶλλον δριμὺς καὶ πικρὸς
καὶ γλυκὺς μᾶλλον δηλονότι καὶ θερμός ἐστιν, ὁ δ᾿ ἧττον
εἰς τοσοῦτον ἀπολείπεται θερμότητος, εἰς ὅσον καὶ τῆς
ἀκριβοῦς κατὰ τὴν γεῦσιν ποιότητος. ὅρος δὲ τοῦ μὲν πι-
κροῦ χυμοῦ τὸ ῥύπτειν ἐστὶν, τοῦ δὲ δριμέος τὸ καίειν, τοῦ
δὲ γλυκέος τὸ τρέφειν, ὅταν γε τελέως ἔχωσι κατὰ τὴν
ἑαυτῶν ἕκαστον φύσιν, τουτέστιν ὅταν ὡς οἷόν τε μάλι-
στα ὑπάρχωσιν ἑτέραις ποιότησιν ἄμικτοι, οἷον ὁ πικρὸς
ἔστι μὲν πάντως θερμὸς, ἀλλ᾿ ὁ μὲν ἄρτι γενόμενος ἐκ τῆς
τοῦ γλυκέος μεταβολῆς ἧττόν τε πικρός ἐστι καὶ ἧττον
θερμὸς, ὁ δὲ ἐπὶ πλεῖστον ἐξηλλαγμένος ἐσχάτως τε πι-
[11.683]
κρός ἐστι καὶ ἤδη πλησίον ἥκει τοῦ δριμέος, ὡς μὴ ῥύ-
πτειν ἔτι μόνον, ἀλλὰ καὶ διαβιβρώσκειν καὶ δάκνειν, οἷον
ἀριστολοχία μὲν καὶ ἴρις καὶ πάναξ αὐτὸ τοῦτο μόνον,
ἀποῤῥύπτουσί τε καὶ καθαροποιοῦσι τὰ ἕλκη. ἀγρία δὲ στα-
φὶς οὐδὲν μὲν ἧττον τούτων δριμεῖά ἐστιν, εἰ μὴ ἄρα καὶ
μᾶλλόν ἐστι πικρά· δριμεῖα γὰρ ἤδη καὶ μάλα καὶ θερμὴ
σφοδρῶς, ὅθεν οὐδὲ τὸν ῥύπον ἀφαιρεῖ τῶν ἑλκῶν μόνον,
ἀλλὰ καὶ αὐτὴν κατατήκειν πέφυκε τὴν σάρκα. τοιοῦτο δέ
τι καὶ τοῦ σώματος εἴσω λαμβανόμενοι πεφύκασι δρᾷν οἱ
πικροὶ χυμοὶ πάντες, οἷόν τι καὶ κατὰ τὰ ἕλκη· ῥύπτουσί
τε γὰρ καὶ διακαθαίρουσιν αὐτὰ καὶ τὴν ἐν ταῖς φλεψὶ τῶν
χυμῶν παχύτητα τέμνουσιν, ὅθεν ἐπιμήνιά τε κινοῦσι καὶ
ταῖς ἐκ θώρακός τε καὶ πνεύμονος ἀναγωγαῖς τοῦ πύου
συναίρονται, καὶ ὅλως, εἴτε παχὺ φλέγμα περιεχόμενον ἐν
αὐτοῖς εἴτε πῦον εἴτ᾿ ἄλλο τοιοῦτο εἴη, διακαθαίρουσιν,
ἐπιληψίαις τε κατὰ τοῦτο βοηθοῦσιν, ὅσοι γε μὴ δηλητήριοι
τὴν φύσιν ὑπάρχουσιν. ἐκεῖνοι γὰρ ὅλῳ τῷ γένει παρὰ φύσιν
εἰσίν. οὕτω δὲ καὶ τοὺς πτύοντας αἷμα βλάπτειν πεφύκα-
[11.684]
σιν. τῶν στυφόντων γὰρ ἐκεῖνοι καὶ γλίσχρων, οὐ τῶν τε-
μνόντων καὶ διαιρούντων δέονται. ταυτὶ μὲν οὖν ἤδη πως
ἅπτεται τῆς θεραπευτικῆς μεθόδου.
04.19 Περὶ δὲ τῶν πικρῶν χυμῶν τῆς δυνά-
μεως ἀφορισάμενοι καὶ τμητικοὺς αὐτοὺς εἰπόντες εἶναι
καὶ λεπτυντικοὺς καὶ ῥυπτικοὺς, καὶ δηλονότι θερμοὺς εἰς το-
σοῦτον ὡς μήπω καίειν, ἐπὶ τοὺς δριμεῖς αὖθις ἴωμεν τῷ
λόγῳ. καὶ πρῶτον μὲν θερμοὺς ἀκριβῶς αὐτοὺς εἴπωμεν, εἶτα
διαβρωτικούς τε καὶ καυστικοὺς καὶ ἐσχαρωτικοὺς καὶ συν-
τηκτικούς· ἐπὶ μὲν τοῦ δέρματος ἐπιτιθεμένους ἅπαντας
τοὺς τοιούτους εἶναι, εἴσω δὲ τοῦ σώματος λαμβανομένους,
ὅσοι μὲν ὅλαις ταῖς οὐσίαις ἐναντιώτατα διάκεινται πρός
τινα ζῶα, σηπτικούς τε πάντας εἶναι καὶ δηλητηρίους ἐκεί-
νων τῶν ζώων. ὅσοι δὲ κατὰ τὴν ἀμετρίαν τῆς θερμό-
τητος μόνον, εἰ μὲν παχυμερεῖς καὶ γεώδεις εἶεν, ἑλκωτικοὺς
τῶν ἐντὸς, εἰ δὲ λεπτομερεῖς, διουρητικούς τε καὶ ἱδρωτι-
κοὺς, καὶ ἁπλῶς εἰπεῖν τμητικούς τε καὶ διαφορητικούς. συν-
αίρονται δέ τινες αὐτῶν ταῖς τε ἐκ τοῦ θώρακος ἀναπτύ-
[11.685]
σεσι καὶ ταῖς τῶν καταμηνίων φοραῖς· ἀλλὰ πότε
καὶ πῶς καὶ τίνι μεθόδῳ χρωμένων, οὐ τῆς νῦν ἐνεστώσης
πραγματείας διελθεῖν. ὑπὲρ ἁπάντων γὰρ τῶν τοιούτων ἐν
τῇ θεραπευτικῇ μεθόδῳ λεχθήσεται, ὥστε καὶ περὶ τῶν δρι-
μέων χυμῶν τῆς φύσεως ἤδη παύσομαι τὰ πλείω γράφων.
