[11.704]

γαληνοῦ περὶ κράσεως καὶ δυνάμεως
τῶν ἁπλῶν φαρμάκων
βιβλίον ε’

05.01 Πέμπτον τοῦτον ἐνστησάμενος λόγον ὑπὲρ
τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως, ἀναμνήσω πρῶτον ὧν
ἐν τοῖς ἔμπροσθεν ἀπέδειξα χρησίμων εἰς τὰ παρόντα, ποιη-
σάμενος τὴν ἀρχὴν ἀπὸ τῶν στοιχείων, ὕδατός τε καὶ πυ-
ρὸς, ἀέρος τε καὶ γῆς, ἅπερ ἔνιοι παρονομάζοντες ἀπὸ τῶν
ποιοτήτων ὑγρὸν καὶ ξηρὸν καὶ θερμὸν καὶ ψυχρὸν εἶναι
φασιν. αὗται μὲν οὖν αἱ ποιότητες, ὑγρότης τε καὶ ξηρότης,

[11.705]

θερμότης τε καὶ ψυχρότης εἰσί. τὰ δ᾿ ἀπ᾿ αὐτῶν παρονο-
μαζόμενα σώματα τά τε κοινὰ πάντων ἐστὶ στοιχεῖα καὶ τὰ
κατ᾿ ἐπικράτησίν τινος τούτων, ὑγρὰ καὶ ξηρὰ καὶ ψυχρὰ
καὶ θερμὰ προσαγορευόμενα, καὶ τὰ πρὸς τὸ σύμμετρον
ὁμογενὲς, ἢ ὁμοειδὲς παραβαλλόμενα καὶ τὰ πρὸς ὁτιοῦν τὸ
ἐπιτυχόν. περὶ μὲν δὴ τῆς ἐν τούτοις διαφορᾶς εἴρηται πολ-
λάκις, εἴρηται δ᾿ οὐδὲν ἧττον καὶ ὅπῃ διαφέρει τροφὴ
φαρμάκου, καὶ ὡς ἡ μὲν τροφὴ κρατεῖταί τε καὶ νικᾶται
πρὸς τοῦ τρεφομένου. τὸ φάρμακον δὲ ἔμπαλιν αὐτὸ νικᾷ
καὶ κρατεῖ τοῦ σώματος οὗπερ ἂν ὑπάρχῃ φάρμακον· ἐν
τῷ πρός τι γὰρ ἑκατέρων εἶναι τὴν νόησιν. ἐδείχθη δὲ καὶ
ὡς ἤτοι κατὰ μίαν ἡντιναοῦν ποιότητα τὸ φάρμακον ἀλ-
λοιοῦν πέφυκεν, ἢ θερμαῖνον ἢ ψῦχον ἢ ξηραῖνον ἢ ὑγραῖ-
νον ἢ κατὰ συζυγίαν τινὰ τῶν εἰρημένων, ἢ καθ᾿ ὅλην αὐτοῦ
τὴν οὐσίαν, ὥσπερ τῶν τε δηλητηρίων ἔνια καὶ τῶν ἀλεξη-
τηρίων οὐκ ὀλίγα καὶ τὰ καθαίροντα πάντα καὶ τῶν ἐπι-
σπαστικῶν ὀνομαζομένων πολλά. περὶ δὲ τούτων ἔτι μοι δο-

[11.706]

κῶ προσθήσειν ἐν τοῖς ἑξῆς τὰ λείποντα. τὰ δὲ κατὰ
μίαν ἢ δύο ποιότητας ἐνεργοῦντα περὶ τὸ σύμπαν ἡμῶν σῶ-
μα κατὰ τόδε τὸ γράμμα δίειμι, λαβὼν κᾀνταῦθα πάλιν
ὑπόθεσιν ἀποδεδειγμένην ἐν τοῖς ἔμπροσθεν, ὡς τὰ πλεῖ-
στα τῶν ἁπλῶν φαρμάκων ἀνομοιομερῆ τε καὶ σύνθετα κα-
τά γε τὴν ἀλήθειάν ἐστιν, ὀνομάζεται δὲ ἁπλᾶ τῷ φύσει
τοιαῦτα ὑπάρχειν οἷάπερ ἐστὶν, οὐδὲν ἐξ ἐπιτεχνήσεως ἡμε-
τέρας προσειληφότα. καὶ μὲν δὴ καὶ ὡς τὰ μέν τινα παχυ-
μερῆ καὶ γεώδη ταῖς οὐσίαις ἐστὶν, τὰ δὲ λεπτομερῆ καὶ ἀερώδη,
τὰ δ᾿ οἷον ὑδατώδη τε καὶ μέσα τῶν εἰρημένων, ἐπιδεδειγμένα
καὶ ταῦτ᾿ ἐν τοῖς ἔμπροσθεν λόγοις ὑποθέσεις ἔστωσάν μοι
πρὸς τὰ μέλλοντα λεχθήσεσθαι. τούτων οὖν ὑποκειμένων
ἀρκτέον ἤδη τοῦ λόγου.

05.02 ῾Η χρεία τῶν φαρμάκων τοῖς ἀνθρώποις γί-
γνεται πολλάκις μὲν ὡς αὐτὸ τοῦτο μόνον, ἤτοι θερμαινόν-
των ἢ ψυχόντων ἢ ὑγραινόντων ἢ ξηραινόντων, ἢ κατὰ συ-
ζυγίαν τινὰ τούτων ἐνεργούντων, ἐνίοτε δὲ ὡς ἤδη τὸ πέ-
ρας τοῦ μετρίου κεχαλασμένον, ἐπιτεινόντων τε καὶ συνα-

[11.707]

γόντων, ἢ τὸ συντεταμένον χαλώντων, ἢ ἀραιούντων τὸ πε-
πυκνωμένον ἢ πυκνούντων τὸ μανὸν, ἢ μαλαττόντων τὸ σκλη-
ρὸν ἢ σκληρυνόντων ἀμέτρους μαλακότητας, ἢ κενούντων τὸ
πλῆρες ἢ πληρούντων τὸ κενὸν, ἤ τι τοιοῦτον ἕτερον ἐργα-
ζομένων. ὁ μὲν γὰρ ἐψυγμένος οὐκ ἰατρὸς μόνον, ἀλλὰ καὶ
ἰδιώτης ὁστισοῦν, ὑπ᾿ αὐτῆς τοῦ πράγματος τῆς φύσεως
ἀγόμενος, ἐξευρεῖν ἐπιθυμεῖ θερμαῖνον φάρμακον, οὕτως ὑπὸ
καυσώδους πυρετοῦ διακαιόμενος ἐμψῦχον. οὕτω δὲ καὶ πλα-
δαρὸν ἕλκος ἔχων ἰδιώτης ὁστισοῦν ξηρᾶναι κελεύει τὸν
ἰατρὸν αὐτὸ, καὶ εἰ ξηρὸν εἴη καὶ ἄνικμον, ὑγρᾶναι. καὶ δὴ
καὶ ξηρότητος ἅμα θερμότητι καθ᾿ ὅλον αἰσθανόμενοι τὸ
σῶμα, ὥσπερ καὶ οἵ τε ἐγκαυθέντες καὶ κοπωθέντες λούε-
σθαί τε ποθοῦσι καὶ πίνουσιν ὕδατος ψυχροῦ, καὶ πᾶν ὅ τι
περ ἂν ὑγραίνειν τε ἅμα καὶ ψύχειν ἱκανὸν ᾖ, τοῦτο ἐξευ-
ρίσκειν μηχανῶνται, καὶ πορίζονταί γε πολλάκις ὑπ᾿ αὐτῆς
τῆς φύσεως ἀγόμενοι πολλοὶ τῶν ἰδιωτῶν τὰ τούτων ἰάματα.
φλεγμονῆς μέντοι καὶ σκίῤῥου καὶ οἰδήματος, ἐρυσιπέλατός
τε καὶ σηπεδόνος, ἕρπητός τε καὶ γαγγραίνης, οὐκέτ᾿ οὐδεὶς

[11.708]

αὐτῶν ἐπιχειρεῖ ζητεῖν τὴν ἴασιν ἑαυτῷ, ὡς μείζονος ἤδη
τῶν τοιούτων ἑκάστου ὑπάρχοντος ἢ κατὰ γνώμην ἰδιώτου
καί τινος ἐπιστήμης σεμνοτέρας δεομένου ὀνομάζουσι δὲ τὴν
τοιαύτην ἐπιστήμην ἰατρικὴν καὶ τὸν ἐργαζόμενον αὐτὴν
ἰατρόν. καὶ μέχρι μὲν τοσούτου καὶ αὐτοὶ προΐασιν ὡς
γινώσκειν ὅτι τὸ μὲν κοῖλον ἕλκος δεῖται σαρκώσεος, τὸ δὲ
ῥυπαρὸν καθάρσεως, τὸ δ᾿ ὁμαλὸν ἐπουλώσεως· οὐ μὴν τό
γε σαρκοῦν ἢ καθαῖρον ἢ ἐπουλοῦν φάρμακον ἴσασιν. οὕτω
δὲ κᾂν εἰ μῦν ἢ τένοντα σκληρὸν ἢ τεταμένον ἢ χαλαρὸν
ἔχοιεν, ὅτι τῷ μὲν σκληρῷ χρεία τῶν μαλαττόντων ἐστὶν, τῷ
δὲ τεταμένῳ τῶν χαλώντων, τῷ δὲ χαλαρῷ τῶν συντεινόν-
των, ἀκριβῶς ἴσασιν, οὐ μὴν τό γε μαλάττον ἢ χαλῶν ἢ
συντεῖνον ἐπίστανται φάρμακον, ἀλλ᾿ ἰατροῦ μόνου τὰ τοι-
αῦτα εὑρίσκειν ἔργον. ἄχρι μὲν γὰρ τῶν θερμαινόντων καὶ
ψυχόντων, ὑγραινόντων τε καὶ ξηραινόντων, ἐστὶν εὑρεῖν
ἐνίους τῶν ἰδιωτῶν κοινωνοῦντας τῆς τῶν φαρμάκων εὑρέ-
σεως τοῖς ἰατροῖς, ἐν οἷς δ᾿ εἴρηται νῦν, ἤδη πάντας ἀπεί-
ρως ἔχοντας. ἔστι μὲν οὖν, ὡς καὶ πρόσθεν ἐδείκνυτο, καὶ

[11.709]

αὐτῶν τῶν θερμαινόντων τε καὶ ψυχόντων, ὑγραινόντων τε
καὶ ξηραινόντων ἡ εὕρεσις οὐχ ὡσαύτως ἁπάντων ἑτοίμη. νᾶ-
πυ μὲν γὰρ καὶ πύρεθρον ὅτι θερμαίνει, καὶ ἀνδράχνη
καὶ στρύχνον ὅτι ἐμψύχει, καὶ τὸ μὲν ὕδωρ καὶ τοὔλαιον
ὑγραίνει, τὸ δ᾿ ὄξος καὶ ἡ θάλαττα ξηραίνει, σχεδὸν ἅπα-
σιν οὐχὶ ἰατροῖς μόνον, ἀλλὰ καὶ τοῖς ἰδιώταις ὁμολογεῖται.
τὸ μέντοι ῥόδινον, εἴτε θερμαίνειν εἴτε ψύχειν φατέον, ὡσαύ-
τως δὲ καὶ ὄξος καὶ ἔλαιον, ἕτερά τε πολλὰ τοιαῦτα συ-
χνὴν ἀμφισβήτησιν ἔσχηκεν. ὑπὲρ μὲν δὴ τῶν τοιούτων τῆς
δυνάμεως ἐν τοῖς πρὸ τούτου τέσσαρσιν ὑπομνήμασι διῆλ-
θον· ἐν μὲν τῷ πρώτῳ καὶ δευτέρῳ τὰ τῶν σοφιστῶν
ἐξελέγχων ἐπιχειρήματα καὶ δεικνὺς τὴν ἀληθῆ μέθοδον, ᾗ
χρώμενος ἄν τις εὑρίσκοι τὰς τῶν φαρμάκων δυνάμεις, ἐν
δὲ τῷ τρίτῳ τῶν σοφιστῶν ἀποχωρήσας, ἅπαντα διῆλθον
ἐξ ἀρχῆς τὰ λογικὰ ζητήματα, δι᾿ ὧν ἄν τις μάλιστα διελθὼν
καὶ ὡς ἄν τις εἴποι τεχνωθεὶς ἱκανὸς ἔσται πάντων τῶν
φαρμάκων εὑρίσκειν τὰς δυνάμεις· ἐν δὲ τῷ δ′ περὶ τῶν τῆς

[11.710]

γλώττης ἰδίων αἰσθητῶν ἐποιησάμην τὸν λόγον, ἃ δὴ χυ-
μοὺς ὀνομάζουσιν, ἐπιδεικνύων ὡς ἄν τις ἐντεῦθεν ὁρμώμε-
νος εὑρίσκοι τὰς πρώτας ποιότητάς τε καὶ δυνάμεις. ἡψά-
μην δ᾿ εἰς ὅσον ἡ χρεία προὐκαλεῖτο καὶ τῶν ὀσφρητῶν
ποιοτήτων ἐπὶ τελευτῇ τοῦ βιβλίου, δεικνύων ὁπόσον τι κᾀν-
τεῦθεν ἐγχωρεῖ λαβεῖν εἰς τὴν τῶν πρώτων δυνάμεων εὕρε-
σιν. ἐν δὲ δὴ τῷδε τῷ λόγῳ τῷ ε′ γένος ἄλλο μοι πρό-
κειται δυνάμεων ἐξηγήσασθαι, δευτέρων ὡς ἂν εἴποι τις καὶ
τρίτων ἐπὶ ταῖς πρώταις τε καὶ κοιναῖς ἁπάντων. ἐπειδὴ
γὰρ ἕκαστον τῶν κατὰ μέρος οὐχ ὡσαύτως ἐξ ἐκείνων κέ-
κραται, τὸ μὲν, οἶμαι, χαλαστικὸν αὐτῶν ἐγένετο, τὸ δὲ συν-
τατικὸν ἢ μαλακτικὸν ἢ σκληρυντικὸν ἢ ἀραιωτικὸν ἢ πυ-
κνωτικόν. ἔτι δὲ ἐκ τῶν ἔργων ἃ πέφυκε δρᾷν ἐλέχθη δυ-
νάμεις ἔχειν ἐν αὐτοῖς ἀραιωτικάς τε καὶ πυκνωτικὰς, μαλα-
κτικάς τε καὶ σκληρυντικὰς, ἐμπλαστικάς τε καὶ ῥυπτικὰς,
ἑλκτικάς τε καὶ ἀποκρουστικὰς, ἔτι τε πρὸς τούτοις χαλα-
στικὰς, συντατικὰς, ἀναστομωτικὰς, συνακτικὰς, παχυντικὰς,
λεπτυντικὰς, ἀνωδύνους, ὀδυνηρὰς, πεπτικὰς, ἐκπυητικὰς, δια-

[11.711]

φορητικὰς, ἱδρωτικὰς, καρωτικὰς, ναρκωτικὰς, ὑπνωτικὰς, ἐκ-
στατικὰς, σηπτικὰς, καυστικὰς, διαβρωτικὰς, ἐσχαρωτικὰς, χυ-
τικὰς, πιλητικὰς, κακοχύμους, ἐπικεραστικὰς, καθαρτικὰς,
σταλτικὰς, τραχυνούσας, λειαινούσας, ἐμφρακτικὰς καὶ ἐκ-
φρακτικάς. καὶ ποῤῥωτέρω προϊόντων ἔτι καὶ οἷον κατὰ μέ-
ρος ἐφ᾿ ἑκάστῳ τῶν ἔργων ὀνομαζόντων, οὐρητικὰς, ἐμετικὰς,
ὑπακτικὰς, λαπακτικὰς, ἐῤῥίνους, ἀποφλεγματικὰς, ἐμμήνων
ἀγωγοὺς ἢ ἐπισχετικάς. ὡσαύτως δὲ καὶ γάλακτος καὶ σπέρμα-
τος ἤτοι γεννητικὰς ἢ σβεστικὰς ἢ προκλητικὰς ἢ ἐπισχετι-
κάς. ἔτι δὲ μᾶλλον ὅταν ἡπατικάς τινας ἢ σπληνικὰς ἢ
ὠτικὰς ἢ ὀφθαλμικὰς ἢ ὀδοντικὰς ἢ ἰσχιαδικὰς ἢ νεφριτι-
κὰς ἢ ποδαγρικὰς ἢ ἀρθριτικὰς ἢ πλευριτικὰς ἢ βηχικὰς ἢ
λίθων θρυπτικὰς ὀνομάζουσι δυνάμεις, ἐπὶ τὰς κατὰ μέρος
ἀφικνοῦνται. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἴρηται καὶ σαρ-
κωτική τις ἕλκους εἶναι δύναμις καὶ ἐπουλωτικὴ καὶ κολλη-
τική τε καὶ καθαιρετικὴ καὶ σχεδὸν οὐδ᾿ ἀριθμεῖσθαι δυνα-
τὸν ἁπάσας τὰς κατὰ μέρος δυνάμεις, ἐὰν ἑκάστου τῶν
ἀποτελουμένων ἐπιχειρῶμεν αὐτὰς παρονομάζειν. ἀλλὰ καὶ

[11.712]