ἀρκεῖ δὲ μόνον ἔτι διορισμοὺς ἀκριβεστέρους αὐτοῖς προσθεῖ-
ναι, καθ᾿ οὓς διαφέρουσι τῶν πικρῶν. οὐ μόνον γὰρ ἰσχυ-
ρᾷ θερμότητι διαλλάττειν αὐτῶν πεφύκασιν, ἀλλὰ καὶ τῷ
τοὺς πικροὺς μὲν ἅπαντας ὑπάρχειν οὐ θερμοὺς μόνον, ἀλλὰ
καὶ ξηροὺς τὴν δύναμιν, ὡς ἄν τις μάλιστα σαφῶς εἰκάσειε,
τέφρᾳ παραπλησίως, ἐν δὲ τοῖς δριμέσιν, ὅσοι γε οὐκ εἰσὶ
πικροὶ, πολλὴν ἐνίοτε μεμίχθαι τὴν ὑγρότητα, καὶ διὰ τοῦ-
τό γ᾿ ἐσθίειν ἡμᾶς οὐκ ὀλίγα τῶν τοιούτων σωμάτων. ὅτι
δ᾿ οὐδὲ θερμὸς μόνον, ἀλλὰ καὶ ξηρός ἐστι τὴν κρᾶσιν
ὁ πικρὸς ἅπας χυμὸς, ἥ τε διωρισμένη πεῖρα πρώτως καὶ
μάλιστα διδάσκει, περὶ ἧς ἔμπροσθεν εἴρηταί μοι πολλάκις,
ἔτι τε πρὸς τῇ πείρᾳ τῷ λόγῳ σκοπουμένοις ὡσαύτως συμ-
βαίνει. θερμαινομένων γοῦν ἐπὶ πλέον τῶν γλυκέων, εἴθ᾿
[11.686]
ὑπὸ πυρὸς εἴθ᾿ ὑπὸ τῆς ἐμφύτου θερμότητος, ἡ τῶν πικρῶν
σωμάτων ἐδείκνυτο γένεσις. εὐθὺς δὲ ταῦτα καὶ τῇ συστάσει
μὲν ξηρότερα φαίνεται, καὶ τῷ δαπανᾶσθαι δ᾿ ἀεὶ καὶ ἀποῤῥεῖν
αὐτῶν τὸ ὑγρὸν, ἐξατμιζόμενον ὑπὸ τῆς θερμότητος ἀναγ-
καῖόν ἐστι τὸ καταλειπόμενον ἀποδείκνυσθαι γεωδέστερόν τε
καὶ ξηρότερον. αὐτὸ μὲν γὰρ τὸ γλυκὺ πρὸς τῷ θερμὸν
ὑπάρχειν ἢ μᾶλλον ἢ ἧττον, ἐξ ἀνάγκης δήπου καὶ ὑγρὸν
ἢ μᾶλλον ἢ ἧττόν ἐστιν. εἰ δέ γε τῇ τοῦ σώματος ἡμῶν
φύσει μάλιστα οἰκεῖον ὑπάρχει, αὕτη δ᾿ ἦν εὔκρατος, ὑγρὰ
καὶ θερμὴ, τὸ δ᾿ οἷον ὑπεροπτηθέντος τούτου γιγνόμενον
ὅμοιον τιτάνῳ καὶ τέφρᾳ, ξηρὸν καὶ θερμὸν ἐξ ἀνάγ-
κης ἀποτελεῖται. καὶ μέντοι καὶ δι᾿ αὐτὸ τοῦτο ῥύπτειν
τε πέφυκε καὶ καταθραύειν καὶ τέμνειν τοὺς χλίσχρους καὶ
παχεῖς χυμοὺς, ὥσπερ ἡ τέφρα καὶ τὸ νίτρον. οὐδὲ γὰρ
ἀερώδης αὐτῶν ἐστιν οὐδὲ λεπτομερὴς, ἀλλὰ οὐδὲ ὑδατώδης
ἡ σύστασις, ἀλλ᾿ ὥσπερ καὶ μικρῷ πρόσθεν εἴρηται, γεωδε-
στέρα, κατειργασμένη ἀκριβῶς ὑπὸ τοῦ θερμοῦ καὶ οἷον
ὑπερωπτημένης αὐτῶν τῆς οὐσίας. ὡς μὲν οὖν τοῖς στύ-
[11.687]
φουσι παραβαλεῖν, εἴη ἂν οὐκ ὀλίγῳ τινὶ λεπτομερέστερα
τὰ πικρὰ τῶν φαρμάκων, ὡς δὲ τοῖς δριμέσι, παχυμερέστερα
καὶ διὰ τοῦτ᾿ οὔτε διεξέρχεται ῥᾳδίως τῶν γλίσχρων τε καὶ
παχέων χυμῶν, ὥσπερ ὅσα λεπτομερέστερα ταῖς οὐσίαις ἐστὶν,
οὔτ᾿ ἀδυνατεῖ τέμνειν ὁμοίως τοῖς παχυμερέσιν. ἐν δὲ τῷ
μέσῳ χρὴ τετάχθαι τὸ μέλλον τέμνειν ἑκατέρας τῶν ὑπερ-
βολῶν, ἵνα μήθ᾿ ἑτοίμως ὡς αὐτὴ ἡ φλὸξ διεξέρχηται μήτ᾿
ἐν τῷ μέλλειν καὶ βραδύνειν ἀδυνατῇ διαιρεῖν. ἀλλὰ περὶ
μὲν τούτων κᾀν τῷ μετὰ ταῦτα λόγῳ ῥηθήσεται τῷ πέμπ-
τῳ. νυνὶ δ᾿ ἀρκεῖ γινώσκειν τό γε τοσοῦτον, ὡς ἡ πικρὰ
ποιότης ἅπασα θερμαῖς τε ἅμα καὶ ξηραῖς οὐσίαις σημβέ-
βηκε, καὶ πρὸς τούτοις γ᾿ ἔτι λεπτομερέσι καὶ γεώδεσιν.