κάλλιον οἶμαι καὶ μεθοδικώτερον ἀποχωρήσαντα τοῦ μα-
κροῦ λόγου καὶ ἀτάκτου χρησίμοις εἴδεσιν ἀφορίζεσθαι τὰς
συνθέτους τῶν φαρμάκων δυνάμεις, οὐ διαπυητικὴν λέγον-
τας ἢ παρηγορικὴν ἢ ἀνώδυνον ἢ διαφορητικὴν ἢ χαλαστι-
κὴν ἐν τῷ δι᾿ ἀλεύρου πυρίνου καταπλάσματι δύναμιν
ὑπάρχειν, ἀλλὰ συμμέτρως ὑγρὰν καὶ θερμήν. ἐῤῥέθη γὰρ
ἐν τοῖς πρόσθεν ἐπὶ τίνος σημαινομένου τὴν τοιαύτην ἐπι-
φέρομεν λέξιν. οὕτω δὲ καὶ ἴριν οὐκ οὔρων, οὐκ
ἐμμήνων κινητικὸν ἢ βηχικὸν εἶναι φάρμακον ἢ πλευριτι-
κοῖς ἢ περιπνευμονικοῖς ἢ ἐμπύοις ἁρμόττειν ἢ ἐπιληψίαις
καὶ σπασμοῖς καὶ παλμοῖς καὶ τρόμοις καὶ ῥήγμασι καὶ
σπάσμασιν ἀρήγειν, οὐδὲ σαρκοῦν καὶ καθαίρειν ἕλκη καὶ
κόλπους καὶ πλευρὰς καὶ ἥπατος καὶ σπληνὸς ἀλγήματα
παύειν, οὐδὲ χοιράδας διαφορεῖν ἢ ἐξ ὀστῶν ἄγειν σάρκας.
κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδ᾿ ἐπὶ γονοῤῥοίας ἁρμόττειν
ἢ εἰς ὑστερῶν πυρίας ὠφελίμως μίγνυσθαι, μαλάττουσάν τε
καὶ ἀναστομοῦσαν, οὐ μὴν οὐδ᾿ ὅτι φακοὺς ἢ ἐφήλεις ἀπο-

[11.713]

καθαίρει καὶ κεφαλαλγίαν ἰᾶται χρονίαν ἢ διαφθείρειν ἔμβρυα
καὶ κατασπᾷν πέφυκεν. ἀλλ᾿ ἀρκεῖ θερμὴν εἰς τοσόνδε καὶ
ξηρὰν εἰς τοσόνδε καὶ λεπτομερῆ μέχρι τοσοῦδε τὴν κρᾶσιν
αὐτῆς εἰπόντα τά τε νῦν εἰρημένα πάντα ἐνδεδεῖχθαι καὶ
τούτων ἄλλα πλείω. καθ᾿ ἕτερον δ᾿ αὖ τρόπον ἀρκεῖ περὶ
αὐτῆς εἰπεῖν, ὡς πικρὰ μέν ἐστιν, οὐ μὴν ἐσχάτως, ἀλλ᾿ ὥστε
δοκεῖν ἐπιμεμίχθαι τινὰ γλυκύτητα. ὁ μὲν οὖν πρῶτος τρόπος
τῆς διδασκαλίας ἐμπειρικῶν ἴδιός ἐστιν, ὁ δὲ δεύτερος ἀνδρὶ
λογικῷ προσήκει μάλιστα, καὶ τοῦτον ἡμῖν πρόκειται νῦν
διελθεῖν.

05.03 ῎Εστι δὲ τὰ μὲν ἄλλα σύμπαντα τὰ πρό-
σθεν εἰρημένα διὰ τῶν δ′ ὑπομνημάτων αὐτῆς τῆς περὶ
τῶν φαρμάκων θεωρίας ἴδια, πλὴν εἴ που κατὰ κοινωνίαν ὁ
λόγος ἥψατο μεθόδου θεραπευτικῆς. ὁ δὲ νῦν ἐνεστὼς ἐκεί-
νης μᾶλλον οἰκεῖός ἐστιν, ὥστ᾿ ἐγὼ πολλάκις ἐβουλευσάμην
ὑπερβῆναι τελέως αὐτόν. ἀλλ᾿ ὅτι τε προγυμνάζειν ἔδοξέ
μοι τοὺς μέλλοντας ἀκολουθήσειν τοῖς τῆς θεραπευτικῆς
μεθόδου λογισμοῖς, οἵ τε πλεῖστοι τῶν ἑταίρων καὶ μάλιστα

[11.714]

οἷς χαριζόμενος ἐπὶ τήνδε τὴν πραγματείαν ἧκον, οὕτως
ἠξίωσάν με διαπρᾶξαι, διὰ τοῦτο μεταχειριοῦμαι τὸν λόγον ἐν
τῷδε τῷ γράμματι, τὴν ἀρχὴν ἀπὸ τῶν διαπυϊσκόντων τε
καὶ μαλαττόντων ποιησάμενος. ἐπειδὴ θερμὰ μέν ἐστιν ἀμ-
φότερα καὶ ὑγρὰ, καθ᾿ ἕτερον μὴν ἑκάτερον τρόπον. τὰ μὲν
γὰρ ὡς ὁμοιοτάτην τῷ διαπυϊσκομένῳ σώματι θερμότητα
γεννῶντα πρὸς τῷ μήτ᾿ ἀφαιρεῖν τι τῆς οὔσης ἐν αὐτῷ ὑγρό-
τητος μήτε προστιθέναι, τὰ δ᾿ ὡς καὶ πλέονα τῆς κατὰ
φύσιν ἀνάπτοντα καὶ συνάγοντά τι τῆς ὑγρότητος. ἀλλ᾿ ἡ
μὲν τῶν διαπυϊσκόντων ἔννοια σαφής τε ἅμα καὶ γνώριμος
ὑπάρχει πᾶσιν. εἰς πῦον γάρ ἐστιν ἡ διαπύησις μεταβολή.

05.04 Περὶ δὲ τῶν μαλαττόντων φαρμάκων καὶ
αὐτῆς τῆς διαμαλάξεως οὐκέθ᾿ ἁπλῶς οὕτως εἰπεῖν ἐγχωρεῖ,
διότι μηδὲ περὶ τοῦ σκληροῦ καὶ μαλακοῦ σώματος. εἴ γε
δὴ τὸ μὲν ἁπλῶς σκληρὸν λέγεται καθάπερ ἡ γῆ, τὸ δὲ κατ᾿
ἐπικράτειαν, ὡς ὄνυξ καὶ πλῆκτρον καὶ κέρας, τὸ δὲ πρὸς
τὸ σύμμετρον ὁμογενὲς ἢ ὁμοειδὲς, παραβαλόντα ὡς τόδε τι
ζῶον, οἷον ἐλέφας, ἢ ὅδε τις ἄνθρωπος, οἷον ὁ ᾿Ηρακλῆς, τὸ

[11.715]

δὲ πρὸς ὁτιοῦν παραβαλλόμενον, ὡς ὁ Διογένης πρὸς τὸν ᾿Αρι-
στοτέλη. κατὰ δὲ τὸν αὐτὸν τρόπον λέγεται καὶ τὸ
μαλακὸν ἢ ὡς ἄκρως τοιοῦτον ἢ κατ᾿ ἐπικράτειαν ἢ πρὸς
τὸ σύμμετρον ὁμογενὲς ἢ ὁμοειδὲς ἢ πρὸς ὁτιοῦν τὸ ἐπιτυ-
χόν. ὅτι δὲ καὶ τριχῶς ἐγχωρεῖ λέγειν τὰ τοιαῦτα πάντα, τὰ
μὲν ὡς ἀμίκτους τε καὶ ἄκρας ἔχοντα τὰς ποιότητας, ἀφ᾿
ὧν παρονομάζεται, τὰ δὲ ὡς πρὸς τὸ σύμμετρον ὁμογενὲς ἢ
ὁμοειδὲς, τὰ δ᾿ ὡς πρὸς ὁτιοῦν τὸ ἐπιτυχὸν παραβαλλόμενα,
καὶ ὡς οὐδὲν διήνεγκεν ἢ ἐκείνως ἢ οὕτως εἰπεῖν, ἔτι ἐπι-
δέδεικταί μοι πολλάκις. ἐάσαντες οὖν τὰ λοιπὰ πάντα ση-
μαινόμενα περὶ τῶν πρὸς τὸν ἄριστα κατεσκευασμένον ἄν-
θρωπον ἐπισκεψώμεθα μαλακῶν καὶ σκληρῶν, ὃν δὴ κανόνα
καὶ μέτρον ἐποιησάμεθα τῶν οὕτω λεγομένων ἁπάντων, οὐδὲ
τούτου πρὸς τὸ ἐπιτυχὸν μόριον, οἷον ὀστοῦν ἢ πιμελὴν,
ἀλλὰ τὸ μέσον τῇ κράσει, τὸ δέρμα καὶ τούτου μάλιστα τὸ
κατὰ τὰς χεῖρας, ἵνα περ ἡ ἁπτικὴ δύναμις ἀκριβοῦται·
συμβαίνει δ᾿ εἰς ταὐτὸ καὶ τὸ κατ᾿ ἐπικράτησιν, ὡς πρὸς
τὴν ὅλην οὐσίαν, οὕτως ὀνομάζεσθαι μαλακὸν ἢ σκληρὸν,

[11.716]

ἐπειδὴ μεσότης τίς ἐστιν ἡμῶν ἡ ἁφὴ, καθ᾿ ὃ καὶ ᾿Αριστοτέ-
λης ἐδίδασκεν. οὕτω δέ πως καὶ ὁ Πλάτων ἔοικε γιγνώ-
σκειν ὅταν ἔφη· σκληρὰ μὲν ὅσοις ἂν ἡμῶν σὰρξ ὑπείκῃ,
μαλακὰ δ᾿ ὅσα ἂν ὑπείκῃ τῇ σαρκί. τὸ γὰρ δέρμα τοῦ ἀν-
θρώπου κατ᾿ αὐτὸ τοῦτο τὸ σύγγραμμα τὸν Τίμαιον ἐδεί-
κνυεν εἶναι τῷ γένει σάρκα. καὶ μὲν δὴ καὶ ᾿Αριστοτέλης,
ὅταν εἶπε μαλακὸν μὲν εἶναι τὸ ὑπεῖκον εἰς αὐτὸ, σκληρὸν
δὲ τὸ μὴ ὑπεῖκον, ὡσαύτως ἔοικεν ἀποφαίνεσθαι τῷ Πλά-
τωνι, καὶ μάλιστα ὅτι πρὸς τὴν ἁφὴν τὰ τοιαῦτα κρίνε-
σθαί φησιν, ὡς πρὸς μεσότητα. τὸ δὲ ἐν τῇ πρὸς ὁτιοῦν
παραβολῇ σκληρὸν ἢ μαλακὸν ἐν τῷ μᾶλλον ἢ ἧττον ὑπεί-
κειν ἢ μὴ ὑπείκειν φαίνεται κρίνεσθαι. καὶ δὴ καὶ αὐτὸ τὸ
δέρμα τὸ ἡμέτερον ἢ τὸν μῦν ἤ τι μόριον ἕτερον, ὅταν
εἴπωμεν ἐσκληρύνθαι, τῇ κατὰ φύσιν αὐτοῦ καταστάσει τὴν
ἐπίκτητον διάθεσιν παραβάλλοντες οὕτως ὀνομάζομεν. ἔστι
δὲ δήπου τῶν οὕτως ἐχόντων σωμάτων ἡ εἰς τὸ κατὰ φύσιν
ἐπάνοδος μάλαξις.

05.05 ᾿Επεὶ δὲ πολυειδῶς ἕκαστον γίνεται σκληρό-
τερον ἢ ξηραινόμενον ἢ πηγνύμενον ἢ ὑπερπληρούμενον,

[11.717]

ὡς διατετάσθαι σφοδρῶς ἢ κατὰ συζυγίαν τινὰ πάσχον κατ᾿
αὐτὰ καὶ τὸ μαλάττεσθαι καθ᾿ ἕκαστον αὐτῶν ἴδιον ἔσται·
διελώμεθα οὖν ὑπὲρ ἁπάντων ἑξῆς, ἀναμνήσαντες πρότερον
ὡς τὸ τῶν ὀνομάτων τε καὶ ῥημάτων εὐχερὲς τὰ μὲν πολλὰ
οὐκ ἀγεννὲς, ἀλλὰ μᾶλλον τὸ τούτου ἐναντίον ἀνελεύθερόν
ἐστιν, ὅτε μὴ ἀναγκαῖον γίγνεται διαστέλλεσθαι περὶ αὐτῶν.
οὕτω γὰρ ὅ τε Πλάτων ἔλεγεν, ἡμῖν τε νῦν εἰς τὸν παρόντα,
διελέσθαι περὶ τῶν τοῦ σκληροῦ σημαινομένων ἀναγκαῖόν
ἐστιν, αὖθις ἀπὸ τῶν αὐτῶν ὧν ἀρτίως εἰρήκαμεν ἐπαρξα-
μένοις. τὸ μὲν γὰρ ὑπεῖκον εἰς ἑαυτὸ μαλακόν ἐστιν, ἐάν
γε ἁπλοῦν ὑπάρχῃ σῶμα· τὸ δ᾿ ἐκ πλειόνων συγκείμενον
ἤτοι ψαυόντων, ὡς ὁ τῶν πυρῶν σωρὸς, ἢ ἐπιπεπλεγμένων
πως, ὡς ὁ πόκος ἢ τὰ πλόκαμα, δύναιτ᾿ ἂν ὑπείκειν τε ἅμα
καὶ μὴ εἶναι μαλακόν. ἔμπαλιν δ᾿ ἐπὶ τῶν πεπληρωμένων
ἀκριβῶς, οἷον ἀσκῶν ἢ κύστεων, οὐχ ὑπείκει μὲν εἰς αὐτὸ
τὸ συναμφότερον, οὐ μὴν σκληρόν γέ ἐστι τὸ περιεχόμενον,
ἀλλ᾿ οὐδὲ τὸ περιέχον, ὁπότε πεπλήρωται, σκληρότερον
ἑαυτοῦ γέγονεν, ἤ τινα ἐπίκτητον ἑτέραν εἴληφε διάθεσιν,

[11.718]

ὅτι μὴ τέταται μόνον ἐκ τοῦ τέως κεχαλασμένου. τὸ
μὲν οὖν τοιοῦτον ἀντίτυπον ἔγωγε καλῶ καὶ οὐ σκληρὸν,
ὅταν ἀκριβολογεῖσθαι προέλωμαι. συγχωρῶ μὴν εἴ τις ἐθέ-
λοι καὶ σκληρὸν ὀνομάζειν καὶ αὐτὸς οὕτω καλῶ πολλάκις,
ἐκεῖνο μόνον ἀναμιμνήσκων, ὅτι μήτε μία φύσις ἐστὶ τῶν
ἐσκληρυμμένων μήθ᾿ ἓν ἴαμα. τὸ μὲν γὰρ ὑπὸ ξηρότητος
σκληρυνθὲν ὑγρανθῆναι δεῖται, τὸ δ᾿ ὑπὸ πήξεως θερμαν-
θῆναι, τὸ δ᾿ ὑπὸ πληρώσεως κενωθῆναι, τὸ δ᾿ ὑπὸ ξηρότη-
τος ἅμα καὶ πήξεως ὑγρανθῆναί τε καὶ θερμανθῆναι, τὸ
δ᾿ ὑπὸ πήξεως ἅμα καὶ πληρώσεως θερμανθῆναί τε καὶ
κενωθῆναι. ξηραίνεται μὲν οὖν ἄνευ πήξεως ἔν τε γυμνα-
σίοις ἀμέτροις τὰ σώματα καὶ ἡλίῳ σφοδρῷ καὶ ἐνδείαις
ἰσχυραῖς καὶ πυρετῷ καυσώδει καὶ φαρμάκοις τισὶν, ὅσα
ξηραίνει μὴ ψύχοντα. πήγνυται δὲ ὑπὸ μόνης ψύξεως ἰσχυ-
ρᾶς, ὥσπερ καὶ πληροῦται δι᾿ ἐπιῤῥοὴν ὑγρότητος δαψιλοῦς.
ξηραίνεται δὲ ἅμα καὶ πήγνυται, συνδραμόντων ἐς ταὐτὸ
τῶν συνυπάρξαι δυναμέων αἰτίων, οἷον εἴ τις ὑπερπονήσειεν
ἐν κρύει. οὕτω δὲ καὶ πληροῦται καὶ πήγνυται διὰ ῥεῦμα

[11.719]

ψυχρὸν ἤ τινα ψύξιν τοῦ μορίου. τῆς ψύξεως δ᾿ αὖ
πάλιν αἰτία τριττὴ, μία μὲν ἐκ τῶν ἔξωθεν προσπιπτόντων,
οἷον ἀέρος, ὕδατος, ἢ φαρμάκου, καθάπερ ἐπὶ τῶν ἐρυσι-
πελάτων ἐργάζονται πολλάκις, ἑτέρα δὲ ἡ τοῦ πάσχοντος
μέρους οἰκεία κρᾶσις, ἄλλη δ᾿ ἐπ᾿ αὐταῖς τρίτη παρὰ τοῦ
ῥυέντος εἰς αὐτὸ χυμοῦ γιγνομένη, πολλάκις γὰρ ἐκεῖνος μὲν
ἤδη θερμότερος ἑαυτοῦ γέγονεν, ἤτοι σηπόμενος ἢ ἐκ τῶν
ψαυόντων αὐτῷ μορίων τῶν φύσει θερμῶν μεταβαλλόμενος,
ἢν δὲ προσετρίψατό τινι μορίῳ τῶν φύσει ψυχροτέρων ψύ-
ξιν, ἕως πολλοῦ παραμένει. κατὰ τοσούτους μὲν τρόπους
σκληρύνεταί τε καὶ μαλάττεται τὰ σώματα. τὸ μέντοι μα-
λακτικὸν φάρμακον οὐκ ἐπὶ πάντας ἔοικε φέρειν τοὺς τρό-
πους, ἀλλ᾿ ἐξαιρέτως ἐπὶ τοὺς διὰ πῆξιν ἐσκληρυμμένους,
ἔτι δὲ μᾶλλον, εἰ καὶ περιεχομένη τις ὑγρότης ἐν αὐτοῖς εἴη
παρὰ φύσιν, ὡς ἐπὶ τῶν ἐσκιῤῥωμένων. εἰ γὰρ διὰ ξηρό-
τητα σκληρὸν εἴη γεγονὸς, ὑγραίνειν μᾶλλον, οὐ μαλάττειν
τὸν τοιοῦτον κελεύουσιν, ὥσπερ γε καὶ τὰ πεπληρωμένα κε-
νοῦν, οὐ μαλάττειν. ἀλλὰ περὶ μὲν τῶν ὀνομάτων οὔτ᾿ ἐρί-

[11.720]

ζειν καλὸν οὔτ᾿ ἀκριβοῦν ἀναγκαῖον. ἐπὶ δὲ τὰς ἐν τοῖς
πράγμασι διαφορὰς ἰέναι βέλτιον, ἐν αἷς καὶ τὸ σφάλμα
μεγάλην τοῖς ἀῤῥωστοῦσι φέρει τὴν βλάβην. τὸ μὲν οὖν
ἐξηρασμένον τῶν ὑγραινόντων δεῖται φαρμάκων, ὑπὲρ ὧν
καὶ ἤδη μοι πρόσθεν αὐτάρκως εἴρηται, τὸ δὲ πεπηγὸς ὑπὸ
ψύξεως θερμαινόντων. οὐκ ἀγνοεῖται δὲ οὐδὲ ταῦτα, τὸ μέν-
τοι γε πεπληρωμένον ἢ ψυχόντων ἢ θερμαινόντων ἢ τῶν
ἰδίως ὀνομαζομένων ξηραινόντων. ἐκκενοῖ γὰρ τὴν περιττὴν
ὑγρότητα ταῦτα σύμπαντα, κατ᾿ ἴδιον ἕκαστον λόγον. ὅσα
μὲν ψύχει κατὰ διττὸν τρόπον, ἀποκρουόμενά τε ἅμα καὶ
συνεξάγοντα τῷ θερμῷ νοτίδα πολλὴν, ὡς ᾿Αριστοτέλης ἐδί-
δασκεν. ὅσα δὲ θερμαίνει, τῷ λύειν εἰς ἀτμοὺς μὲν τὸ πε-
ριεχόμενον ὑγρὸν ἐν τοῖς θερμαινομένοις σώμασιν, ὅσα δὲ
ξηραίνει, καθάπερ τὰ διαφορητικὰ προσαγορευόμενα, κατὰ
διττὸν καὶ ταῦτα τρόπον, ἢ ἀναπίνοντα τὰς ὑγρότητας, ὅταν
ἐν πόροις τισὶν ὑπάρχωσιν, ἢ ὅλον ἀλλοιοῦντα τὸ μόριον.
ὅστις δ᾿ ἑκάστου ὁ καιρὸς τῆς χρήσεως οὐ τῆς ἐνεστώσης
πραγματείας, ἀλλὰ τῆς θεραπευτικῆς ἐστι μεθόδου. ὅσα δ᾿

[11.721]

ὑπὸ ψύξεώς τε ἅμα καὶ ξηρότητος ἐσκλήρυνται, θερμαίνειν
ὁμοῦ ταῦτα καὶ ὑγραίνειν προσῆκεν, οὐχ οἷάπερ τὰ δια-
πυήσαντα, θερμότητι ἅμα καὶ ὑγρότητι συμμέτρῳ κατὰ φύσιν,
ἀλλ᾿ ἐπὶ τοσοῦτον μὲν εἶναι χρὴ τὸ φάρμακον θερμότερον,
ἐφ᾿ ὅσον ἡ ψύξις ἐκράτησεν, ἐπὶ τοσοῦτον δ᾿ ὑγρότερον,
ἐφ᾿ ὅσον ἡ ξηρότης· ἔστι δὲ καὶ τούτων μέτρον ὁρίσαι τῆς
θεραπευτικῆς μεθόδου. τύπον δ᾿ ἀρκέσει τινὰ τῆς τῶν
φαρμάκων ἰδέας ἐνταυθοῖ διελθεῖν ἐπὶ παραδειγμάτων ὀλί-
γων. ὑγραίνει τοίνυν καὶ θερμαίνει τὸ ὕδωρ τὸ θερμὸν καὶ
τοὔλαιον. εἰ δὲ καὶ μιχθεῖεν εἰς ταὐτὸ ἀμφότερα, πολὺ δὴ
μᾶλλον ὑγραῖνον ἅμα καὶ θερμαῖνον ἔσται τὸ μικτὸν ἐξ αὐ-
τῶν, ὥσπερ καὶ λουτρὰ τῶν ποτίμων ὑδάτων σὺν ἐλαίῳ
δαψιλεῖ. ταὐτὸ δὲ τοῦτο ἐργάζεται καὶ ἡ τῶν ἐδεσμάτων
ποιότης ὡσαύτως ἔχουσα, διὰ τοῦτο καὶ τῶν βουλιμιῶν ἰά-
ματα τοιαῦτα τετύχηκεν ὄντα. ψύξιν γὰρ ἅμα ξηρότητι τὸ
πάθος ἔχει, καὶ ἡ ἴασις αὐτῶν διὰ τῶν ἐναντίων. τὸ μέν-
τοι δι᾿ ἀλεύρου πυρίνου κατάπλασμα, τὰς εὐκράτους φύσεις
διαπυΐσκον, οὔτ᾿ ἀπάγει τι τῆς κατὰ φύσιν ἐν τοῖς μορίοις

[11.722]

ὑγρότητος ὅ τι καὶ ἄξιον λόγου, καὶ πολὺ μᾶλλον οὐδὲ προσ-
τίθησιν, ὥσπερ οὐδὲ τὴν θερμασίαν, οὔτε ἐπιτείνειν πέφυ-
κεν οὔτ᾿ ἀμβλύνειν, ἀλλὰ κατὰ μόνην αὐξάνειν τὴν οὐσίαν.
ἔστι δὲ οὐ ταὐτὸ ἐπιτεῖναι τὴν ποιότητα καὶ τὴν οὐσίαν
αὐξῆσαι. δειχθήσεται δὲ καὶ ταῦτα ἀκριβέστερον ὀλίγον ὕστε-
ρον. τὰ μὲν δὴ τοιαῦτα τῶν φαρμάκων ὑγρὰ καὶ θερμὰ
λέγομεν, οὐχ ὡς ὑγρότερα καὶ θερμότερα τῆς ἡμετέρας οὐ-
σίας, ἀλλ᾿ ὡς παραπλησίας ἡμῖν ὑπάρχοντα κράσεως, ὑγρᾶς
καὶ θερμῆς οὔσης κατὰ τὸν παλαιὸν λόγον, ὡς ἐν τῷ περὶ
κράσεων εἴπομεν. οὐ μὴν οὕτως ἢ τὸ ὕδωρ ὑγρὸν ἢ τὴν
χαλβάνην θερμὴν εἶναί φαμεν, ἀλλὰ τὸ μὲν ὡς τέγγον τε
καὶ διαβρέχον ἡμῶν τὴν σάρκα, τὴν δὲ ὡς θερμαίνουσαν.
εἰ γὰρ καὶ θερμὸν εἴη τὸ ὕδωρ, ὡς κενοῦν ἐνίοτε δύνασθαι
τὰ κατ᾿ ἐπιῤῥοὴν ὑγρῶν εἰς ὄγκον ἐξῃρμένα, τὰ γοῦν ὁμοιο-
μερῆ πάντως ὑγραίνει, καθότι κᾀν τῷ πρώτῳ μοι δέδεικται
λόγῳ.

05.06 Τὰ τοίνυν ἐκπυΐσκοντα φάρμακα τῷ
μὲν θερμαίνειν ὁμοίως ὕδατι θερμῷ διαφορεῖ τὴν περιττὴν

[11.723]

ὑγρότητα, τὴν ἐν ταῖς κεναῖς χώραις περιεχομένην, ὡς ἐν
τῷ περὶ τῆς ἀνωμάλου δυσκρασίας ἐπιδέδεικται γράμματι.
τοῖς μέντοι κατὰ φύσιν ἔχουσι σώμασιν αὐτοῖς τοῖς ὁμοιο-
μερέσιν οὐδὲν προστίθησιν ὑγρότητος, ὥσπερ οὐδ᾿ ἀφαιρεῖ
τι σαφὲς, οὐδ᾿ αἰσθητόν. ἶσα γὰρ ὑπάρχοντα ταῖς κράσεσι
φυλακτικὰ τῆς οὐσίας αὐτῶν ἐστιν, ὡς κατὰ μηδὲν ἀλλοι-
οῦν. ἐν γοῦν ταῖς ἐκπυήσεσιν ἡ μὲν ὑγρότης ἀλλοιοῦται,
κᾂν εἴ πού τις εἴη σὰρξ τεθλασμένη, τὰ δ᾿ ἄλλα πάντα τὰ
κατὰ φύσιν ἔχοντα διασώζει τὴν ἑαυτῶν οὐσίαν. τριῶν γὰρ
γινομένων ἀλλοιώσεων ἐν τοῖς τῶν ζώων σώμασιν, ἡ μέν
τις ἀκριβῶς ἐστι κατὰ φύσιν ἔχουσα, ὅταν ἐν τῇ γαστρὶ
πέττηται τὸ σιτίον ἢ ἐν τοῖς σπλάγχνοις καὶ ἀγγείοις ὁ
γεννηθεὶς ἐνταῦθα χυλὸς, ἵνα ἐκ τούτου πάλιν τρέφηται ἕκα-
στον μέλος· ἡ δέ τις ἀκριβῶς παρὰ φύσιν ἐν ἅπασι τοῖς
σηπομένοις. αὗται μὲν οὖν ἐναντίαι πως ἀλλήλαις εἰσίν. ἡ
τρίτη δ᾿ ἐπίμικτος ἐξ ἀμφοῖν καὶ μέση, τὸ μέν τι τῆς πρώ-
της τε καὶ κατὰ φύσιν ἔχουσα, τὸ δὲ τῆς ἐναντίας αὐτῆς
τῆς παρὰ φύσιν. ὑπάρχει γὰρ τῇ μὲν κατὰ φύσιν δύο ταῦτα,

[11.724]

τό τε ἐξ οἰκείας ὕλης τῷ ζώῳ τὴν ἀλλοίωσιν γίγνεσθαι, τό
θ᾿ ὑπὸ τῆς ἐμφύτου θερμότητος ἀκριβῶς κρατεῖσθαι. τῇ δὲ
παρὰ φύσιν ὑπ᾿ ἀλλοτρίας τε θερμότητος ἡ μεταβολὴ καὶ
εἰς οὐδὲν χρηστόν· ἡ μέση δ᾿ αὐτῶν ἡ κατὰ τὰς ἐμπυήσεις
ἑπομένη ὑπὸ μὲν τῆς ἐμφύτου γίνεται θερμότητος, οὐ μὴν
ἀκριβῶς γε κρατούσης· οὐδὲ γὰρ ἐξ ὕλης ἀκριβῶς χρηστῆς
οὔσης ἐπιτελεῖται, ὥσπερ οὐδὲ παντάπασιν ἀλλοτρίας. ὡς
οὖν αἱ κατὰ φύσιν ἀλλοιώσεις ὑπὸ τῆς ἐμφύτου γιγνόμεναι
θερμότητος ὑπὸ τῆς ὁμοίας ἔξωθεν ἐπικουροῦνται, κατὰ
τὸν αὐτὸν τρόπον καὶ ἡ περὶ τὰς διαπυήσεις. ἴσμεν
γοῦν οὐδὲν οὕτως τῇ κατὰ γαστέρα πέψει συντελοῦν ὡς ἀν-
θρώπειον σῶμα ψαῦον αὐτῆς. καί τινες παιδία προστιθέ-
μενοι νύκτωρ ἐναργεστάτης ὠφελείας αἰσθάνονται ἀναπαυό-
μενοι. συμφυλοτέρα γὰρ ἥδε καὶ οἰκειοτέρα πολὺ τῆς διὰ
τῶν πυριάσεών ἐστιν. ἔνιοι δὲ καὶ κυνίδια σμικρὰ τῆς αὐ-
τῆς ἕνεκεν ὠφελείας ἀναπαυόμενοι προστίθενται τῇ γαστρὶ,
τὸ πλῆθος αὔξοντες τῆς πεττούσης τὰ σιτία θερμότητος, οὐ
τὴν ποιότητα. τοιοῦτον οὖν εἶναι χρὴ καὶ τὸ τῇ διαπυήσει

[11.725]

συλληψόμενον φάρμακον, οἷόν περ καὶ αὐτὸ τὸ ἔμφυτον
ὑπάρχει θερμὸν ἐν ταῖς εὐκράτοις φύσεσιν· εἰ δὲ θερμοτέρα
τοῦ δέοντος ἡ φύσις ὑπάρχει, τὸ διαπυΐσκον φάρμακον ἐν
ἐκείνῳ τῷ σώματι θερμότερον εἶναι δεήσει, καὶ τοσούτῳ γε
τοῦ συμμέτρου θερμότερον, ὅσῳ καὶ ἡ φύσις ἐστὶ τῆς εὐ-
κράτου θερμοτέρα, ὥστε καὶ τοῦτο μὲν ἤδη πρόδηλον ἐκ τῆς
θεραπευτικῆς ὑπάρχει μεθόδου, τὸ καθ᾿ ἕκαστον ἄνθρωπον
ἴδιον εἶναι τὸ διαπυΐσκον φάρμακον. οὐχ ἥκιστα δὲ καὶ τὸ
πολλάκις ἡμῖν ἀποδεδειγμένον ὑπὸ τούτων μαρτυρεῖται, τὸ
χρῆναι πάσας τῶν φαρμάκων τὰς δυνάμεις πρὸς τὸν ἄριστα
κεκραμένον ἄνθρωπον ἐξετάζεσθαι· μηδὲ γὰρ συστῆναι
δύνασθαι τέχνην μηδεμίαν, εἰ μὴ πρότερον οἷον κανόνα τινὰ
καὶ σκοπὸν τῷ γένει τῆς ὕλης, ἐν ᾗ καταγίνεται, θέμενος
πρὸς ἐκεῖνον ἤδη τὰ κατὰ μέρος ἀπευθύνοι πάντα. πάλιν
οὖν ὑποθέμενοι τῷ λόγῳ τὸν ἄριστα κεκραμένον ἄνθρωπον
οἷον σκοπόν τινα, πρὸς ἐκεῖνον ἀναφέροντες, ἐκπυΐσκον τι
λέγομεν εἶναι φάρμακον ἕτερον τοῦ μαλάττοντος τὰ σκιῤῥού-
μενα, τάς τε κράσεις αὐτῶν ὑπάρχειν οἵας ἔμπροσθεν ἔφα-

[11.726]

μεν εἶναι, τοῦ μὲν εἰς πύου γένεσιν συντελοῦντος τῇ φύσει,
σύμμετρόν τε καὶ ὁμοίαν ᾧ προσάγεται σώματι, τῷ δ᾿ εἶναι
τὴν φύσιν ἡμῶν ὑγρὰν καὶ θερμὴν, ὑγρὰ καὶ θερμὰ τὰ
τοιαῦτα πολλάκις ὀνομάζεσθαι φάρμακα, τοῦ δὲ μαλάττον-
τος τὸ σκιῤῥούμενον πολὺ μὲν θερμότερον τῆς εὐκράτου
φύσεως, οὐ μὴν ἰσχυρῶς γε ἤδη θερμήν.

05.07 ῎Αρχεται μὲν γὰρ ἡ τῶν σκιῤῥουμένων
διάθεσις ἐκ ῥεύματος γλίσχρου τε καὶ παχέος ἐν μικροῖς πό-
ροις τοῦ μορίου σφηνωθέντος. διαφορηθείσης δὲ τῆς ἐν
αὐτῷ λεπτομεροῦς ὑγρότητος, εἶτα τῆς ὑπολοίπου ψυχθείσης
τε καὶ οἷον πῆξίν τινα λαβούσης, ἡ καλουμένη σκίῤῥωσις
ἕπεται, καὶ διὰ τοῦτο καὶ ψυχρὸν εἶναι τὸ πάθος φασὶν καὶ
ἴασις αὐτοῦ διὰ τῶν θερμαινόντων. ἀλλ᾿ ἐπεὶ μετὰ ψύξεως
ἦν ὑγρότης περιττὴ, σύνθετον ἔσται καὶ τὸ ἴαμα, διὰ μὲν
τὴν ψύξιν τῶν θερμαινόντων δεομένης τῆς διαθέσεως, διὰ
δὲ τὴν ἀλλοτρίαν τε καὶ περιττὴν ὑγρότητα τῶν ἐκκενούν-
των. ὅθεν οὐδὲ θεραπεύεται τῶν σκιῤῥουμένων οὐδὲν οὔθ᾿
ὑπὸ τῶν σφοδρῶς ξηραινόντων οὔθ᾿ ὑπὸ τῶν ἰσχυρῶς θερ-

[11.727]

μαινόντων οὔθ᾿ ὑπὸ τῶν ταῦτ᾿ ἄμφω δυναμένων. τὰ μὲν
γὰρ σφοδρῶς θερμαίνοντα διαφορήσαντα βιαίως τὸ παρα-
κείμενον καὶ περιεχόμενον ἐν τοῖς μορίοις ὑγρὸν, ἀποξηραί-
νει τὸ ὑπόλοιπον, ὡς ἀνίατον γενέσθαι· τὰ δὲ σφοδρῶς
ξηραίνοντα, κᾂν μὴ θερμαίνῃ ταῦτα, οὐδὲ διὰ μέσου τοῦ
κενοῦντος τὸ λεπτομερὲς, ἀλλ᾿ ἄντικρύς τε καὶ κατὰ τὴν
ἑαυτῶν φύσιν εἰς ἄκρον ξηρότητος προσάγει τὸ ἐσφηνωμέ-
νον ἐν τοῖς σκιῤῥουμένοις ῥεῦμα. μόνα τοίνυν ὅσα θερμαί-
νει μὲν, οὐ μὴν σφοδρῶς, ἅμα τῷ μηδὲ ξηραίνειν ἰσχυρῶς
ἰᾶται τὰς τοιαύτας διαθέσεις, καὶ καλεῖται τὰ τοιαῦτα φάρ-
μακα μαλακτικὰ, καθ᾿ ἕνα καιρὸν ἄμφω δρῶντα καὶ χέοντα
τὸ πεπηγὸς καὶ κατὰ βραχὺ διαφοροῦντα.