ἀκούειν δ᾿ ὅλου χρὴ τοῦ λεγομένου συνάπτοντας εἰς ταὐτὸ
καὶ μὴ κατὰ μόνας ἑκάτερον ἀναγινώσκοντας. καὶ γὰρ ἂν
μάχεσθαι δόξειεν οὕτω γε τῷ γεώδει τὸ λεπτομερὲς, ἀλλ᾿
οὐχ ἁπλῶς λεπτομερὲς, ἀλλ᾿ ὡς ἐν γεώδει συστάσει τοιοῦτο
εἶναί φημι τὸ πικρὸν, οἷον τίτανος καὶ τέφρα καὶ πᾶν ὅ τι
περ ἂν ἀκριβῶς κατοπτηθῇ, καὶ γένηται σποδιὰ, μᾶλλον δ᾿
ἂν ἴσως ἀληθέστερον εἰκάζοιτο λιγνύϊ τινὶ καὶ αἰθάλῃ
[11.688]
φλογὸς, ἣ καὶ γευομένοις πικρὰ φαίνεται. παχυμερὲς μὲν
οὖν σῶμα γεῶδες ὅ τε σίδηρός ἐστιν καὶ ὁ λίθος, αἰθάλη δὲ
καὶ τέφρα λεπτομερές. ὁ μέντοι διάπυρος εἴτ᾿ οὖν λίθος
ἢ σίδηρος παχυμερέστερός ἐστι τιτάνου καὶ τέφρας, καὶ πολὺ
μᾶλλον αἰθάλης, καὶ πρὸς τούτοις γε θερμότερος. ἀλλὰ δια-
πύρῳ μὲν σιδήρῳ καὶ λίθῳ τὰ πατὰ διάβρωσιν ἀναιροῦντα
φάρμακα προσέοικεν ὑπὸ τῆς ἐν αὐτῷ σώματι θερμασίας,
εἰς τοῦτ᾿ ἀγόμενα δηλονότι, καθάπερ ἥ τε χαλκῖτις
καὶ τὸ μίσυ καὶ τὸ σῶρυ, καὶ πρὸς τούτοις ἀρσενικὸν, ὑδράρ-
γυρος, λιθάργυρος καὶ ἕτερα μυρία. παχυμερῆ μὲν γάρ ἐστιν
τὰ τοιαῦτα πάντα καὶ δυνάμει θερμὰ, καὶ διὰ τοῦτ᾿ ἐκπυ-
ρούμενα τῷ χρόνῳ κατὰ τὴν ἐν τῷ ζώῳ μεταβολὴν ὁμοίως
διαπύροις λίθοις ἢ σιδήροις ἑλκοῖ καὶ καίει τὰ κατὰ τὴν
γαστέρα, μηδ᾿ ἀναδοθῆναι δυνάμενα διὰ τὸ βάρος. τούτων
δ᾿ ἔτι λεπτομερέστερα, καί τοι γεώδη ταῖς συστάσεσιν ὑπάρ-
χοντα, τίτανός τε καὶ κανθαρὶς καὶ ὁ θαλάττιος λαγωός·
ὧν τινὰ μὲν ἄχρι τῶν καθ᾿ ἧπαρ ἀνέρχεται χωρίων, ἔνια
δὲ καὶ μέχρι κύστεως καὶ θώρακος, ἐν τῷ τοσούτῳ διαστή-
[11.689]
ματι τῆς φορᾶς τὸ πυρῶδες προσκτώμενα, ἀριστολοχία δὲ
καὶ ἴρις ἔτι καὶ τούτων αὐτῶν λεπτομερέστερά ἐστιν· καὶ
γὰρ καὶ ὑγρᾶς οὐσίας μᾶλλον τούτων μετέχει καὶ ἀερώδους,
δῆλον δ᾿ ἐκ τοῦ μήθ᾿ οὕτως εἶναι ξηρὰ καὶ κραῦρα μήθ᾿
οὕτως βαρέα καὶ διὰ τοῦτ᾿ ἐξέφυγε τὸ γένος τῶν δηλητη-
ρίων. καὶ μὲν δὴ καὶ ἡ κανθαρὶς ὀλίγη ποτὲ ληφθεῖσα καὶ
οἷς προσῆκε μιχθεῖσα πρὸς τῷ μηδὲν ἀδικεῖν τὴν κύστιν
ἔτι καὶ διακαθαίρει νεφροὺς, καὶ τά γε δραστικώτερα τῶν
οὐρητικῶν φαρμάκων ἔχει τι καὶ κανθαρίδος. ἀλλὰ περὶ μὲν
τῶν τοιούτων ἕτερος λόγος.
04.20 ῾Ο δὲ πικρὸς χυμὸς ὅτι τοῖς ξηροῖς τῇ κρά-
σει σώμασι συνυπάρχει κᾀκ τοῦ δυσσηπτότατα πάντων εἶ-
ναι τὰ πικρὰ καὶ ἥκιστα σκώληκάς τε καὶ ἄλλ᾿ ἄττα ζῶα
γεννᾷν, οἷα δὴ πέφυκεν ἐν ῥίζαις καὶ βοτάναις καὶ καρποῖς
σηπομένοις ἐγγίγνεσθαι πάρεστι συλλογίσασθαι. μάλιστα
γὰρ ὁρῶμεν ἐν τοῖς ὑγροῖς σώμασι καὶ σκώληκας καὶ σηπε-
δόνας ἐγγιγνομένας. τὰ δ᾿ ἀκριβῶς πικρὰ, καλῶ δ᾿ οὕτως
ὅσα μηδεμιᾶς ἑτέρας ποιότητος αἰσθητῆς μετέσχηκεν, ἅπασι
[11.690]
σχεδὸν τοῖς ζώοις, οὐκ ἀνθρώποις μόνοις, ἐστὶν ἄβρωτα, τῷ
πᾶν μὲν ζῶον ὑγρὸν ἢ μᾶλλον ἢ ἧττον ὑπάρχειν, ξηρὰ δ᾿
εἶναι τὰ πικρὰ, τέφρᾳ καὶ κονίᾳ παραπλήσια. οὔτ᾿ οὖν τέ-
φραν ἢ κονίαν ἢ αἰθάλην ἢ τίτανον ἐσθίει ζῶον οὐδὲν
οὔτε τῶν ἀκριβῶς πικρῶν. ἀψίνθιον μὲν γὰρ οὐ πικρὸν
μόνον, ἀλλὰ καὶ στρυφνόν ἐστιν, ἡ θάλαττα δ᾿ ἁλμυρὰ μᾶλ-
λον ἢ πικρὰ καὶ πλείστου μετέχουσα τοῦ ποτίμου, καθά-
περ καὶ ᾿Αριστοτέλει πάλαι τοῦθ᾿ ἱκανῶς ἐπιδέδεικται. τὸ
δὲ τῆς ἐν Παλαιστίνῃ Συρίᾳ λίμνης ὕδωρ, ἣν ὀνομάζουσιν