05.08 Θερμὰ τοίνυν ἐστὶ καὶ οὐ πάνυ τι
ξηρὰ πάντα τὰ τοιαῦτα φάρμακα, διαφέροντα τῶν ἐκπυϊ-
σκόντων, τῷ θερμότερα ὑπάρχειν αὐτῶν καὶ ξηρότερα. τὰ
μὲν γὰρ σύμφυλόν τε καὶ ὁμοιοτάτην ἔχει τοῖς σώμασιν
ἡμῶν τὴν θερμότητα, τὰ δὲ μαλάττοντα σφοδρότερα μὲν, οὐ

[11.728]

μὴν ὥστε τῷ βιαίῳ τῆς ὁλκῆς καταξηραίνειν τὸ ὑπόλοιπον.
ἔτι δὲ τὰ μὲν ἐκπυΐσκοντα τὴν προϋπάρχουσαν ἐν τοῖς
σκιῤῥουμένοις μορίοις ὑγρότητα φυλάττει, τὰ δὲ μαλακτικὰ
βραχύ τι μέρος αὐτῆς ἀναλίσκει. καὶ διὰ τοῦτο μυρίων ὄν-
των τῶν θερμαινόντων καὶ ξηραινόντων φαρμάκων, ὅσα
συμμέτρου τε ἅμα θερμότητος μετέχει ἀνάλογόν τε ταύτῃ
ξηρότητος εὐτύχησε, ταῦτα μόνα μαλακτικὰ τῶν σκιῤῥουμέ-
νων ἐστὶν, οἷον βδέλλιον καὶ στύραξ καὶ χαλβάνη καὶ ἀμ-
μωνιακὸν θυμίαμα καὶ μυελὸς ἐλάφειός τε καὶ μόσχειος, καὶ
στέαρ αἴγειόν τε καὶ ταύρειον, ὅσα τ᾿ ἄλλα τοιαῦτα. νῦν γὰρ
οὐ πρόκειται τὴν ὕλην ἐπεξιέναι πᾶσαν, ἀλλὰ καθόλου μίαν
ὑπὲρ ἁπασῶν τῶν τοιούτων δυνάμεων ποιήσασθαι διδασκα-
λίαν, τί δὴ τὸ καθόλου, ὃ περί τε τῶν ἐκπυϊσκόντων καὶ
μαλαττόντων ἐστὶ γνῶναι βέλτιον, ὡς τὰ μὲν ἴσην ἀνάπτει
θερμότητα τῇ τοῦ ζώου κατὰ φύσιν, ὅσα δὲ μαλάττει, πολὺ
πλέονα, καὶ ὡς τὰ μὲν οὐ τῷ ποιῷ τῆς θερμότητος, ἀλλὰ
τῷ ποσῷ μᾶλλον ἐνεργεῖν πέφυκεν, ὅσα δὲ τῶν σκιῤῥουμέ-

[11.729]

νων ἐστὶ μαλακτικὰ, τῷ ποιῷ μᾶλλον. ὥσπερ γὰρ εἰ κατὰ
τοῦ τῆς ἐκπυήσεως δεομένου μορίου δυνατὸν ἦν ἐπιβεβλη-
μένας ἔχειν ἀεὶ τὰς χεῖρας ἤ τι μέλος ἄλλο, τάχιστα ἂν οὕ-
τως διεπύησε, κατὰ τὸν αὐτὸν τρόπον, εἰ καὶ τὸ φάρμακον
ὁμοιότατον εἴη τῇ κράσει τοῦ ἀνθρώπου, τάχιστα συμπέψει
τὸ δεόμενον εἰς πῦον μεταβληθῆναι. δεῖται δὲ ποτὲ μὲν ἡ
σὰρξ ὅταν θλασθῇ, ποτὲ δὲ ὁ τὴν φλεγμονὴν ἐργαζόμενος
χυμός.

05.09 Καὶ μέν γε ὡς ἐμπλαστικὸν εἶναι χρὴ τὸ
τοιοῦτον φάρμακον, ἵν᾿ ἀκριβῶς ᾖ διαπυητικὸν, ἤδη μοι καὶ
τοῦτο δοκῶ φαίνεσθαι σαφῶς. εἰ γὰρ τὴν οὐσίαν αὐξῆσαι
τῆς ἐμφύτου θερμότητος, οὐκ ἐπιθεῖναι προσήκει τὴν ποιό-
τητα, πεφράχθαι χρὴ τοὺς πόρους τοῦ σώματος, ἵν᾿ ἔνδον
ἀποστέγωσι τὰς ἀτμώδεις διαπνοάς. ὡς ὅσα γε τῶν κατα-
πλασμάτων ἢ τῷ ῥύπτειν ἢ τῷ θερμαίνειν σφοδρότερον
ἐπιτρέπει διαφορεῖσθαι τοὺς ἀτμοὺς, ξηραίνει μὲν, οὐ μὴν
ἐμπυΐσκει γε. τοιαῦτα δ᾿ ἐστὶ τό τε τῶν κριθῶν καὶ τῶν
ἐρεβίνθων καὶ τὸ τῆς τήλεως καὶ τὸ τῶν κυάμων ἄλευρον,

[11.730]

ἔτι δὲ μᾶλλον τῶν αἰρῶν, ὀρόβων, ἐλύμου, θέρμων, κέγ-
χρου καὶ πάντων τῶν ξηραινόντων. ὑπό τε γὰρ τῶν ῥυ-
πτόντων, εἰ καὶ μὴ θερμαίνει σφοδρῶς, ἐκφραττομένων τε
καὶ ἀνοιγνυμένων τῶν πόρων συναπέρχεται καὶ τὸ τοῦ
μορίου θερμὸν, ὥστε μὴ σώζεσθαι τὴν κατὰ φύσιν αὐτῷ
συμμετρίαν· ὑπό τε τῶν σφοδροῶς θερμαινόντων ἐκκενοῦται
μέντοι καὶ ταύτης οὐκ ὀλίγον, ὑποθερμαίνεται δὲ ἡ λοιπὴ,
καὶ οὕτω συμβαίνει τὴν μὲν οὐσίαν τῆς ἐμφύτου θερμότη-
τος ἐλάττονα γίγνεσθαι, τὴν ποιότητα δ᾿ ἐπιτείνεσθαι. χρὴ
δὲ οὐδέτερον εἶναι τούτων, ἀλλὰ τὸ μὲν ἀτμῶδες καὶ
θερμὸν πνεῦμα περιέχεσθαι πλεῖστον, ἀκριβῶς δ᾿ εἶναι σύμ-
μετρον τῇ θερμότητι, τοῦτο γάρ τοι κᾀν τοῖς παισὶν ὑπάρ-
χον πλεῖστον ἅπαντα συναύξει τὰ φυσικὰ τῶν ἔργων. εἰσὶ
μὲν οὖν οἳ μηδ᾿ αὐτὸ τοῦτο γιγνώσκουσιν, καὶ πρὸς τῷ
μὴ γιγνώσκειν ἐγκαλοῦσιν ῾Ιπποκράτει, τὰ αὐξανόμενα πλεῖ-
στον ἔχειν εἰπόντι τὸ ἔμφυτον θερμόν. ἀλλ᾿ ἡμᾶς χρὴ μήτε
παρακούειν αὐτοῦ καὶ γιγνώσκειν ἔμφυτον εἰρῆσθαι θερ-
μὸν, ὅπερ καὶ πνεῦμα ἑκάστῳ τῶν ζώων ὀνομάζομεν, ὑπὲρ

[11.731]

οὗ καὶ ᾿Αριστοτέλης ἔγραψεν. οὐδὲν δὲ κωλύει καὶ τὴν αἱ-
ματικὴν οὐσίαν καὶ ἀερώδη θερμὸν ἔμφυτον ἀκούειν ἅμα
τῷ πνεύματι. οἱ μὲν οὖν Στωϊκοὶ ταὐτὸν τοῦτο τὸ πνεῦμα
τὴν οὐσίαν τῆς ψυχῆς εἶναι δοξάζουσιν· ἡμεῖς δὲ περὶ οὐ-
σίας ψυχῆς οὔτε πάνυ τι τολμῶμεν ἀποφαίνεσθαι καὶ πρὸς
τὰ παρόντα περιττὸν ὑπολαμβάνομεν. ὅτι μέντοι τὸ σύμ-
φυτον πνεῦμα, κᾂν εἰ μὴ τῆς ψυχῆς ἐστιν ἡ οὐσία, ἀλλὰ
τὸ πρῶτον αὐτῆς ὄργανον ὑπάρχει, φθάνομεν ἐν τοῖς περὶ
τῶν ῾Ιπποκράτους καὶ Πλάτωνος δογμάτων ὑπομνήμασιν
ἀποδεδειχέναι. καὶ δὴ καὶ περιέχεσθαι μὲν ἐν ἅπασι τοῖς τοῦ
ζώου μέλεσι τουτὶ τὸ πνεῦμά φαμεν, οὐχ ὅμοιον δ᾿ εἶναι
πανταχόθεν, καθάπερ οὐδὲ τὸ αἷμα ἀναγκαῖον. περιέχεσθαι
δὲ κᾀν ταῖς κεναῖς χώραις οὐκ ὀλίγην οὐσίαν αὐτοῦ, μᾶλ-
λον δὲ οἷον ὕλην τινὰ βραχείας μὲν ἔτι μεταβολῆς δεομέ-
νην εἰς γένεσιν ἐμφύτου πνεύματος ἠκριβωμένου κατὰ τὰς
οἰκείας ποιότητας, ἤδη μέντοι πρός γε τὰ φυσικὰ τῶν ἔρ-
γων ἱκανῶς συντελοῦσαν. ἔστι δὲ δήπου τῶν φυσικῶν ἔρ-

[11.732]

γων ἕν τι καὶ ἡ εἰς τὸ πῦον μεταβολή. πέψις γάρ τίς ἐστι
καὶ κατὰ τόδε. χρὴ δ᾿, οἶμαι, τὸ πνεῦμα φυλάττειν ἔνδον ὡς
ἔστι πλεῖστον, ὁπότε πέττειν τι πρόκειται. διαφορεῖται δὲ
ὑπό τε τῶν ῥυπτόντων, οἷά πέρ ἐστιν τό τε τῶν κριθῶν
καὶ τὸ τῶν κυάμων ἄλευρον, ὑπό τε τῶν ξηραινόντων,
οἷον ἐλύμου τε καὶ κέγχρου καὶ θέρμων, ὑπό τε τῶν θερ-
μαινόντων, οἵαπερ ἡ τῆλίς ἐστιν, ἔτι δὲ δὴ καὶ μᾶλλον ὑπό
τε τῶν θερμαίνειν καὶ ξηραίνειν ἅμα πεφυκότων, οἷον αἰ-
ρῶν καὶ ὀρόβων, ἐρεβίνθων τε καὶ ὤχρων. ἐπιτηδειότατον
δὲ εἰς πύου γένεσίν ἐστιν τῶν μὲν καταντλουμένων ὕδωρ
εὔκρατον ἢ ὑδρέλαιον, τῶν δ᾿ ἐπιβρεχομένων ἔλαιον εὔκρα-
τον, καταπλασμάτων δὲ τό τε πύρινον ἄλευρον δι᾿ ὑδρε-
λαίου καὶ ὁ ἄρτος αὐτὸς, ἕψεσθαι δὲ καὶ τοῦτο χρὴ συμ-
μέτρως. τὸ μὲν γὰρ ἐπιπλεῖστον ἡψημένον ξηραντικώτερόν
πώς ἐστι καὶ ταῖς δυσπεπτοτέραις ἁρμόττει φλεγμοναῖς, τὸ
δ᾿ ἔλαττον ἐπὶ τῶν πάνυ θερμῶν καὶ ὡς ἂν εἴποι τις
ζεουσῶν. καὶ τὸ μὲν ἐλαίου πλέον ἔχον ἐπὶ τῶν δυσπε-

[11.733]

πτοτέρων, τὸ δ᾿ ἧττον ἐπὶ τῶν ζεουσῶν· καὶ δὴ καὶ τὸ μὲν
ἐξ ἄρτου κατάπλασμα ταῖς δυσπεπτοτέραις ἁρμόττει φλε-
γμοναῖς. ἔχει γάρ τοι καὶ ἁλῶν καὶ ζύμης ὁ ἄρτος. τὸ δ᾿
ἐξ ἀλεύρου πυρίνου ταῖς θερμοτέραις. αὐτοῦ δ᾿ αὖ πάλιν
τοῦ πυρίνου ἀλεύρου μᾶλλον τὸ καθαρὸν καὶ ἄρτου μᾶλ-
λον ὁ καθαρὸς ἐκπυΐσκει. τὸ μὲν γὰρ πίτυρον ἧττόν τ᾿
ἐστὶ θερμὸν καὶ μᾶλλον ξηρόν· τὸ δὲ καθαρόν τε καὶ τρό-
φιμον ἄλευρον ὑγρόν τ᾿ ἐστὶ καὶ θερμόν. ἐδείχθη δὲ τὰ
τοιαῦτα συνεργοῦντα πρὸς τὴν τοῦ πύου γένεσιν. οὕτως
οὖν καὶ τῶν φαρμάκων τῶν ἐπιτιθεμένων τοῖς φλεγμαί-
νουσι μέρεσιν, ὅσα θερμά τ᾿ ἐστὶ καὶ ὑγρὰ, συντελεῖ καὶ
ταῦτα πρὸς τὴν ἐκπύησιν, οἷον τό τε χοίρειον στέαρ καὶ
τὸ μόσχειον. τὸ μὲν γὰρ ταύρου καὶ τῆς αἰγὸς ἐδείχθη
δριμύτερα, καὶ διὰ τοῦτο ταῖς ψυχροτέραις καὶ σκιῤῥωδε-
στέραις φλεγμοναῖς ἐπιτήδεια, τὸ δὲ χοίρειον καὶ μόσχειον
αὐταῖς ταῖς ὀνομαζομέναις κυρίως φλεγμοναῖς οἰκειότα-
τον. ἔστι δὲ καὶ τὸ τῶν ἀλεκτρυόνων στέαρ οἰκειότατον,
ἔτι δὲ μᾶλλον τὸ τοῦ χηνὸς ἤδη πως διαφορητικώτερον.

[11.734]

λεπτομερέστερα γάρ ἐστι ταῖς οὐσίαις, ὥσπερ καὶ τὸ
τῶν βοῶν καὶ αἰγῶν, παχυμερέστερά τε καὶ γεωδέστερα. καὶ
μὲν δὴ καὶ τὸ τῶν ἀγρίων ζώων πάντων στέαρ δριμύτε-
ρόν τέ ἐστι καὶ ξηραντικώτερον πολὺ τῶν ἡμέρων, καὶ μά-
λιστα τὸ τῶν παρδάλεών τε καὶ λεόντων, ὥστ᾿ οὐδὲν τού-
των ἐκπυΐσκειν ἐπιτήδειον, ἀλλ᾿ ὡς εἴρηται, τὸ χοίρειόν τε καὶ
μόσχειον. ἐκπυΐσκει δὲ πίττα καὶ ῥητίνη διηθεῖσαι δηλον-
ότι μετ᾿ ἐλαίου τινὸς ἢ ῥοδίνου. χρὴ δὲ κᾀνταῦθα πρὸς
τὰς ζεούσας φλεγμονὰς διὰ ῥοδίνου τήκειν αὐτὰς, πρὸς δὲ
τὰς ψυχροτέρας διά τινος τῶν θερμαινόντων, οἷόν ἐστι τὸ
κίκινον καὶ τὸ ῥαφάνινον καὶ τὸ παλαιὸν καὶ τὸ σικυώ-
νιον. εἰ δὲ καὶ κηρῷ ποτε μόνῳ χρῷ διαπυήσεως ἕνεκα, τῶν
ἄλλων μὴ παρόντων, ἔν τινι τῶν θερμαινόντων ἐλαίων καὶ
τοῦτον τήκειν. αὐτὸς μὲν γὰρ καθ᾿ ἑαυτὸν ἧττόν ἐστι θερ-
μὸς ἢ ὥστε διαπυΐσκειν, ἐπεὶ τό γε ἐμπλάσσειν ἔχει. μόναις
οὖν ταῖς ζεούσαις φλεγμοναῖς ἐπιτήδειος ἔν τινι τῶν θερ-
μαινόντων ἐλαίων διηθείς. ὥσπερ δ᾿ οὗτος ἐνδεῖ τῆς συμ-
μετρίας, ὡς πρὸς τὰς μέσας τῇ κράσει φλεγμονὰς καὶ
φύσεις ἀνθρώπων τε καὶ μορίων, οὕτως ὑπερβάλλουσι βρα-

[11.735]

χύ τι ῥητίνη καὶ πίττα. καὶ διὰ τοῦτο μιγνύμενα ταυτὶ
πάντα τὰ νῦν εἰρημένα διαπυΐσκει συμμέτρως. ἀλλὰ ταῦτα
μὲν ἤδη τῆς περὶ φαρμάκων συνθέσεώς ἐστι πραγματείας,
ἧς ἐφάψασθαί πως ἠνάγκασεν ἡμᾶς ἡ τῆς θεωρίας ἀκολου-
θία. πάλιν δ᾿ ἐπὶ τὸ προκείμενον ἐπάνειμι. πρόκειται δὲ
ἀφορίσαι τὴν καθόλου φύσιν, ὁποία τίς ἐστι, τῶν ἐκπυϊ-
σκόντων. ἐῤῥέθη δ᾿ ὅτι συμμέτρως εἶναι χρὴ θερμαίνουσάν
τε καὶ ὑγραίνουσαν αὐτὴν, ὅπερ ἑτέρως ἑρμηνευόμενόν ἐστι
μηθ᾿ ὑπερβάλλειν μήτ᾿ ἐνδεῖν τῆς τοῦ μεταβάλλοντος αὐτὸ
σώματος κράσεως, ἀλλ᾿ ὡς οἷόν τε μάλιστα παραπλήσιον
ὑπάρχειν. τὸ δ᾿ ὅτι δυνάμει μὲν τοιοῦτόν ἐστι τὸ διαπυΐ-
σκον φάρμακον, ἐνεργείᾳ δὲ γίγνεται τοιοῦτον ἐν τῷ πλη-
σιάζειν ἡμῖν, εἴρηται πολλάκις ἔμπροσθεν, ἀναμνήσομέν τε
καὶ νῦν, ὥστε μνημονεύειν αὐτοῦ διὰ παντός. ἡ μὲν δὴ κρᾶ-
σις τοιαύτη τις ὑπάρχει τοῦ διαπυΐσκοντος, ἡ δὲ σώματος
αὐτοῦ σύστασις ἐμπλαστική τίς ἐστιν. μάλιστα δὲ τοῦτο τοῖς
γλίσχροις συμβέβηκεν, ὥσπερ τῷ στέατι τῷ χοιρείῳ καὶ βου-
τύρῳ καὶ λιβανωτῷ καὶ τῷ δι᾿ ἀλεύρου πυρίνου καταπλά-

[11.736]

σματι. καὶ γὰρ συμμέτρως θερμὰ ταῦτά ἐστι καὶ συμμέτρως
ὑγρὰ καὶ γλίσχρα, καὶ διὰ τοῦτο πρὸς τὰς ἐκπυήσεις ἐπι-
τήδεια. χόνδρος μέντοι ξηραντικώτερος μέν ἐστιν ἀλεύρου
πυρίνου, γλίσχρος δ᾿ οὐδὲν ἧττόν ἐστιν, εἰ μή τι ἄρα καὶ
μᾶλλον, ὅθεν ἐπὶ μὲν τῶν μέσων φλεγμονῶν ἧττον ἐπιτή-
δειός ἐστιν εἰς ἐκπύησιν. ἐπὶ δὲ τῶν ὑγροτέρων ἀμείνων
ἀλεύρου πυρίνου. προέρχεται δ᾿ οὖν ἐπιπλέον ἤδη καὶ ταῦτα
τῆς ἐνεστώσης πραγματείας, ἐπανέλθωμεν οὖν αὖθις ἐπὶ
τὰ μαλακτικὰ τῶν σκιῤῥουμένων φάρμακα, τοσοῦτον πάλιν
κᾀνταῦθα τῆς θεραπευτικῆς ἐφαψάμενοι πραγματείας, ὅσον
εἰς τὸ σαφῆ γενέσθαι τὰ λεχθησόμενα συντελέσει. σκίῤῥον
μὲν οὖν ὀνομάζουσι τὸν παρὰ φύσιν ὄγκον ἀνώδυνόν τε
καὶ σκληρόν. ἔνιοι δ᾿ αὐτῶν ὅταν ἐπὶ πλεῖστον αὐξηθῶσί
τε καὶ σκληρυνθῶσιν, οὐκ ἀνώδυνοι μόνον, ἀλλὰ καὶ δυσαί-
σθητοι καὶ ἀναίσθητοι γίγνονται. γένεσις δ᾿ αὐτῶν ἐκ πα-
χέος καὶ ψυχροῦ χυμοῦ. τοιοῦτοι δ᾿ εἰσὶν ἐν τοῖς τῶν ζώων
σώμασι δύο μόνοι, χολὴ μέλαινα καὶ τὸ ὑπερξηρανθὲν φλέ-
γμα. καὶ διὰ τοῦτο καὶ οἱ σκιῤῥώδεις ὄγκοι πάντως ἢ φλε-

[11.737]

γματικοὶ τὴν οὐσίαν εἰσὶν, ἢ μελαγχολικοὶ, ἢ ἐξ ἀμφοῖν μι-
κτοί. περὶ μὲν δὴ τῆς διαγνώσεως αὐτῶν οὐ τοῦ παρόντος
καιροῦ διελθεῖν· περὶ δὲ τῶν μαλακτικῶν φαρμάκων ἤδη
μοι λέγειν καιρὸς, ὡς ἰδίως ὀνομάζουσι μαλακτικὰ
τὰ τῶν γεγονότων ὑπὸ φλέγματος ἐξηρασμένου καὶ παχέος
χυλοῦ ὄγκων σκιῤῥωδῶν ἰατικά. συνίστανται δ᾿ οὗτοι μά-
λιστα περί τε τὰς κεφαλὰς τῶν μυῶν καὶ τοὺς ἐκφυομέ-
νους αὐτῶν τένοντας. ὅσα μὲν γὰρ ὑπὸ μελαγχολικοῦ σκιῤ-
ῥοῦται χυλοῦ, καρκινώδη τε πάντα ἐστὶν καὶ παροξύνονται
ὑπὸ τῶν μαλακτικῶν φαρμάκων. ἀλλὰ τούτων μὲν ὅπως
χρὴ μεμνῆσθαι, διὰ τῶν τῆς θεραπευτικῆς μεθόδου λεχθή-
σεται γραμμάτων· ὅσα δ᾿ ὑπὸ γλίσχρου καὶ παχέος χυμοῦ
παγέντος ἐσκιῤῥώθη, θερμαινόντων μὲν δεῖται καὶ ξηραι-
νόντων φαρμάκων, οὐ μὴν ἰσχυρῶν τε καὶ βιαίων, ἀλλ᾿ ἀρ-
κεῖ τῆς δευτέρας μὲν ἢ καὶ τῆς τρίτης ἐνίοτε τάξεως τῶν
θερμαινόντων, τῆς πρώτης δ᾿ εἶναι τῶν ξηραινόντων αὐτά.
πλάτους δ᾿ ὑπάρχοντος οὐ μικροῦ κατὰ τὸ μᾶλλόν τε καὶ
ἧττον ἐν τοῖς ἐσκληρυμμένοις σώμασιν ἀνάγκη δήπου καὶ

[11.738]

τῶν ἰωμένων αὐτὰ φαρμάκων οὐκ ὀλίγον εἶναι τὸ πλάτος,
οἷον αὐτίκα καὶ τὸ αἴγειόν ποτε στέαρ ὠφέλησε τὰ οὕτως
ἐσκληρυμμένα καὶ τὸ τῆς ἀλεκτορίδος. ἀλλὰ ταῦτα μὲν
ἀσθενέστερά ἐστι καὶ τὰς μετρίας μαλάττει σκληρότητας, ἰσχυ-
ρότερον μέντοι τῶν ἀλεκτορίδων τε καὶ ἀλεκτρυόνων τὸ
χήνειόν ἐστι, τοῦ δὲ τῶν αἰγῶν τὸ τράγειον ἰσχυρότερόν τε
καὶ τὸ ταύρειον, ἀλλ᾿ ἧττον τοῦ τραγείου. καὶ μὲν δὴ καὶ
ὁ ἐλάφειος μυελὸς ἱκανῶς μαλάττει, καὶ μετ᾿ αὐτὸν ὁ μό-
σχειος. θερμὰ γάρ ἐστι πάντα τὰ τοιαῦτα φάρμακα καὶ
μετρίως ξηρὰ, καὶ πολύ γε μᾶλλον θερμαίνειν πέφυκεν ἢ ξη-
ραίνειν. ὅθεν εἰ καί τις αὐτὰ θερμὰ καὶ ὑγρὰ ταῖς δυνά-
μεσιν εἴποι ποτὲ, συγχωρητέον· ὀλίγον γὰρ ἀφέστηκε μήτε
ξηραινόντων μήθ᾿ ὑγραινόντων. ἐκ ταὐτοῦ δὲ γένους
ἐστὶ τοῖς εἰρημένοις, ἀλλ᾿ ἰσχυρότερα, τό τ᾿ ἀμμωνιακὸν θυμία-
μα καὶ ὁ στύραξ καὶ ἡ χαλβάνη καὶ τὸ βδέλλιον τὸ Σκυθι-
κόν. καλλίω δ᾿ ἐξ αὐτῶν εἰς τὸ μαλάττειν τὰ νέα· παλαι-
ούμενα γὰρ ἰσχυροτέρως ἢ χρὴ ξηραίνει. τοῦτο μέν γε καὶ
μυελὸς καὶ στέαρ ἔχουσι. καὶ γὰρ καὶ ταῦτα παλαιούμενα

[11.739]

δριμύτερα γίγνεται σφῶν αὐτῶν καὶ ξηρότερα. καὶ μὲν δὴ
καὶ τὸ Σικυώνιον ἔλαιον ἐκ τοῦ γένους ἐστὶ τούτου, καὶ τὸ
παλαιὸν οὐχ ἥκιστα, καὶ τῶν σκευαζομένων τὸ σούσινον.
ἀλλὰ γὰρ οὐ περὶ τῶν συνθέτων λέγειν ἐν τῷδε πρόκειται.
ἔπειτα καὶ ἀλθαίας ῥίζα καὶ ἀγρίου σικύου καὶ ἄλλα ἄττα
φυτὰ καθεψηθέντα τὰ μὲν ἐν ἐλαίῳ, τὰ δὲ ἐν ὕδατι τῆς
τῶν φαρμάκων γίγνεται τῶν μαλακτικῶν δυνάμεως, ὥσπερ
οὖν καὶ τῆς ἀγρίας μαλάχης τὰ φύλλα, καὶ ὠμὰ καὶ ἑφ-
θά. τοῦτο μὲν οὖν ἐστιν ἁπλοῦν φάρμακον, ὥσπερ τὸ στέαρ
τὸ χοίρειον, τὸ παλαιωθέν. οὐ χρὴ δὲ ἔχειν ἁλῶν οὐδὲ
τοῦτο, καθάπερ οὐδὲ τἄλλα ὅσα μαλάττει· ξηραίνουσι γὰρ
σφοδρῶς οἱ ἅλες. ὅσα δ᾿ ἄλλα μαλάττειν πέφυκεν, ἁπλᾶ
τε καὶ σύνθετα φάρμακα, λεχθήσεται γὰρ αὖθις κἀκεῖνα,
θερμὰ μέν ἐστιν ἐκ τῆς δευτέρας ἢ τρίτης ἐνίοτε τάξεως,
ἀτρέμα δὲ ξηρά. χρὴ μέν τι καὶ τούτοις ἐμπλαστικὸν ὑπάρ-
χειν, ὥσπερ καὶ τοῖς διαπυητικοῖς, ἀλλ᾿ ὅσῳ κενωτικώτερα
προσῆκεν ὑπάρχειν αὐτὰ, τοσούτῳ καὶ ἧττον ἐμπλάττεσθαι
τοῖς πόροις.

[11.740]

05.10 ῾Η μὲν δὴ τῶν μαλαττόντων φαρμάκων δύ-
ναμις αὐτάρκως μοι δεδήλωται, περὶ δὲ τῶν σκληρυνόντων
ἐφεξῆς δίειμι. χρὴ τοίνυν εἶναι ταῦτα ψυχρὰ καὶ ὑγρὰ, κα-
θάπερ ἀείζωόν τέ ἐστι καὶ ἀνδράχνη καὶ ψύλλιον ὅ τ᾿
ἐπὶ τῶν τελμάτων φακὸς, ἢ τὸ στρύχνον, ἢ τοῦτο μὲν οὐδὲ
ὑγρόν ἐστι τὴν κρᾶσιν, ἀλλὰ μέσον ὑγραίνοντος ἁπλῶς
καὶ ξηραίνοντος ἐξ ἐναντίων συγκείμενον δυνάμεων, ὑγραι-
νούσης τε καὶ ξηραινούσης, ὅτι καὶ διττῆς οὐσίας μετέχει, γεώ-
δους τε καὶ ὑδατώδους. ἀλλ᾿ οὐ πρόκειταί μοι νῦν ἐπὶ τὴν
κατὰ μέρος ὕλην ἀπάγειν τὸν λόγον, ἀλλὰ τὰς γενικὰς μό-
νον ἀφορίσασθαι δυνάμεις. εἰ μὲν δή τι καὶ ψύχει καὶ ξη-
ραίνει, σκληρύνει μὲν καὶ τοῦτο πάντως, ἀλλ᾿ οὐκ ἔστι τῶν
ἰδίων σκληρυντικῶν. πήξει γὰρ μᾶλλον ἢ κενώσει τὸ σκλη-
ρὸν γίγνεται σῶμα, καθότι καὶ πρόσθεν ἐλέγομεν. εἴ τι
δὲ ἐκ τοῦ τὴν σύμφυτον ὑγρότητα μὴ κατέχειν σκληρυν-
θῇ, ξηρὸν μᾶλλον τοῦτο προσαγορεύομεν ἢ σκληρὸν, καὶ
ἡ ἴασις αὐτοῦ δίανσίς τε καὶ ὕγρανσίς ἐστι, καὶ οὐ μά-

[11.741]

λαξις, ὥσπερ καὶ τοῦ συντεταμένου μὲν ἡ ἴασις χάλασίς
ἐστι, τοῦ κεχαλασμένου δὲ σύντασις.

05.11 Ταῦτα δὲ ὁρᾶται σαφῶς πῶς ἐστι καὶ
ἐπὶ τοῦ δέρματος μὲν, ὥσπερ καὶ πρὸς ῾Ιπποκράτους εἴρη-
ται, δέρματος σκληροῦ μάλθαξις, συντεταμένου δὲ χάλασις,
οὐ μὴν ἀλλὰ κᾀπὶ τῶν ἄρθρων πολλάκις. ἡ μὲν οὖν χά-
λασις ὑγρανθέντων ἀμέτρως τῶν ἀμφ᾿ αὐτὰ συνδέσμων ἀπο-
τελεῖται καὶ τῶν τενόντων, ἡ δὲ σύντασις οὐκέθ᾿ ἁπλῶς,
ἀλλ᾿ εἴ τι ξηραινομένων ἐπιπλέον, ἢ ψυχομένων, ἢ φλεγμαι-
νόντων, ἢ σκιῤῥουμένων. κατ᾿ ἄρθρα μὲν οὕτως· ἐπὶ δὲ τοῦ
δέρματος οὐχ οὕτω μόνον, ἀλλὰ καὶ τῶν ἐντὸς αὐτοῦ
μυῶν καθ᾿ ὁντιναοῦν τρόπον εἰς ὄγκον αὐξανομένων, ὥστε
καὶ διὰ πολυσαρκίαν τισὶν ἐκτείνεται πολλάκις. ὅτι δὲ κᾀν
ταῖς φλεγμοναῖς ταὐτὸ τοῦτο πάσχει λέλεκται πρόσθεν, ὅθεν
οὔθ᾿ ἁπλῶς ἕν τι τῶν χαλαστικῶν ἐστιν εἶδος βοηθημάτων,
ἀλλὰ τὰ μὲν ὑγραίνοντα χαλᾷ, τὰ δὲ θερμαίνοντα, τὰ δὲ
μαλάττοντα, τὰ δὲ κενοῦντα, τὰ δὲ τοὺς παρὰ φύσιν ὄγκους
καθαίροντα, τὰ δέ τινα τούτων κατὰ συζυγίαν ἐργαζόμενα.

[11.742]

Θεσσαλὸς δὲ καὶ οἱ ἀπ᾿ αὐτοῦ σχεδὸν ἅπαντες ὥσπερ ἐν
ἄλλοις πολλοῖς, οὕτω κᾀν τούτοις συγχέουσι καὶ τὰς προση-
γορίας καὶ τὰ πράγματα, τὸ ἐπελθὸν ἀβασανίστως γράφον-
τες· ὅθεν καὶ ἡμῖν, ἐπειδὰν τὰ προκείμενα συντελέσωμεν, ἀναγ-
καῖον ἴσως γράψαι ποτὲ πρὸς αὐτούς. ἐν δὲ τῷ παρόντι τὰ
συνεχῆ τοῖς εἰρημένοις διερχώμεθα, τὴν ἀρχὴν αὖθις ἀπὸ
τῶν ἐμπλαστικῶν ὀνομαζομένων ποιησάμενοι φαρμάκων,
ἐπειδὴ καὶ περὶ αὐτῶν εἴρηται συχνάκις. συνελόντι μὲν οὖν
εἰπεῖν ἐμπλαστικόν ἐστι φάρμακον ὅπερ ἂν ἐμπλάσσηται
δυσαπολύτως τοῖς κατὰ τὸ σῶμα τοῦ ἀνθρώπου πόροις.
εἴρηται δέ μοι περὶ τῆς φύσεως ὧν ἡμεῖς ὑποτιθέμεθα πό-
ρων αὐτάρκως ἐν τοῖς περὶ κράσεων ὑπομνήμασιν. ἀπε-
δείχθη δὲ ἐν τῷ πρὸ τοῦδε ὡς καὶ ἄδηκτον εἶναι χρὴ πάν-
τως τὸ ἐμπλαστικὸν φάρμακον. εἰ γάρ τι προσείη δακνῶ-
δες αὐτῷ, μένειν οὐ δυνήσεται κατὰ τοὺς πόρους, ἀλλ᾿ ἐκ-
κριθήσεται ῥᾳδίως, ἢ περιτῆξάν τι τῶν μορίων, ἢ πάν-
τως ἐπισπασάμενον ἐκ τοῦ βάθους ὑγρότητα. δῆλον δὲ

[11.743]

ὡς καὶ τῇ συστάσει γεῶδες, ἢ γλίσχρον γε πάντως εἶναι
χρὴ τὸ ἐμπλαστικόν.