οἱ μὲν θάλασσαν νεκρὰν, οἱ δὲ λίμνην ἀσφαλτῖτιν, ἔστι μὲν
καὶ γευομένοις οὐχ ἁλυκὸν μόνον, ἀλλὰ καὶ πικρόν. ἔχει
δὲ καὶ τοὺς ἐξ ἑαυτοῦ γεννωμένους ἅλας ὑποπίκρους ὁ-
μοίως καὶ κατὰ τὴν ὄψιν εὐθὺς ἅμα πάσης θαλάσσης λευ-
κότερόν τε καὶ παχύτερον φαίνεται, ἅλμῃ κατακορεῖ προσ-
εοικὸς, εἰς ἣν οὐδ᾿ ἂν ἐμβάλῃς ἅλας, ἔτι τακήσονται, πλεῖ-
στον γὰρ τούτων μετέχει. καὶ εἴ τις εἰς αὐτὴν καταδὺς ἀνα-
κύψειεν, ἄχνην ἁλῶν ἂν εὐθέως κύκλῳ περὶ πᾶν ἴσχει τὸ
σῶμα, καὶ διὰ τοῦτό τε βαρύτερόν ἐστι τῆς ἄλλης θαλάττης
[11.691]
τὸ ὕδωρ ἐκεῖνο τοσοῦτον ὅσον ἡ θάλαττα τῶν ποταμῶν,
ὥστ᾿ οὐδ᾿ εἰ βούλοιο κατὰ τοῦ βάθους καθεὶς ἑαυτὸν φέ-
ρεσθαι κάτω, δυνηθείης ἄν· οὕτως ἐξαίρει τε καὶ κουφίζει
τὸ ὕδωρ, οὐχ ὡς φύσει κοῦφον ὑπάρχον, ὅπερ ἤδη τις εἶπε
τῶν παλαιῶν σοφιστῶν, ἀλλ᾿ ὡς ᾿Αριστοτέλης ἔλεγε, διὰ βα-
ρύτητα δίκην πηλοῦ βαστάζον τὰ κουφότερα. καὶ κατὰ
τοῦτό γέ τοι καὶ εἰ συνδήσας ἀνθρώπου τὼ χεῖρε καὶ τὼ
πόδε μεθείης εἰς τὸ τῆς λίμνης ἐκείνης ὕδωρ, οὐκ οἰχήσε-
ται κάτω. καὶ μὲν δὴ καὶ ὡς ἐν τῇ θαλάττῃ πλείονα φορ-
τία τῶν ἐν ταῖς λίμναις τε καὶ ποταμοῖς βαστάζει τὰ πλοῖα
μὴ βυθιζόμενα, κατὰ τὸν αὐτὸν τρόπον ἐν τῇ νεκρᾷ λίμνῃ
πολλαπλάσια τῶν ἐν τῇ θαλάττῃ. τοσούτῳ γάρ ἐστιν τὸ
κατ᾿ αὐτὴν ὕδωρ τοῦ θαλαττίου βαρύτερον ὅσον τὸ θα-
λάττιον τοῦ λιμναίου τε καὶ ποταμίου. πρόσεστι γὰρ ἡ
τῶν ἁλῶν οὐσία, γεώδης τε καὶ βαρεῖα. καί σοι καὶ αὐτῷ
γεννῆσαι θάλατταν ἔξεστιν, ἅλας ὕδατι ποτίμῳ διατήξαντι
καὶ γνῶναι πόσῳ βαρύτερον ἀποτελεῖται τὸ τοιοῦτο ὕδωρ
τοῦ γλυκέος. ἀλλὰ καὶ μέτρον ἤδη τι πεποίηνται τοῦ τὴν
[11.692]
ἅλμην εὔκρατον ὑπάρχειν εἰς τὰς ταριχείας, εἰ φαίνοιτο κατ᾿
αὐτὴν ἐπιπλέον ὠὸν, ὡς ἔτι γε καταφερομένου καὶ μήπω
περὶ τὴν ἐπιφάνειαν τῆς ἅλμης ἐννηχομένου μᾶλλον ὑδα-
τώδης ἐστὶ καὶ γλυκεῖα. δεινῶς δ᾿ ἁλμυρὰ γίνεται τοσού-
των ἐμβληθέντων ἁλῶν, ὡς μηκέτ᾿ ἐγχωρεῖν ἐπιτήκεσθαι
τοὺς ἐπεμβαλλομένους. καὶ τοῦτό σοι στήσαντι τὸ ὕδωρ
ἁπάντων ὑδάτων εὑρεθήσεται βαρύτερον. ὥστ᾿ ἔγωγέ ποτε
μάταιον ἀπέδειξα τοῦ πλουσίου τὴν φιλοτιμίαν, ἐκ τῆς νε-
κρᾶς θαλάττης τοσοῦτο ὕδωρ κομίσαντος εἰς ᾿Ιταλίαν, ὡς
πληρῶσαι δεξαμενήν. ἑτοίμως γὰρ ἐποίησα ταὐτὸ, ἅλας παμ-
πόλλους ἐμβαλὼν ὕδατι ποτίμῳ. μᾶλλον δ᾿ ἂν ἔτι βαρύτε-
ρον ἐργάσαιο τὸ τοιοῦτο ὕδωρ, εἰ τήξας τοὺς ἅλας ὡς πλεί-
στους ὑπὸ κυνὸς ἐπιτολὴν, ἡνίκα μάλιστα θάλπος ἐστὶ σφο-
δρότατον, ἐάσαις ἐξοπτηθῆναι, παραπλησίως τῷ κατὰ τὴν
ἀσφαλτῖτιν λίμνην. οὕτω γὰρ ἔσται καὶ τοῦτο βαρὺ τὸ ὕδωρ
ὡς ἐκεῖνο. καὶ εἰ ἐνδήσειας ἢ ἄνθρωπον ἢ ὁτιοῦν ἄλλο
ἐμβάλλοις ζῶον εἰς αὐτὸ, παραπλησίως τοῖς πλοίοις ἐποχή-
σεται τῷ ὕδατι. καὶ μὲν δὴ καὶ πικρότερον εὐθὺς ἔσται
[11.693]
τὸ τοιοῦτο ὕδωρ, ὡς εἰ καὶ καθεψεῖν ὑπὸ πυρὸς αὐτὸ βου-
ληθείης· ὅ τι γὰρ ἂν ἁλυκὸν ἐπὶ πλέον ἐκθερμήνῃς, ἔσται
σοι πικρόν. οὕτω γοῦν καὶ αὐτὸ τὸ τῆς ἀσφαλτίτιδος λίμ-
νης ὕδωρ ἐν κοίλῳ καὶ θερμῷ χωρίῳ περιεχόμενον ἐξ-
οπτώμενόν θ᾿ ὑπὸ τοῦ ἡλίου γίγνεται πικρόν. διὰ τοῦτό
γέ τοι καὶ τοῦ θέρους μᾶλλον ἢ χειμῶνός ἐστι πικρόν.