05.12 ᾿Αλλὰ περὶ μὲν τούτων καὶ πρό-
σθεν αὐτάρκως εἴρηται. τὸ δ᾿ ἐναντίον αὐτῷ λέγοιτο μὲν
ἂν ἐκκαθαρτικὸν, ἢ ἐκφρακτικὸν τῶν πόρων, ὥσπερ γε καὶ
αὐτὸ τὸ ἐμπλαστικὸν οὐκ ἐμπλαστικὸν μόνον, ἀλλὰ καὶ
ἐμφρακτικόν. εἴη δ᾿ ἂν ὥσπερ τοῖς ἔργοις ἐναντίον, οὕτω καὶ
τῇ φύσει τοῦ σώματος οὔτε γλίσχρον οὔτε ἄδηκτον, ἀλλὰ
νιτρῶδές τε καὶ λεπτομερές. ἐν γὰρ δὴ τῷ μᾶλλόν τε καὶ
ἧττον ἀλλήλων διαφέρει, τῷ γένει τῆς οὐσίας οὐ διαφέ-
ροντα, τά τ᾿ ἐμπλαστικὰ τῶν ῥύπον ἐπιτρεφόντων καὶ
τὰ τῶν πόρων ἀνακαθαρτικὰ τῶν ῥυπτικῶν. ὅσα μὲν γὰρ
τὸν ἐπιπολῆς ἀφαιρεῖ ῥύπον, εἴτ᾿ οὖν ἑλκῶν εἴτε καὶ τοῦ
δέρματος αὐτοῦ, ῥυπτικὰ προσαγορεύεται· τὰ δὲ καὶ τοὺς
πόρους ἐκκαθαίροντα λεπτομερέστερά τέ ἐστιν τούτων καὶ
τοῖς ἐμπλαστικοῖς ἐναντία, καὶ διὰ τοῦτο ἐκφρακτικά τε καὶ
καθαρτικὰ τῶν πόρων ὀνομάζεται. ἔστι δὲ ταῦτα νιτρώδη τε
καὶ πικρὰ, καὶ κατὰ μὲν τοῦ δέρματος ἔξωθεν ἐπιτιθέμενα

[11.744]

τὴν νιτρώδη ποιότητα μόνον ἀκριβῆ κεκτῆσθαι δεῖται πρὸς
τὸ δύνασθαι δρᾷν ἅπερ εἴρηται, εἴσω δὲ τοῦ σώματος λαμ-
βανόμενα, κᾂν εἰ στύψεώς τι μετέχῃ, δύναιτ᾿ ἂν εἶναι καὶ οὕ-
τως ἔτι καθαρτικά τε καὶ διαῤῥυπτικὰ τῶν μειζόνων πόρων,
οἷοίπερ κᾀν τοῖς ἀγγείοις εἰσίν. ἔξωθεν μὲν γὰρ ἡ σμικρότης
τῶν πόρων ὑπὸ τῆς στύψεως τυφλοῦσθαι φθάνουσα, πρὶν
ἐκκαθαρθῆναι καλῶς, οὔτε παραδέχεται τοὐντεῦθεν ἔτι τὴν
ῥυπτικὴν οὐσίαν εἰς τὸ βάθος οὔτ᾿ ἐκκαθαίρεται. τὰ δὲ κατὰ
τὴν γαστέρα μόρια πάντα καὶ τὰ καθ᾿ ἧπαρ καὶ σπλῆνα καὶ
τἄλλα πάντα σπλάγχνα μεγίστους ἔχοντα πόρους ἐν αὑτοῖς
εἰς ῥώμην τῶν ἀγγείων ὠφελεῖται πλέον ἢ εἰς τὴν τῶν στο-
μάτων σμικρότητα βλάπτεται. καὶ διὰ τοῦτο ἔνδοθεν μὲν
ἀψίνθιον διακαθαίρειν πέφυκεν, ἔξωθεν δ᾿ οὔ. σύνθετον δὲ
ὑπάρχει, ὡς εἴρηται πρόσθεν, ἐκ πικρᾶς καὶ στρυφνῆς δυνά-
μεως· οὐκοῦν οὐδὲ τὰ κατὰ μέρος δέομαι προσγράφειν οὐδὲν
τῶν τοιούτων φαρμάκων. ὅσα γὰρ ἂν εὑρίσκῃς νιτρώδη καὶ
πικρὰ, ταῦτ᾿ ἐκκαθαίρειν ἴσθι δυνάμενα τοὺς πόρους πάντας·
ῥύπον δὲ ἑλκῶν, ἢ καὶ τοῦ δέρματος, οὐ ταῦτα μόνον, ἀλλὰ

[11.745]

καὶ τὰ μετριώτερα ταῖς δυνάμεσιν ἀφαιρεῖν πέφυκεν, οἷάπερ
ἐστι τὰ λεπτομερῆ γλυκέα, καθάπερ τὸ μέλι καὶ τῶν σιτη-
ρῶν σπερμάτων ἔνια, καθάπερ ὄροβοι καὶ κύαμοι καὶ κρι-
θαὶ καὶ θέρμοι. καίτοι κᾀν τούτοις αὐτοῖς τὸ μὲν τῶν
κυάμων καὶ τῶν κριθῶν ἄλευρον ἀπορύπτει μόνον, οὐ μὴν
ἐκφράττει γε τοὺς πόρους. τὸ δὲ τῶν ὀρόβων τε καὶ
θέρμων, καὶ μάλισθ᾿ ὅταν ὦσι πικροὶ, πρὸς τὸ ῥύπτειν ἤδη
τι καὶ τῶν πόρων ἐκκαθαρτικὸν ἔχει. παραπλήσιον δὲ καὶ
τοῖς ἀμυγδάλοις συμβέβηκεν. καὶ γὰρ καὶ τούτων ὅσα μέν
ἐστι πικρὰ, καὶ ῥύπτει καὶ διακαθαίρει τοὺς πόρους, ὅσα δὲ
ἐδώδιμα, ῥύπτει μὲν, οὐκ ἐκφράττει δέ. τὸ μέντοι τῆς ἀκα-
λήφης σπέρμα καθαίρει τοὺς πόρους ὁμοίως τοῖς πικροῖς
ὀρόβοις τε καὶ ἀμυγδάλοις. ἐκ ταὐτοῦ δ᾿ ἐστὶ γένους δη-
λονότι καὶ ἡ σκίλλα καὶ ἡ ἴρις, ὅσα τ᾿ ἄλλα, καθάπερ εἴρηται,
κρατοῦσαν ἐν ἑαυτοῖς ἔχει τὴν πικρὰν ποιότητα. καὶ γὰρ καὶ
τὸ νίτρον αὐτὸ καθ᾿ ἑαυτὸ καὶ τὸ ἀφρόνιτρον ὅ τ᾿ ἀφρὸς
τοῦ νίτρου καὶ τὸ σέριφον καὶ τὸ ἀβρότονον, ὅσα τ᾿ ἄλλα
τοιαῦτα σὺν ἐδέσμασί τε καὶ πόμασι λαμβανόμενα τῆς αὐτῆς
ἐστι δυνάμεως. εὐθὺς δὲ τούτοις ὑπάρχει πᾶσι καὶ λεπτυν-
τικοῖς εἶναι παχέων τε καὶ γλίσχρων χυμῶν, ὥσπερ τοῖς ἐμ-

[11.746]

πλαστικοῖς ἅπασι, παχεῖς καὶ γλίσχρους ἐργάζεσθαι τοὺς
κατὰ τὸ σῶμα τοῦ ἀνθρώπου χυμούς. ὥστ᾿ οὐδὲ τῶν
ἐκ θώρακός τε καὶ πνεύμονος ἤτοι φλεγματωδῶν, ἢ γλί-
σχρων, ἢ πύου τμητικώτερα καὶ λεπτυντικώτερα καὶ πρὸς
τὴν ἀναγωγὴν ἐπιτηδειότερα δύναιο ἂν εὑρεῖν ἕτερα πρὸ
τούτων φάρμακα. τοῖς δ᾿ αὐτοῖς τούτοις καὶ τὰς καθ᾿
ἧπαρ ἐμφράξεις ἐκκαθαίρειν ὑπάρχει καὶ τὰς κατὰ σπλῆνα
τὰς μετρίας· αἱ δ᾿ ἰσχυρότεραι σφοδροτέρων φαρμάκων προσ-
δέονται, καππάρεως φλοιοῦ καὶ μυρίκης ῥιζῶν, σκολοπεν-
δρίου τε καὶ σκίλλης καὶ τῆς δι᾿ αὐτὸ δὴ τοῦτο προσαγο-
ρευομένης ἀσπλήνου πόας. διαφόρως δὲ καὶ αὐτοῖς τούτοις
ἐστὶ χρηστέον ἐφ᾿ ἑκάστου τῶν σπλάγχνων· ἐπὶ μὲν ἥπα-
τος αὐτοῖς καθ᾿ ἑαυτὰ μόνοις, ἐπὶ δὲ σπληνὸς ὄξει μιγνύν-
τας ἢ ἐναφέψοντας, ἐπὶ δὲ τῶν κατὰ θώρακα καὶ πνεύ-
μονα καὶ μελικράτῳ καὶ πτισάνῃ καὶ ὀξυμέλιτι καὶ τῶν
οἴνων τοῖς γλυκέσιν. ἔστι δὲ καὶ ταῦτα τῆς θεραπευτικῆς
ἤδη μεθόδου· διὸ καὶ παρίημι τό γε νῦν ἔχον τοὺς ὑπὲρ
αὐτῶν λογισμούς. ἔν τε γὰρ ἐκείνῃ τῇ πραγματείᾳ κᾀν
τῇ περὶ συνθέσεως φαρμάκων εἰρήσονται.

[11.747]

05.13 ῞Απερ δ᾿ ἐστὶν ἀναγκαῖον ἔτι προσεπιση-
μήνασθαί με τοῖς λεγομένοις εἰρήσεται μόνον, ὡς ἐπειδὰν
πλέονα οὔρησιν κινῆσαι βουληθῶμεν, οὐ πάνυ τι τοῖς εἰρη-
μένοις φαρμάκοις χρῃστέον ἐστὶν, ἀλλὰ τοῖς δριμυτέροις τε
ἅμα καὶ μᾶλλον θερμαίνουσιν. εἴρηται γὰρ ἔμπροσθεν ὡς
τὸ δριμὺ πᾶν θερμόν ἐστιν. ἔστι δὲ τοιαῦτα σελίνου σπέρ-
μα καὶ πετροσελίνου καὶ μαράθρου καὶ δαύκου καὶ ἀγριο-
σελίνου καὶ σμυρνίου, καὶ δὴ καὶ τὸ σέσελι καὶ τὸ ἄμμι καὶ
τὸ φοῦ καὶ τὸ μέον, ἄσαρόν τε καὶ ἄκορον, ὑφ᾿ ὧν οὐ λε-
πτύνεται μόνον, ἀλλὰ καὶ χεῖται καὶ διακρίνεται τὸ αἷμα
παραπλησίως τῷ γάλακτι, τοῦ μὲν ὀῤῥώδους καὶ λεπτοῦ
ἀποχωριζομένου καθ᾿ ἑαυτὸ, τοῦ δ᾿ αὖ παχυτέρου συνιστα-
μένου τε πρὸς ἑαυτὸ καὶ ἀκριβῶς ἑνουμένου. πρὸς γὰρ δὴ
τὸ ῥᾳδίως ἐπισπᾶσθαι τοὺς νεφροὺς ὅσον ὑδατῶδές τ᾿ ἐστὶ
καὶ λεπτὸν καὶ ὀῤῥῶδες ἐν αἵματι ταῦτ᾿ ἄμφω συντελεῖ,
χύσις μὲν αὐτοῦ τοῦ αἵματος ὅλου τὸ πρῶτον, ἐφεξῆς δ᾿
αὐτῇ διάκρισις, ὧν οὐδὲν ἄνευ θερμότητος ἰσχυρᾶς ἐνδέχε-
ται γενέσθαι. καὶ διὰ τοῦτο ταῖς ἐκ τοῦ θώρακος ἀναπτύ-
σεσιν τοῦ πύου τὰ τοιαῦτα πάντα ἀντιπράττει. φύσις γὰρ

[11.748]

αὐτῶν, ὡς εἴρηται νυνὶ, θερμαντική τε καὶ ξηραντικὴ καὶ
προσέτι συνακτική τε καὶ διακριτικὴ, συναγομένου μὲν εἰς
ταὐτὸ τοῦ παχέος, ἀποκρινομένου δὲ καὶ διακρινομένου κατὰ
τὴν τοῦδε σύνοδον ὅσον ἂν ὀῤῥῶδές τε καὶ λεπτὸν ἐμφέ-
ρηται τῷ αἵματι. τοῦτο μὲν οὖν οἱ νεφροὶ φθάνουσιν ἐφ᾿
ἑαυτοὺς ἕλκοντες, τὸ δὲ συνιστάμενόν τε καὶ ἀποξηραινόμε-
νον οὐκέτι εὐπετῶς ἀναπτύεται. καὶ διὰ τοῦτο, καθάπερ
ἀρτίως ἐλέχθη, τμητικὸν μὲν εἶναι χρὴ τὸ τοιοῦτον φάρμα-
κον, οὐ μὴν ἐπιφανῶς γε θερμὸν, ἵνα μὴ ξηραίνῃ σφοδρῶς,
δίδοσθαί τε σὺν τοῖς ὑγραίνουσι ῥοφήμασί τε καὶ πόμασι
τῆς αὐτῆς χρείας ἕνεκα. τὰ μέντοι τοὺς νεφροὺς ἐκκαθαί-
ροντα τμητικὰ μὲν ὁμοίως ἐστὶ, δεῖ δ᾿ εἰς οὐδὲν ὑγρότητος
δαψιλοῦς. ὅσα δὲ τὰς ἐν αὐτοῖς πωρώδεις συστάσεις ἐπι-
τήδεια τέμνειν ἐστὶν, τμητικὰ μὲν ἱκανῶς ὑπάρχει καὶ ταῦτα,
θερμότητος δ᾿ ἥκιστα μετέχει· συνίστησι γὰρ ἀποξηραίνουσα
τὸν πῶρον ἡ θερμότης, οὐ τέμνει καὶ διαιρεῖ. τὰ δ᾿ ἧττον
θερμὰ μετὰ τοῦ τέμνειν δύνασθαι βελτίω, καθάπερ αἵ τε
ῥίζαι τῶν βασιλικῶν ὀνομαζομένων ἀσπαράγων, αἵ τε τοῦ
βάτου, καὶ τὸ κέστρον καὶ τὸ πόλιον, ὦχρά τε καὶ ὕαλος ἡ

[11.749]

κεκαυμένη, καὶ τὸ διὰ τῆς σκίλλης ὄξος, ὅσα τ᾿ ἄλλα τοι-
αῦτα. Θεσσαλὸς δ᾿ ὁ σκαιότατος ὥσπερ εἰς τἄλλα
τῆς τέχνης ὑβρίζει πλημμελῶς, οὕτω καὶ ταῦτα διασύρειν
ἐπιχειρεῖ, μηδὲν εἶναι νομίζων φάρμακον ἰδίως ἡπατικὸν, ἢ
νεφριτικὸν, ἢ πλευριτικόν.

05.14 ᾿Αλλὰ τὰ μὲν ἐκείνου πλημμελήματα δι᾿
ἑτέρων γραμμάτων ἐπεδείξαμεν· ἐν δὲ τῷ παρόντι λόγῳ τὰς
ὑπολοίπους τῶν ἁπλῶν φαρμάκων ἐξηγησόμεθα δυνάμεις,
ἀπὸ τῶν ἀραιωτικῶν τε καὶ ἀναστομωτικῶν αὖθις ἀρξά-
μενοι. δοκεῖ γὰρ δὴ καὶ ταῦτα πλησιάζειν μέν πως τοῖς
προειρημένοις, ὅσα ῥύπτειν καὶ τέμνειν ἐκφράττειν τε καὶ
διαιρεῖν ἔφαμεν, οὐ μὴν πάντῃ γε ὡμοιῶσθαι. πρῶτον μὲν
οὖν καὶ τούτων τὰς ἐννοίας διοριστέον, εἶθ᾿ οὕτως τὰς οὐ-
σίας ζητητέον. ὅσα μὲν δὴ τοὺς κατὰ τὸ δέρμα πόρους
ἀνοίγνυσιν ἀραιωτικὰ προσαγορεύουσιν, ὅσα δὲ τὰ στόματα
τῶν ἀγγείων, ἀναστομωτικά. καὶ δὴ καὶ τῶν ἐναντίων αὐ-
τοῖς, εἰ μέν τι συνάγει τοὺς πόρους, πυκνωτικὸν ὀνομάζου-
σιν, εἰ δέ τι κλείει τὸ στόμιον, ἰδίῳ μὲν οὐκέτι προσαγο-

[11.750]

ρεύουσιν ὀνόματι, γενικωτέροις δέ τισι συνάγον τε καὶ κλεῖον
καὶ σφίγγον καὶ στεγνοῦν ὀνομάζοντες, ἡ δὲ φύσις ἑκατέρων
ἐστὶν τῶν μὲν ἀραιωτικῶν μετρίως θερμὴ καὶ ἥκιστα ξη-
ραίνουσα καὶ λεπτομερὴς, τῶν δ᾿ ἀναστομωτικῶν παχυμε-
ρὴς, δριμεῖα καὶ δηκτική· τῶν δ᾿ ἐναντίων αὐτοῖς ἡ μὲν
πυκνωτικὴ ψυκτικὴ μὲν, οὐ μὴν οὔτε γεώδης οὔτε ἀερώδης,
ἀλλ᾿ ὑδατώδης μᾶλλον, ἡ δὲ τὰς ἀναστομώσεις κλείουσα πα-
χυμερὴς, ψυχρά. παράδειγμα δὲ τούτων· ἀραιωτικῆς μὲν φύ-
σεως χαμαίμηλόν τε καὶ ἀλθαία καὶ τὸ δι᾿ αὐτῶν ἔλαιον,
οὐχ ἥκιστα δὲ καὶ τὸ διὰ τῶν ἀγρίων σικύων. ἀλλὰ καὶ
τὸ παλαιὸν καὶ τὸ κίκινον καὶ τὸ ῥαφάνινον ἔλαιον ἐκ
τῆς αὐτῆς ἐστιν ἰδέας. ἀναστομωτικῆς δὲ δυνάμεως ὅσα
δριμέα τέ ἐστιν καὶ γεώδη πάντα, κυκλάμινος, σκόροδα,
κρόμμυα, τῶν ταύρων αἱ χολαί. τῶν μύρων ἁπάντων πα-
χυμερῶν τε ἅμα καὶ θερμῶν αἱ ὑποστάσεις, οἷόν περ καὶ τὸ
ἴρινόν ἐστιν καὶ τὸ ἀμαράκινον, ἃ δὴ καὶ τὰς τυφλωθείσας
αἱμοῤῥοΐδας ἀναστομοῖ. τὰ δέ γε τὸ τῆς μήτρας στόμιον
ὑπὸ φλεγμονῆς τινος ἢ ξηρότητος ἢ σκίῤῥου μεμυκὸς ἀνα-

[11.751]

στομοῦν λεγόμενα κατὰ συμβεβηκὸς ἂν, οὐ πρώτως οὐδὲ
καθ᾿ ἑαυτὰ τοιαῦτα ἂν εἴη τινὸς δυνάμεως, ὥσπερ οὐδ᾿
ὅσα μεμυκότων ὑπὸ φλεγμονῆς ἤτοι χειλῶν ἢ βλεφάρων ἢ
μυκτήρων ἢ φάρυγγος ἢ πόσθης ἢ ἕδρας ἤ τινος ἑτέρου
τοιούτου στόματος ὀργάνου τὴν φλεγμονὴν ἰασάμενα, καὶ
τὴν μύσιν ἐπηνωρθώσαντο. καὶ γὰρ καὶ ταῦτα φλεγμονῆς
εἶναι λυτικὰ λέγοιντ᾿ ἂν, ἀναστομωτικὰ δ᾿ οὐδαμῶς ἁμαρ-
τάνει δ᾿ ἐν αὐτοῖς ὁ Διοσκουρίδης, ἀναστομωτικῆς ἐνίοτε
λέγων εἶναι δυνάμεως ἤτοι χαλαστικόν τι φάρμακον ἢ
μαλακτικὸν ἢ ὑγραντικὸν ἢ φλεγμονῆς λυτικόν. αἱ μὲν δὴ
τῶν ἀραιωτικῶν τε καὶ τῶν ἀναστομωτικῶν οὐσίαι τοιαίδε.
τῶν δ᾿ ἐναντίων αὐταῖς ἡ μὲν τῶν πυκνωτικῶν ὕδα-
τός τέ ἐστι τοῦ ψυχροῦ καὶ ἀειζώου καὶ ἀνδράχνης καὶ
τριβόλου χλωροῦ καὶ ψυλλίου καὶ τῆς πόας ἣν μυὸς ὦτα
προσαγορεύουσιν, καὶ φακοῦ τοῦ ἀπὸ τῶν τελμάτων, καὶ
ἁπλῶς εἰπεῖν ὅσα ψύχει μὴ στύφοντα. διὸ καὶ μανδραγό-
ρας καὶ κώνειον, ὑοσκύαμός τε καὶ μήκων, αὐτὰς δὲ
λέγω νῦν τὰς πόας, εἰ μὲν μετρίως τις χρήσαιτο, πυκνωτι-

[11.752]

καὶ ταῖς δυνάμεσιν ὑπάρχουσιν· εἰ δ᾿ ἐπὶ πλέον, οὐ πυ-
κνωτικαὶ μόνον, ἀλλ᾿ ἤδη καὶ ναρκωτικαί· εἰ δ᾿ ἐπὶ πλεῖ-
στον, οὐκέτι ναρκωτικαὶ μόνον, ἀλλ᾿ ἤδη καὶ νεκρωτικαί.
ἡ δὲ τῶν ἐναντίων τοῖς ἀναστομωτικοῖς οὐσία, παχυμερὴς
οὖσα καὶ ψυχρὰ, τῶν στυφόντων ἁπάντων ἐστὶ χωρὶς ἐπὶ
μίκτον δριμύτητος. εἴρηται δὲ τῆς ὕλης αὐτῶν ἱκανὰ παρα-
δείγματα κατὰ τὸ δ′ γράμμα, δι᾿ οὗ καὶ τὴν οὐσίαν ἐξή-
γημαι τῶν τοιούτων φαρμάκων, γεώδη καὶ ψυχρὰν οὖσαν.
οὐκοῦν ἔτι θαυμαστὸν οὐδὲν, εἰ μόνη συνάγειν καὶ κλείειν
πέφυκε τὰ παρὰ φύσιν ἀναπεπταμένα τῶν ἀγγείων στό-
ματα· μόνῃ γὰρ αὐτῇ πάνθ᾿ ὅσα δεῖται τὰ συναχθησόμενα
πάρεστι, διὰ μὲν τὸ παχυμερὲς τῆς συστάσεως ἔξωθεν μὲν
προσπιπτούσῃ, διεξέρχεσθαι δὲ τοὺς λεπτοὺς πόρους ἀδυνα-
τούσῃ, διά τε τὴν ψύξιν εἴσω τε πιλούσῃ καὶ συναγούσῃ
πανταχόθεν εἰς ἑαυτὰ τὰ πλησιάζοντα· διότι δὲ ξηραίνει,
τοιοῦτον γὰρ ἐδείχθη πᾶν τὸ στῦφον, ἐκβοσκουμένη τε τὴν
ἰκμάδα καὶ τονοῦσα τὸ μόριον. ἀλλ᾿ εἴπερ ἅπαντα συνέλθῃ
ταῦτα, κλεισθήσεται τὸ στόμιον ὡς ὑπὸ δακτύλων τινῶν

[11.753]

ἔξωθεν τῶν μορίων τῆς στυφούσης οὐσίας συναγόμενον. ὅσα
δὲ τῶν φαρμάκων ψυχρὰ μέν ἐστιν ἢ ὁμοίως ἢ μᾶλλον, ὑδα-
τώδη δ᾿ ἐστὶ ταῖς οὐσίαις, ἀσθενῶς τὰ τοιαῦτα καὶ συνά-
γει τε καὶ σφίγγει διὰ μαλακότητα. δεῖται γάρ τινος ἰσχύος
ἀντιβατικῆς καὶ σκληρᾶς ἅπαν τὸ μέλλον πιλήσειν τε καὶ
συνάξειν ὁτιοῦν ἰσχυρῶς, ἣν οὐκ ἔχοντα τὰ ὑδατωδέστερα
ταῖς οὐσίαις φάρμακα τοὺς μὲν λεπτοὺς πόρους ἐν ἑκάστῳ
σώματι συνάγει καὶ πυκνοῖ, τὸ δ᾿ ὅλον ὄργανον ἀδυνατεῖ
σφίγξαι πανταχόθεν, ὥστ᾿ εὐλόγως τὰ τοιαῦτα πυκνωτικὰ
μέν ἐστι, στεγνωτικὰ δὲ οὐκ ἔστιν. ἄκουε δέ μου νῦν στε-
γνωτικὰ λέγοντος ὅσα τὰς αἰσθητικὰς ἐκκρίσεις ἐπέχει. καὶ
γὰρ τὸ στεγνωτικὸν σῶμα, τὸ στέγον ἐν αὑτῷ καὶ μηδὲν
ἔξω μεθιὲν αἰσθητῶς, ὑπὸ τῶν ῾Ελλήνων προσηγόρευται
στεγνόν. ταυτὶ μὲν οὖν τοιαῦτα ταῖς κράσεσί τ᾿ ἐστὶ καὶ
ταῖς δυνάμεσιν· τὰ δὲ ἀραιωτικὰ θερμαίνει μὲν πάντως·
οὐδὲ γὰρ ἂν ἄλλως δύναιτο διαχέαι τε ἅμα καὶ χαλάσαι τὴν
οὐσίαν, οἷς ἕπεται τὸ καὶ τοὺς πόρους εὐρυνθῆναι· χρὴ

[11.754]

μέντοι μήτ᾿ ἄγαν αὐτὰ θερμὰ ταῖς κράσεσιν εἶναι, δρι-
μέα γὰρ ἤδη ταῦτα καὶ φρίττειν ἀναγκάζει, μήτε ξηραντικά.
καὶ γὰρ καὶ ταῦτα συντηκτικά τ᾿ ἐστὶ καὶ ὀδυνηρὰ τῶν
αἰσθητικῶν σωμάτων.

05.15 ῞Οσα τοίνυν ἀλύπως θερμαίνει, ταῦτα
ἀραιωτικὰ μόνον ὑπάρχει τῶν πάντων· εἰ δὲ μὴ θερμὰ
μόνον, ἀλλὰ καὶ παχυμερῆ ταῖς συστάσεσιν εἴη, σφο-
δρὰ μὲν ὑπάρχοντα καὶ καυστικὰ συντήκει τε τὰ σώ-
ματα δίκην πυρὸς, ἐσχάρας τε πολλάκις ὁμοίας ταῖς ἀπὸ
τῶν καυστήρων ἐργάζεται. ἧττον δ᾿ ἢ ὥστε καίειν θερμαί-
νοντα τῆς ἀναστομωτικῆς ἐστι δυνάμεως, ὥστ᾿ εἶναι
πᾶν ἀναστομωτικὸν φάρμακον τῇ μὲν οὐσίᾳ γεῶδές τε ἅμα
καὶ πυρῶδες, εἰς τοσοῦτον δ᾿ ἧκον θερμότητος ὡς μήπω
καίειν. εἰ δὲ καυστικόν τε ἅμα καὶ μὴ μέντοι σφοδρῶς εἴη,
καὶ προσέτι λεπτομερὲς, ἤτοι παντάπασιν ἄδηκτον ἔσται τὸ
τοιοῦτον, ἢ μετ᾿ ὀλίγης δήξεως καὶ ὀδύνης ἀποτήξει τι τῶν
σαρκωδῶν μορίων. τῷ γὰρ μήτ᾿ ἀλλοιοῦν ἀθρόως, ὥσπερ
τὰ σφόδρα θερμὰ, μήτε μόλις διεξέρχεσθαι, καθάπερ τὰ πα-

[11.755]

χυμερῆ, λανθάνουσαν ἔχει τὴν ἐνέργειαν, εἴ γε τῶν ἀλλοιώ-
σεων αἱ ἀθρόαι μεταβολαὶ μάλιστα αἰσθητικαὶ καὶ τῶν
διεξόδων αἱ βίαιοι. τὸ γὰρ παχυμερὲς καυστικὸν, ᾧπερ ἂν
ἐνιζήσῃ μορίῳ, σκόλοπος δίκην ἐμπεπαρμένον ἀνιᾷ. ἀλλ᾿
ἐκεῖνο μὲν ἐσχαρωτικόν ἐστιν ὁμοίως τοῖς καυστικοῖς. ὑπὲρ
ὧν δὲ νῦν ὁ λόγος ἐνέστηκεν, οὔτε ἐσχάραν ἐργάζεται καὶ
καλεῖται σηπτικὰ, οὐκ οἰκείας μὲν τῆς προσηγορίας τετυχη-
κότα. τὰ γὰρ ὄντως σηπτικὰ ὑγραίνοντα μετὰ τοῦ θερ-
μαίνειν ἐστίν. ὅμως δ᾿ οὖν οὕτω καλοῦμεν τῇ τοῦ συμ-
πτώματος ὁμοιότητι, φθορὰ γὰρ ἀνώδυνος ὑπ᾿ ἀμφοτέρων
γίγνεται· πλείους μὲν οὖν εἰσιν οἱ τῶν φθειρομένων τρόποι.
τά τε γὰρ ὑπερψυχθέντα καὶ ὑπερθερμανθέντα καὶ ὑπερ-
υγρανθέντα καὶ ὑπερξηρανθέντα φθείρεται, ἀλλ᾿ οὐ πάντα
γε τὰ φθειρόμενα σήπεσθαί φαμεν, ἀλλ᾿ ὅσα μετὰ δυσωδίας
τοῦτο πάσχει. περὶ μὲν δὴ τῶν ὀνομάτων οὐ πάνυ χρὴ
σπουδάζειν. χρὴ δ᾿ εἰδέναι τὰ καλούμενα φάρμακα σηπτὰ
καὶ σηπτικὰ, καθάπερ ἀρσενικὸν καὶ σανδαράκη καὶ χρυσο-

[11.756]

κόλλα, δρυόπτερίς τε καὶ πιτυοκάμπη καὶ ἀκόνιτον τήκειν
τε καὶ συντήκειν ἅπαντα, καὶ μάλιστα τῆς μαλακῆς σαρκὸς
ὀδύνης χωρίς. ἔνια δ᾿ ἐξ αὐτῶν ἰδίως ὀνομάζουσι καθαι-
ρετικὰ, καὶ χρῶνταί γε πρὸς τὰς ἐπουλώσεις τῶν ὑπερσαρ-
κούντων ἑλκῶν. ἔστι δὲ καὶ ταῦτα τῆς μὲν αὐτῆς τῷ γέ-
νει τῆς σηπτικῆς ὀνομαζομένης δυνάμεως, ἀσθενεστέρας δ᾿
εἰς τοσοῦτον ὡς τὸ μὲν ἐπιπολῆς μόνον ᾧ προσπίπτει κα-
θαιρεῖν, εἰς βάθος δ᾿ ἀδυνατεῖν προσέρχεσθαι, καθάπερ καὶ
τὸ τῆς ᾿Ασίας πέτρας ἄνθος, οὐ μὴν τῆς γε αὐτῆς τῆς ὄν-
τως ἐπουλωτικῆς δυνάμεώς ἐστι τὰ τοιαῦτα. ἐκεῖνα γὰρ οὐ
καθαιρεῖν οὐδ᾿ ἀποτήκειν τι τῆς σαρκὸς, ἀλλὰ σκληρύνειν
τε καὶ ξηραίνειν πέφυκεν, ἥ τε στυπτηρία καὶ ἡ κίκις, ἣν
ὀμφακῖτιν ὀνομάζουσιν, ὅ τε κεκαυμένος χαλκὸς, καὶ μάλισθ᾿
ὁ πεπλυμένος. ὁ μὲν γὰρ ἄπλυτος ἔχει τι καθαιρετικὸν,
ὥσπερ καὶ ἡ τοῦ χαλκοῦ λεπίς. ὁ πεπλυμένος δὲ τὸ κάλ-
λιστον τῶν ἐπουλωτικῶν φαρμάκων ἐστί. χρὴ γὰρ καὶ στύ-
φειν μετρίως καὶ ξηραίνειν τὸ μέλλον ἐπουλώσειν καλῶς.

[11.757]

ὅθεν καὶ ὁ τῆς Αἰγυπτίας ἀκάνθης καρπὸς, καὶ τὰ τῆς
ῥοιᾶς λέμματα ξηρὰ, καὶ πάνθ᾿ ὅσα τοιαῦτα τῶν ἐπουλω-
τικῶν φαρμάκων ἐστίν.