καὶ εἰ ἀρυοάμενος αὐτοῦ τι καταθείης ἐν ἀγγείῳ κοίλῳ
καὶ προσηλίῳ χωρίῳ, καθάπερ καὶ ἡμεῖς ἐποιήσαμεν ὥρᾳ
θέρους, αὐτίκα μάλα πικρότερον αὐτοῦ φαίνεταί σοι γεγο-
νός. ἀλλὰ ταῦτα μὲν ἅπαντα τοῖς ὀλίγον ἔμπροσθεν ὑπὲρ
τῆς τοῦ πικροῦ γενέσεως εἰρημένοις ἱκανῶς μαρτυρεῖ. οὗ δ᾿
ἕνεκεν ὁ λόγος ἐπὶ τὴν ἀσφαλτῖτιν ἐξετράπετο λίμνην, οὔπω
μοι πᾶν λέλεκται. φαίνεται γὰρ ἐν ἐκείνῳ τῷ ὕδατι μήτε
ζῶον ἐγγιγνόμενόν τι μήτε φυτὸν, ἀλλὰ καὶ τῶν εἰς αὐτὴν
ἐμβαλόντων ποταμῶν ἀμφοτέρων, μεγίστους καὶ πλείστους
ἐχόντων ἰχθύας, καὶ μάλιστα τοῦ πλησίον ᾿Ιεριχοῦντος, ὃν
᾿Ιορδάνην ὀνομάζουσιν, οὐδ᾿ εἷς τῶν ἰχθύων ὑπερβαίνει τὰ
στόματα τῶν ποταμῶν. κἂν εἰ συλλαβὼν δέ τις αὐτοὺς
ἐμβάλοι τῇ λίμνῃ, διαφθειρομένους ὄψεται ταχέως· οὕτως τ᾿
[11.694]
ἀκριβῶς πικρὸν ἅπασίν ἐστι καὶ ζώοις καὶ φυτοῖς πολέμιον,
αὐχμῶδές τε καὶ ξηρὸν καὶ τὴν φύσιν οἷόν περ αἴθαλος ὑπὸ
τῆς κατοπτήσεως γεγενημένον. καίτοι γε οὐδὲ τὸ τῆς λί-
μνης ἐκείνης ὕδωρ ἀκριβῶς ἐστι πικρὸν, ὅτι μηδ᾿ οἱ ἅλες
αὐτοὶ, προσαγορεύουσι δ᾿ αὐτοὺς Σοδομηνοὺς ἀπὸ τῶν περιε-
χόντων τὴν λίμνην ὀρῶν ἃ καλεῖται Σόδομα, καὶ χρῶνται
πολλοὶ τῶν περιοίκων εἰς ὅσα περ ἡμεῖς τοῖς ἄλλοις ἁλσί.
δύναμις δ᾿ αὐτῶν οὐ ξηραντικὴ μόνον ἐπὶ μᾶλλόν ἐστι τῶν
ἄλλων ἁλῶν, ἀλλὰ καὶ λεπτυντικὴ, διότι μᾶλλον τῶν ἄλλων
ἐξώπτηνται. πᾶσι μὲν γὰρ τοῖς ἁλσὶν ὑπάρχει τι καὶ
στυπτικὸν ἀμυδρὸν, ᾧ δὴ καὶ σφίγγουσι καὶ πιλοῦσι τὰ
ταριχευόμενα τῶν κρεῶν καὶ μάλισθ᾿ ὅταν ὦσι χόνδροι τε
καὶ δύσθραυστοι. τοιοῦτοι δ᾿ εἰσὶν ἀκριβέστατοι μὲν
οἱ πλεῖστοι τῶν ὀρυκτῶν, ἧττον δ᾿ αὐτῶν οἵ τ᾿ ἐκ τῆς
θαλάττης καὶ πολλαχόθι τῆς γῆς ἐξ ὑδάτων ἐλαφρῶν ἀνα-
ξηρανθέντων γεννώμενοι. τρίτοι δ᾿ ἐπὶ τούτοις ὑπάρχουσιν
οἱ ὀρυκτοὶ, ῥύπτειν μᾶλλον ἢ στύφειν τε καὶ συνάγειν πε-
φυκότες. ἐγγὺς δὲ τούτων εἰσὶ κατὰ τὴν δύναμιν οἱ Σοδο-
[11.695]
μηνοὶ χόνδροι μὲν ὄντες ὁμοίως τοῖς θαλαττίοις, ἀλλὰ διὰ
τὴν ἀναμεμιγμένην αὐτοῖς πικρότητα ῥυπτικώτεροί τε καὶ
διαφορητικώτεροι τῶν ἐκ τῆς θαλάττης ὑπάρχοντες. οὕτω
δὲ δὴ καὶ τὸ νίτρον αὐτὸ καὶ ἀφρὸς αὐτοῦ καὶ τὸ συνθέτῳ
προσηγορίᾳ καλούμενον ἀφρόνιτρον ἔτι μᾶλλον τῶν ἄλλων
πέφυκε ῥύπτειν, ὡς ἂν ἥκιστα μὲν στύφοντα, πικρὰ δ᾿ ἀκρι-
βῶς ὑπάρχοντα.
04.21 Πλησίον μὲν γάρ ἐστιν ὁ ἁλυκὸς χυμὸς
τοῦ πικροῦ, καὶ γὰρ γεώδεις ἀμφότεροι καὶ θερμοί. διαφέ-
ρουσι δ᾿ ὅμως οὐκ ἀσαφεῖ διαφορᾷ ἐν τῷ λεπτύνεσθαί τε
καὶ κατειργάσθαι μᾶλλον ὑπὸ θερμότητος ξηρᾶς τὸν πικρόν.
οὕτω δὲ δὴ καὶ αὐτῶν τῶν ἁλῶν ὅσοι σκληρότεροι καὶ πυκνό-
τεροι καὶ γεωδέστεροι, τοιοῦτοι δ᾿ ὑπάρχουσιν ὀλίγου δεῖν
οἱ ὀρυκτοὶ πάντες, ἧττον θερμοί τ᾿ εἰσὶ καὶ λεπτομερεῖς,
ὅσοι δ᾿ εὔθρυπτοι καὶ χαῦνοι, λεπτομερέστεροί τε ἅμα καὶ
θερμότεροι τὴν δύναμίν εἰσι, καί τινες ἐξ αὐτῶν ὑπόπικροι,
μεταξύ πως ὑπάρχοντες ἁλῶν τε τῶν σκληρῶν καὶ ἀφρονί-
τρου. ἔστι μὲν οὖν δὴ καὶ αὐτῶν τῶν ἀφρονίτρων ἔνια σκλη-
ρὰ καὶ παχυμερῆ, καὶ οὐδὲ τήκεται ῥᾳδίως ἐφ᾿ ὕδατος. ἀλλ᾿
[11.696]
οὐ περὶ τῶν μοχθηρῶν ὁ λόγος μοι νῦν, ἀλλ᾿ ὅσα κατὰ τοὔ-
νομα πέφυκεν ἀφρώδη τὴν οὐσίαν, οἷός πέρ ἐστι καὶ αὐ-
τὸς ὁ ἀφρὸς τοῦ νίτρου. λεπτομερέστατος γὰρ οὗτος ἁπάν-
των τῶν εἰρημένων, ὥσπερ γε καὶ τὸ τῆς ᾿Ασίας πέτρας ἄνθος.
ἱκανῶς γὰρ καὶ τοῦτο λεπτομερὲς, ἀλλ᾿ ἧττον θερμὸν ἀφρονί-
τρου. διὸ καὶ τὰς ὑπεραυξανομένας σάρκας ἀλυπότερον
ἀποτήκει, δάκνει δ᾿ αὐτὰς ἤδη τὸ ἄνθος τοῦ νίτρου, δά-
κνει δὲ καὶ τὸ ἀφρόνιτρον, οὐδὲν δὲ ἧττον καὶ τὸ νίτρον
αὐτὸ, καίτοι γε ἧττον ἐκείνων ὑπάρχον θερμόν. ἀλλ᾿ εἴρη-
ται καὶ πρόσθεν ὡς ἡ παχυμερὴς οὐσία διαβιβρώσκει μᾶλ-
λον, ὅταν γε μετέχῃ δηλονότι θερμότητός τινος. οὐδὲν γὰρ
αὐτῆς μόριον ἀλύπως καὶ ταχέως διεξέρχεται, καθάπερ τῆς
λεπτομεροῦς, ἀλλ᾿ ἰσχόμενον καὶ μένον ἀεὶ καὶ βραδῦνον ἐν
χρόνῳ τε πλέονι προσεδρεῦον ἑνὶ τόπῳ τοῦ σώματος ἡμῶν
ἀνιαρὸν εἰκότως γίγνεται, δίκην σκόλοπος ἐμπεπηγότος τῇ
σαρκί.
04.22 ᾿Επεὶ δὲ περὶ τῶν χυμῶν ἁπάντων εἴρηται
τὰ εἰκότα, λείποιτ᾿ ἂν ἔτι καὶ περὶ τῶν ἀτμῶν εἰπεῖν. ἐπὶ
[11.697]
τούτῳ γὰρ τῷ γένει τῶν αἰσθητικῶν τὴν τῆς ὀσμῆς αἴ-
σθησιν ἡ φύσις ἐδημιούργησεν. οἱ μὲν δὴ πλεῖστοι τοῖς
χυμοῖς αὐτοῖς ὁμοίως ἡμᾶς διατιθέασιν. τά τε γὰρ ὀξέα
πάντα καὶ πρὸ τούτων ὄξος αὐτὸ τὴν ὄσφρησίν τε καὶ τὴν
γεῦσιν ὡσαύτως κινεῖ, τά τε δριμέα, καθάπερ σκόροδα καὶ
κρόμμυα, καὶ ταῦτ᾿ οὐδὲν ἧττον τῆς γεύσεως ἀνιᾷ τε καὶ
δάκνει τὴν ὄσφρησιν. οὕτω δὲ καὶ καθ᾿ ἕκαστον τῶν ἄλλων
ὁμοία σχεδὸν ἡ τῆς ὀσμῆς αἴσθησίς ἐστι τῇ τῆς γεύσεως,
ὥστε ἐνίων σωμάτων οὐδὲ γευσάμενοί ποτε, καθάπερ τῆς
κόπρου, γιγνώσκομεν τὴν ποιότητα, καὶ κατὰ τοῦτό γε
τὴν ἀρχὴν οὐδ᾿ ἐπιχειροῦμεν γεύεσθαι, τῷ πάνυ σφόδρα
πιστεύειν τῇ ὀσφρήσει. καὶ μέντοι καὶ τῶν εὐωδῶν ἐδε-
σμάτων ὅσα διασαπέντα κατὰ τὴν ὀσμὴν ἡμᾶς ἀνιᾷ, καὶ
ταῦτ᾿ εὐθέως ἀποῤῥιπτοῦμεν, οὐδ᾿ ἐπιχειροῦντες γεύεσθαι, καὶ
σχεδὸν ἐπὶ πάντων ὁμολογοῦσιν ἀλλήλαις ὄσφρησίς τε καὶ
γεῦσις. ἐπὶ μέντοι τῶν ἡδίστων, οἷά περ καὶ τὰ ῥόδα, δια-
φέρουσί τε καὶ πάμπολυ διεστήκασιν. οὐ μόνον γὰρ οὐχ
ἡδέα γευομένοις ἐστὶν, ἀλλὰ καὶ πικρότητος οὐκ ὀλίγον
[11.698]
ἐμφαίνει. καίτοι τόγε πικρὸν οὐδέποτ᾿ ἦν εὐῶδες οὐδ᾿ ὡς
φάρμακον, οὐδ᾿ ὡς τροφὴ ἡμῖν ἡδύ. τίς οὖν ἡ τῆς διαφωνίας
ταύτης αἰτία, διὸ καὶ Θεόφραστος μὲν ἐζήτησεν, ἄμεινον
δ᾿ ἴσως καὶ ἡμᾶς ὅσα γιγνώσκομεν ὑπὲρ αὐτῆς εἰπεῖν. ἡ
τοῦ πικροῦ γένεσις χυμοῦ ἐκ τῶν γλυκέων ὑπὸ θερμότητος
λεπτυνομένων ἐφαίνετο συνίστασθαι καὶ εἶναι δηλονότι
θερμότερά τε καὶ λεπτομερέστερα τῇ κράσει τὰ πικρὰ τῶν
γλυκέων, ἀλλὰ καὶ ἡ τῆς ὀσμῆς αἴσθησις ἔν τε ταῖς κοιλίαις
αὐταῖς γίγνεται τοῦ ἐγκεφάλου, καθότι καὶ δέδεικταί μοι
περὶ τούτων ἑτέρωθι, καὶ οὐσία τῶν ὀσφρητῶν ἀτμώδης
ἐστί. τὰ γὰρ ἀποῤῥέοντα τῶν σωμάτων ἀναμιγνύμενα τῷ
περιέχοντι, κᾄπειτα διὰ τῆς κατὰ τὰς ῥῖνας εἰσπνοῆς εἰς
τὸν ἐγκέφαλον ἐνεχθέντα, κινεῖ τὴν αἴσθησιν. εὐλόγως οὖν
ὅσα μὲν ὀσμώδη πάντα καὶ θερμά· τὸ γὰρ τῶν ἀτμῶν
πλῆθος ἐπὶ θερμότητι· οὐ μὴν εὐθὺς καὶ πᾶν ὀσμῶδες ἡδὺ,
διότι μηδ᾿ οἰκεῖόν ἐστιν ἅπαν τοῦ κατὰ τὰς κοιλίας τοῦ
ἐγκεφάλου πνεύματος. ὥσπερ γὰρ τῶν προσπιπτόντων τῇ
[11.699]
γλώττῃ χυμῶν οἱ μὲν οἰκειότατοι γλυκεῖς ἦσαν, οἱ δ᾿ οὐκ
οἰκεῖοι πολλὰς ἐκέκτηντο διαφορὰς, οὕτω καὶ τῶν ἀτμῶν
οἱ μὲν οἰκεῖοι τῷ κατὰ τὸν ἐγκέφαλον πνεύματι φίλιοί τ᾿
εἰσὶ καὶ ἡδεῖς, οἱ δ᾿ οὐκ οἰκεῖοι διαφέρουσι μὲν ἀλλήλων
οὐκ ὀλίγαις διαφοραῖς, ὀνόματα δ᾿ αὐταῖς ἁπάσαις οὐ κεῖται
καθάπερ ἐπὶ τῶν χυμῶν. ὀξεῖαν μὲν γάρ τινα καὶ δριμεῖαν
ὀσμὴν ἔχειν τόδε τί φαμεν, αὐστηρὰν δὲ ἢ στρυφνὴν ἢ ἁλυ-
κὴν, ἢ πικρὰν οὐκέτι λέγομεν, ἀλλ᾿ εἰς δύο ταύτας ἀνά-
γομεν προσηγορίας τὰ πλεῖστα τῶν ὀσφρητῶν, εὐώδη τε καὶ
δυσώδη προσαγορεύοντες· εὐώδη μὲν ἀνάλογον τοῖς πρὸς
τὴν γλῶτταν γλυκέσι, δυσώδη δὲ τοῖς μὴ γλυκέσιν. ἀνώνυ-
μον γὰρ, ὅσον ἐπί γε τῶν χυμῶν ἐστιν, ἑνὶ προσρήματι τὸ
τούτων γένος. ἔοικε δὲ τῶν οὐκ ὀσμωδῶν σωμάτων ἤτοι
παντελῶς ὀλίγον ἀποῤῥεῖν, ἢ τοῖς ὄγκοις ἀσύμμετρον, ὡς
ἐπὶ τῶν ἀκριβῶς ἁλυκῶν καὶ στρυφνῶν. ἀκριβῶς δ᾿ ὅταν εἴπω
τι τοῖον ἢ τοῖον ὑπάρχειν, εἰλικρινὲς καὶ ἄμικτον αὐτὸ, κα-
θόσον οἷόν τε ποιότητος ἑτέρας εἶναι φημί. παχυμερής τε
γὰρ ἀμφοῖν ἡ οὐσία καὶ πρὸς τούτῳ ψυχρὰ τῶν στρυφνῶν,
[11.700]
ὥστ᾿ εἰκὸς καὶ τὸ ἀποῤῥέον αὐτῶν ὀλίγον τε εἶναι καὶ παχὺ
καὶ οἷον γεῶδες τοῖς ὄγκοις, καὶ διὰ τοῦτο μηδ᾿ ἐμπίπτειν
ἐν ταῖς ἀναπνοαῖς εἰς τὸν ἐγκέφαλον.
04.23 ῞Οθεν οὐδ᾿ ἀσφαλὲς ἐξ ὀσμῆς τεκμαίρε-
σθαι περὶ τῆς κράσεως τῶν αἰσθητῶν, ὥσπερ ἐκ τῆς γεύ-
σεως. τὰ μὲν γὰρ ἄοσμα παχυμερῆ ταῖς οὐσίαις, ἀλλ᾿ οὔπω
δῆλον ὅπως ἔχῃ θερμότητος καὶ ψύξεως, τὰ δ᾿ ὀσμώδη
λεπτομερῆ τέ πώς ἐστι καὶ θερμά. τὸ μέντοι ποσὸν τῆς
λεπτομερείας ἢ τῆς θερμότητος οὐκέτ᾿ ἐνδείκνυται. τὸ δὲ
δὴ μέγιστον ἅπασι τοῖς ὀσμώδεσιν εἰς τὸ μηδὲν ἐνδείκνυ-
σθαι σαφὲς ὑπὲρ τῆς κράσεως ἡ ἀνωμαλία τῆς οὐσίας ἐστὶν,
ὑπὲρ ἧς εἴρηταί μοι πολλάκις ἤδη, δεικνύοντι τὰ πλεῖστα
τῶν σωμάτων ἀνομοιομερῆ ταῖς ὑποστάσεσιν ὑπάρχοντα.
λεχθήσεται δὲ καὶ νῦν ἕνεκα σαφηνείας ἕν τι παρά-
δειγμα. τὸ ῥόδον τοίνυν οὐ ταύτῃ μόνον ἀνομοιομερές
ἐστιν, ᾗ τὸ μέν τι περιέχον ἐν αὐτῷ, τὸ δέ τι περιεχόμενόν
ἐστι, περιέχον μὲν τὸ σκληρὸν καὶ γεῶδες, ἐν τούτῳ δὲ πε-
[11.701]
ριεχόμενος ὑγρός τις χυλός. ἀλλ᾿ ὅτι καὶ αὐτοῦ τοῦ χυλοῦ
τρία περιττώματα, καθότι καὶ πρόσθεν ἐδείκνυμεν, ἀναγκαῖον
ὑπάρχειν, ἓν μὲν γεῶδες, οἷόν περ ἐν τοῖς οἴνοις ἡ τρὺξ,
ἕτερον δὲ ἀερῶδες, ἀνάλογον δὲ καὶ τοῦτο τῷ κατὰ τοὺς
οἴνους ἄνθει, τὸ τρίτον ὑδατῶδες, ὅπερ ἐν ἅπασι τὴν ζέσιν
αὐτῶν ἔφαμεν ἐργάζεσθαι καὶ τὴν φθορὰν, ἐπειδὰν μὲν μὴ
κρατηθῇ μηδ᾿ ἀλλοιωθῇ τελέως ἐν τῷ χρόνῳ τῆς ζέσεως.
ἕνεκά γε τοιούτου τοῦ περιττώματος ἔνιοι μὲν ἑψήσαντες
ἀποτίθενται τοὺς χυλοὺς, ἔνιοι δ᾿ ἐν ἡλίῳ σφοδρῷ προξη-
ράναντες. ἕνεκα μὲν γὰρ τοῦ γεώδους τε καὶ ἀερώδους οὐ πάνυ
τι δεδίασι φθαρῆναι τοὺς χυλοὺς, ὁρῶντες αὐτὰ καὶ δια-
κρινόμενα καὶ δύσσηπτα ταῖς οὐσίαις ὑπάρχοντα, διότι καὶ
ξηρὰ ταῖς κράσεσιν. ἀλλὰ περὶ μὲν τούτων ἱκανῶς εἴρηται
πρόσθεν. ἐν δὲ τῇ τοῦ ῥόδου φύσει τὸ μέν ἐστι στρυφνὸν
γευομένοις, ὅπερ ἀναγκαῖον εἶναι γεῶδές τε καὶ παχυμερὲς
καὶ ψυχρὸν, ἕτερον δὲ πικρὸν, ὃ δὴ λεπτομερές τ᾿ ἐστὶ καὶ
θερμὸν, καὶ τρίτον ἐπὶ τούτοις τὸ ὑδατῶδες, ψυχρὸν μὲν ἐξ
ἀνάγκης, ἀλλ᾿ ἐν τῇ κατὰ τὸ λεπτομερές τε καὶ παχυμερὲς
[11.702]
ἀντιθέσει μέσον πως ὑπάρχον τῶν ἄκρων, οὗ τῇ μίξει καὶ τὸ
στρυφνὸν καὶ τὸ πικρὸν οὐκ ἔστιν ἄκρως τοιοῦτον ἑκάτε-
ρον οἷόν περ λέγεται· πάσας γὰρ ἐκλύει τὰς ποιότητας ἡ
τοῦ ὑδατώδους ἐπιμιξία. τοῦτ᾿ οὖν αὐτὸ τὸ ὑδατῶδες ἔοικέ
πως ἤδη τε καὶ κατειργάσθαι καὶ λελεπτύνθαι καὶ τεθερ-
μάνθαι, καὶ διὰ τοῦτο ῥᾳδίως εἰς ἀτμοὺς ἄγεσθαι καὶ ταύ-
τῃ τὸ ῥόδον ὀσμῶδές τε εἶναι καὶ ξηραίνεσθαι τάχιστα. καὶ
ταῦθ᾿ ὑπὲρ αὐτοῦ πάντα διὰ μὲν τῆς γεύσεως ἔνεστι τε-
κμήρασθαι, διὰ δὲ τῆς ὀσμῆς οὐχ οἷόν τε τῷ μήθ᾿ ὁμοίως
ἀτμίζειν ἅπαντ᾿ αὐτοῦ τὰ μόρια μήθ᾿ ὁμοίως κινεῖν τὴν
αἴσθησιν. ἐπὶ δὲ τῆς γεύσεως ἅπανθ᾿ ὁμοίως τὰ μόρια τῶν
γευστῶν σωμάτων προσπίπτει τῇ γλώττῃ καὶ κινεῖ τὴν αἴ-
σθησιν ἕκαστον αὐτῶν κατὰ τὴν ἑαυτοῦ φύσιν, ὥστ᾿ οὐκ
ἀσφαλὲς, ὡς εἴρηται, περὶ τῆς τῶν φαρμάκων δυνάμεως ἁπά-
σης ἐξ ὀσμῆς τεκμαίρεσθαι. ταυτὶ γὰρ μόνα διαγνῶναι δυνα-
τὸν, ὅσα περ εἴρηται νῦν. ἔτι δὲ μᾶλλον οὐδ᾿ ἐκ τῶν χρω-
μάτων ἔνεστι στοχάσασθαί τι περὶ τῆς τῶν φαρμάκων δυνά-
μεως. καθ᾿ ἑκάστην γὰρ χρόαν εὑρίσκεται καὶ θερμὰ καὶ
ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ, καθότι κᾀν τοῖς πρώτοις ὑπο-
[11.703]
μνήμασι τῆσδε τῆς πραγματείας ἀποδέδεικταί μοι. καθ᾿ ἕκα-
στον μέντοι γένος ἢ σπέρματος ἢ ῥίζης ἢ χυλοῦ δυνατόν
ἐστι κᾀκ τῆς χρόας ἔνδειξίν τινα λαβεῖν τῆς κράσεως, οἷον αὐ-
τίκα καὶ κρόμμυον καὶ σκίλλα καὶ οἶνος, εἰς ὅσον ἂν ᾖ λευ-
κάτερα καὶ ἧττόν ἐστι θερμά. τὰ δ᾿ ὑπόξανθά τε καὶ κιῤῥὰ
θερμότερα, καὶ πυροὶ δὲ καὶ κέγχροι καὶ ὦχροι καὶ φάσηλοι
καὶ ἐρέβινθοι καὶ ἡ τῆς ἴρεως ῥίζα καὶ ἡ τοῦ ἀσφοδέλου
καὶ πολλῶν ἄλλων ὅμοιόν τι πεπόνθασιν. ἐν ἑκάστῳ γὰρ
γένει τοὐπίπαν, ὅσα κιῤῥὰ καὶ ξανθὰ καὶ ἐρυθρὰ, θερμό-
τερα τῶν λευκῶν ἐστιν, ὥστ᾿ εἴ τι κᾀντεῦθεν ἐγχωρεῖ περὶ
φαρμάκων δυνάμεως τεκμαίρεσθαι, προσκείσθω τῷ λόγῳ κάλ-
λιστον μὲν, ὡς εἴρηταί τε καὶ λέλεκται πολλάκις, ἐκ τῆς διω-
ρισμένης πείρας ἐξευρίσκειν τὰς δυνάμεις. οὐ γὰρ ἂν σφα-
λείης οὐδὲ ἐν τῇδε, πρὶν μέντοι τῇ πείρᾳ διαγνῶναι τὴν
δύναμιν, ἡ γεῦσις ἐκδείκνυται τὰ πολλὰ, συνεπιμαρτυρούσης,
ὡς εἴρηται, βραχέα καὶ τῆς ὀσμῆς.