05.16 Συγκέχυται δὲ παρὰ τοῖς πολλοῖς τῶν
ἰατρῶν οὐχ ἡ προσηγορία μόνον, ἀλλὰ καὶ ἡ τῆς δυνάμεως
γνῶσις ἁπάντων τῶν τοιούτων φαρμάκων. ἐπουλωτικὰ
γὰρ ὀνομάζουσιν ἐνίοτε καὶ τὰ καθαιρετικὰ καὶ συντηκτικὰ
τῆς σαρκὸς, ὅτι χρωμένων ἡμῶν καὶ τούτοις πολλάκις εἰς
οὐλὴν ἀφικνεῖται τὰ ἕλκη, ἀλλ᾿ οὔτε πρώτως οὔτε κατὰ τὴν
οἰκείαν αὑτῶν δύναμιν, οὔτ᾿ ἐπὶ πάσῃ χρήσει τοῦτο γίνεται.
χνοώδη γὰρ ἀκριβῶς τὰ τοιαῦτα φάρμακα διὰ τοῦ τῆς μύ-
λης πυρῆνος ἐπικυλιομένου ταῖς σαρξὶν εἰς οὐλὴν ἄγει τὰ
ἕλκη. εἰ δὲ βραχεῖ πλείονι χρήσαιο, καὶ δάκνει καὶ συντήκει
τὴν σάρκα καὶ κοῖλον ἐργάζεται τὸ ἕλκος ἐναντίον τοῖς ὄν-
τως ἐπουλωτικοῖς. εἰ μὴ γὰρ ἀξιόλογον ἐκείνων ἐπιθείης,
οὐδὲν ἀνύσει. πρόκειται μὲν γὰρ ἐν ταῖς τῶν ἰσοπέδων ἑλ-
κῶν ἐπουλώσεσιν ἀλλοιῶσαί τε τὴν σάρκα καὶ δέρμα ποιῆ-
σαι. γίνεται δὲ τοῦτο διὰ τῶν συνάγειν αὐτὴν καὶ σφίγ-

[11.758]

γειν καὶ πιλεῖν καὶ πυκνοῦν καὶ ξηραίνειν καὶ τυλοῦν δυνα-
μένων. οἷον γὰρ τετυλωμένη τις σάρξ ἐστι τὸ δέρμα. τὰ
μὲν οὖν οὕτως ἐνεργεῖν δυνάμενα φάρμακα πρώτως τε καὶ
κυρίως ἐπουλωτικὰ λέγεται· τὰ δ᾿ ἄλλα τὰ καθαιρετικὰ
δευτέρως τε καὶ κατὰ συμβεβηκὸς, ὥσπερ καὶ ὅσα χωρὶς τοῦ
στύφειν ἀδήκτως ξηραίνει. καὶ γὰρ ταῦτα εἰς οὐλὴν ἄγει
κατὰ συμβεβηκὸς, οἷόν τι φάρμακόν ἐστιν καὶ ἡ σμύρνα καὶ ἡ
λιθάργυρος. καὶ εἰ καυθείη τό τε ὄστρεον καὶ τὸ διφρυγὲς,
ἐπιπαττόμενα γὰρ καὶ ταῦτα ξηρὰ, πολλάκις ἐπούλωσεν. εἰδέ-
ναι δὲ χρὴ κᾀν τούτοις τοῖς λόγοις κᾀν τοῖς ἄλλοις ἅπα-
σιν, ἔνθα τὸ πολλάκις προστίθημι, τοῦτό με δηλοῦν ἐθέ-
λειν, ὅτι καὶ ἀποτυγχάνει τῆς ἐπαγγελίας ἐνίοτε τὰ τοιαῦτα,
διὰ τὸ μὴ πρώτως αὐτὴν μηδὲ κατὰ τὴν ἑαυτῶν δύναμιν
ἐργάζεσθαι. τὰ δ᾿ ἐπουλωτικὰ φάρμακα πᾶν μὲν ἕλκος
ἰσόπεδον ἐπουλεῖν τι δύναται, καθάπερ καὶ τὰ ῥυπτικὰ με-
τρίως καὶ ἀδήκτως τῶν κοίλων ἐστὶ πληρωτικά. λεχθήσε-
ται δ᾿ ἐπὶ πλεῖστον ὑπὲρ τῆς τῶν τοιούτων δυνάμεως ἐν

[11.759]

τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν, ᾗ κεκοινώνηκε
πολλαχόθι τουτὶ τὸ βιβλίον, ὡς καὶ κατὰ τὴν ἀρχὴν αὐτοῦ
προείρηται. διό μοι δοκῶ καταπαύσας ἤδη τὸν περὶ τούτων
λόγον ἐφ᾿ ἕτερόν τι γένος δυνάμεων μεταβήσεσθαι τῶν ἑλ-
κτικῶν τε καὶ ἀποκρουστικῶν ὀνομαζομένων.

05.17 ῾Ελκτικαὶ μὲν οὖν εἰσιν ὅσαι τὰ κατὰ
βάθος ἐπισπῶνται σφοδρότερον. ἀποκρουστικαὶ δὲ ὅσαι
πρὸς τὸ βάθος ἀπελαύνουσι τοὺς πλησιάζοντας ἐν αὐταῖς
χυμούς. ἡ δ᾿ οὐσία τῶν μὲν θερμή τ᾿ ἐστὶν καὶ λεπτομε-
ρὴς, τῶν δ᾿ ἔμπαλιν ψυχρά τε καὶ παχυμερής. ἕλκει μὲν
γὰρ ἀεὶ τὸ θερμὸν, ἀποκρούεται δὲ τὸ ψυχρόν. ἀλλὰ τὸ
μὲν λεπτομερὲς θερμὸν ἕλκει σφοδρότερον, τὸ δὲ παχυμερὲς
ψυχρὸν, οἷόν περ τὸ στῦφον ὠθεῖ βιαιότερον. ἐξ οὖν τοῦ
σφοδροῦ τῆς ἐνεργείας ἑκατέρῳ τοὔνομα. ἡ μὲν δὴ τῶν
στυφόντων ὕλη πρόδηλος· ἡ δὲ τῶν ἑλκτικῶν ἡ μέν τις αὐ-
τοφυής ἐστιν, ἡ δ᾿ ἐκ σηπεδόνος ὀξυνούσης ἔχει τὴν γένε-
σιν, αὐτοφυὴς μὲν ἥ τε τοῦ δικτάμου καὶ ἡ τῆς προπό-
λεως καὶ θαψίας καὶ ἡ τοῦ σαγαπηνοῦ καὶ ἡ τῶν ὀπῶν

[11.760]

τοῦ Κυρηναίου τε καὶ Μηδικοῦ, καὶ εἰ δή τις ἄλλος ὅμοιος
τούτοις ἐστίν. ἐκ σηπεδόνος δὲ ἥ τε τῆς ζύμης καὶ ἡ τοῦ
ψωρικοῦ καλουμένου. ἤδη δὲ καὶ ἡ κόπρος ἡ ἐκ ση-
πεδόνος ἅπασι μὲν ἂν οὕτω γε τῆς ἑλκτικῆς εἶεν δυνάμεως,
οὐ μικρὰ δ᾿ ἐν αὐταῖς ἡ διαφορά. ἡ μὲν γὰρ τῆς περιστε-
ρᾶς ἱκανῶς ἑλκτικὴ, τὸ δ᾿ ἶσον ἀφ᾿ ἑκατέρας ταύτης ἀφε-
στήκασιν ἐπὶ μὲν τὸ θερμότερον ἡ τοῦ χηνὸς, ἐπὶ δὲ τὸ
ψυχρότερον ἡ τοῦ ἀλεκτρυόνος. ἀπολείπεται δὲ ταύτης ἔτι
μᾶλλον ἥ τε τῶν ἀνθρώπων καὶ τῶν ὑῶν. ἡ δὲ τῶν κυνῶν
οἷά περ τὰ ῥυπτικὰ φάρμακα, καὶ μᾶλλον ὅταν ὀστᾶ κατ-
εσθίωσι. καὶ ἡ τῶν κροκοδείλων δὲ τῶν χερσαίων ἔτι καὶ
μᾶλλον ἀκριβοῖ τοῦτο. ἔστι δὲ καὶ ἕτερόν τι γένος ἑλκτι-
κῶν φαρμάκων, οἰκειότητι ποιότητος ἐπισπώμενον, ὅπερ
οὐδὲν ἄλλο ἐστὶν ἢ ὁμοιότητι τῆς ὅλης οὐσίας, ὥσπερ καὶ
τὰ τρεφόμενα τὰς οἰκείας τροφὰς ἐπισπᾶται. τῶν τοιούτων
δ᾿ ἐστὶ φαρμάκων καὶ τὰ καθαίροντα μὲν πάντα καὶ τῶν
ἀλεξητηρίων δ᾿ ἔνια. θερμὰ δ᾿ εἶναι χρὴ πάντα τὰ τοιαῦ-
τα. τῶν γὰρ ὁμοίων ταῖς οὐσίαις, τὸ θερμότερον ἑλκτικώ-

[11.761]

τερον ὑπάρχει, καὶ ὡς ἂν προσειληφὸς σύμμαχον τῇ ὁμοιό-
τητι τὴν θερμότητα. δυσὶ γὰρ αἰτίαις ἕλκον τὸ τοιοῦτον
πλεονεκτήσει τοῦ κατὰ τὴν ἑτέραν μόνην ἐπισπωμένου. διοί-
σει δ᾿ οὐδὲν ἐπισπαστικὴν λέγειν ἢ ἑλκτικὴν ἢ ἑλκυστικὴν
δύναμιν.

05.18 ᾿Αλλ᾿ ἐπεὶ καὶ περὶ τούτων αὐτάρκως εἴ-
ρηται, μεταβῶμεν ἐπὶ τὰς ἀλεξητηρίους τε καὶ ἀλεξιφαρμά-
κους ὀνομαζομένας δυνάμεις. ἔστι δὲ καὶ τούτων ἡ φύσις
διττὴ, τῶν μὲν ἀλλοιούντων, τῶν δ᾿ ἐκκενούντων τοῦ πε-
πονθότος σώματος ἢ τὸν φθαρτικὸν ἰὸν ἢ τὸ δηλητήριον
φάρμακον. ἀλλοιοῖ μὲν οὖν ἤτοι κατά τινα ποιότητα μίαν
ἢ συζυγίαν ἐκ δυοῖν ἢ κατὰ τὰς ὅλας οὐσίας, ἐκκενοῖ δὲ τῇ
τῆς ὅλης οὐσίας ὁμοιότητι καὶ τῇ λεπτομερεῖ θερμότητι.
τέτταρες οὖν αἱ πᾶσαι διαφοραὶ γενήσονται τῆς ἐξ αὐτῶν
ὠφελείας, δύο μὲν ἀλλοιωτικαὶ καὶ δύο κενωτικαί. καὶ ἡ
μὲν δὴ τῇ τῆς ποιότητος ἐναντιώσει βοηθοῦσα πρόδηλος.
εἰ μὲν γὰρ ψυχρὸν εἴη τὸ δηλητήριον φάρμακον, ἢ ὁ ἰὸς ὁ
τοῦ ζώου, πρὸς τῶν θερμαινόντων ὠφεληθήσονται φαρμά-

[11.762]

κων· εἰ δὲ θερμὸν, ὑπὸ τῶν ψυχόντων· καὶ εἰ μὲν ξηρὸν,
ὑπὸ τῶν ὑγραινόντων, εἰ δὲ ὑγρὸν, ὑπὸ τῶν ξηραινόντων·
οὕτω δὲ καὶ εἰ μὲν ψυχρὸν ἅμα καὶ ὑγρὸν, ὑπὸ τῶν ξη-
ραινόντων καὶ θερμαινόντων, εἰ δὲ θερμὸν καὶ ξηρὸν, ὑπὸ
τῶν ὑγραινόντων καὶ ψυχόντων, καὶ κατὰ τὰς λοιπὰς δύο
συζυγίας ἀνάλογον. οὐκ ἄδηλος δὲ οὐδὲ ἡ διὰ τῆς καθ᾿
ὅλην τὴν οὐσίαν τῶν δυνάμεων ἀλλοίωσίς ἐστιν τοῖς μεμνη-
μένοις τῶν προαποδεδειγμένων ἔν τε τοῖς περὶ τῶν φυσι-
κῶν δυνάμεων ὑπομνήμασιν καὶ προσέτι τοῖς περὶ κράσεων.
αἱ γὰρ ἀλλοιοῦσαι τὰ δηλητήρια φάρμακα δυνάμεις ἐν τῷ
μέσῳ τὴν φύσιν εἰσὶ τῶν τε πασχόντων σωμάτων καὶ ἀδι-
κούντων αὐτὰ φαρμάκων, ὥστ᾿ ἀνάλογον ἔχειν ὡς τὸ σῶμα
πρὸς τὴν ἀλεξητήριον δύναμιν, οὕτως ἐκείνην πρὸς τὸ δη-
λητήριον, ὡσαύτως δὲ καὶ ὡς τὸ δηλητήριον πρὸς τὸ ἀλε-
ξητήριον, οὕτως καὶ τὸ ἀλεξητήριον πρὸς τὸ σῶμα. καὶ διὰ
τοῦτο τὰ τοῖς δηλητηρίοις ἐναντιούμενα σχεδὸν ἅπαντα πλείω
ληφθέντα μεγάλως ἀδικεῖ τὸ τοῦ ζώου σῶμα. χρὴ
τοίνυν ἐν τοσαύτῃ δίδοσθαι συμμετρίᾳ ποσότητος πάσας τὰς

[11.763]

τοιαύτας δυνάμεις ὡς μήτε τῷ πλήθει βλάπτειν τὸ σῶμα
μήτε δι᾿ ὀλιγότητα νικᾶσθαι πρὸς τῶν δηλητηρίων. ἀλλὰ
τοῦτο μὲν ἤδη τῆς θεραπευτικῆς ἐστι μεθόδου, νυνὶ δὲ τῶν
ἐφεξῆς ἐχώμεθα. πᾶς δηλητήριος ἰὸς ὑπὸ τῶν ἔξωθεν ἐπι-
τιθεμένων ἐκκενοῦται φαρμάκων, οἷον ἤτοι θερμότητι τὴν
ὁλκὴν ποιουμένων, ἢ τῇ τῆς ὅλης οὐσίας ὁμοιότητι. χρὴ δὲ
κᾀνταῦθα μέσον ὡς ἔνι μάλιστα τῇ φύσει τὸ ἀλεξητήριον
ὑπάρχειν τοῦ τε σώματος οὗ θεραπεύει καὶ τοῦ βλάπτοντος
ἰοῦ. ἂν γὰρ ἐναντιώτατον ᾖ τοῦ σώματος, δράσει μᾶλλον
εἰς αὐτὸ καθάπερ τι δηλητήριον, οὐ κενώσει τὸν ἰόν. ἵνα
γὰρ ἀναλάβωμεν ἕνεκα σαφηνείας αὖθις τὸ σύμπαν, εἰδέναι
χρὴ τὰς δηλητηρίας ἁπάσας δυνάμεις ἐναντιωτάτας οὔσας
τῇ κράσει τοῖς βλαπτομένοις ὑπ᾿ αὐτῶν σώμασιν. εἴπερ οὖν
ὑπὸ τῶν ὁμοίων τῇ κράσει κενοῦνται φαρμάκων, εἴη ἂν δή-
που καὶ ταῦτα ταῖς τῶν σωμάτων φύσεσιν ἐναντία. καὶ
μὲν δὴ καὶ ἔστιν ἐναντία πως, οὐ μὴν εἰς τοσοῦτόν γε ὡς
ἀναιρεῖν, ἀλλ᾿ ἐπαμφοτερίζειν μᾶλλον ἐν τῷ μέσῳ καθεστη-
κότα τῶν τε βλαπτόντων ἄντικρυς τὸ τοῦ ζώου σῶμα καὶ

[11.764]

τῶν ὠφελούντων. εἴτε δὲ δηλητηρίους δυνάμεις, εἴτε φθαρ-
τικὰς, εἴτε φθοροποιοὺς, εἴτε ὁπωσοῦν ἐθέλοις ἄλλως
καλεῖν, οὐ διοίσει, κατὰ ταὐτὰ δὲ κᾂν ἀλεξητηρίους ἢ ἀλε-
ξιφαρμάκους. οὐ μὴν οὐδ᾿ εἰ τὰς μὲν τῶν ἰοβόλων θηρίων
ἰατικὰς ἀλεξητηρίους ἐθέλοι τις ὀνομάζειν, τὰς δὲ τῶν δη-
λητηρίων ἀλεξιφαρμάκους, ὥσπερ ἤδη τινὲς ἠξίωσαν, οὐδὲ
πρὸς τούτους ἀμφισβητέον ὑπὲρ τῶν ὀνομάτων. οὐ γὰρ ἐκ
τούτων τὸ προσηκόντως ἰᾶσθαι τὰς νόσους, ἀλλ᾿ ἐκ τῆς
τῶν πραγμάτων παραγίγνεται ἐπιστήμης.

05.19 ᾿Επεὶ δὲ καὶ περὶ τούτων ὅσον εἰς τὰ
παρόντα συμμέτρως εἴρηται, ἤδη μεταβῶμεν ἑξῆς ἐπὶ τὸν
τῶν ἀνωδύνων τε καὶ παρηγορικῶν ἢ πραϋντικῶν ἢ ὅπως
ἄν τις ὀνομάζειν ἐθέλοι δυνάμεων λόγον. ἀνώδυνος οὖν
δύναμις ἡ μέν τις ὄντως ἐστὶν, ἡ δὲ λέγεται μόνον, ὡς εἰ
καὶ τὸν νεκρὸν ἄνθρωπον ἀνώδυνον εἴποι τις. ἡ μὲν οὖν
ὄντως ἀνώδυνος ἡ τῶν θερμαινόντων ἐστὶ κατὰ τὴν πρώ-
την τάξιν, ὅταν ἐν οὐσίᾳ λεπτομερεῖ περιέχηται. ἡ δὲ τῶν
λεγομένων ψυχρῶν, ὅταν ἀκραιφνεῖ ψύξει χρώμενα ναρ-

[11.765]

κώσῃ τὸ μόριον· ἔστι δ᾿ ἡ νάρκη μικροῦ δεῖν ἀναι-
σθησία. τὰ δὲ τῷ τὴν διάθεσιν ἰᾶσθαι παύοντα τὰς ὀδύ-
νας οὐκ ἂν εὐλόγως ἀνώδυνα λέγοιτο. κοινὸν γὰρ τοῦτο
πᾶσι τοῖς θεραπεύουσιν ὑπάρχει. τὰ τοίνυν ὄντως ἀνώ-
δυνα λεπτομερῆ τε εἶναι χρὴ καὶ οὐ πολλῷ θερμότερα τῶν
συμμέτρων, ἕνεκα τοῦ κενῶσαί τε καὶ διαφορεῖν καὶ ἀραιῶ-
σαι καὶ λεπτῦναι καὶ συμπέψαι καὶ ὁμαλῦναι πᾶν ὅσον ἐν
τοῖς ὀδυνωμένοις μορίοις ἢ χυλῶν δριμέων ἢ γλίσχρων ἢ
παχέων, ἢ πολλῶν ἐμπεφραγμένων ἐν πόροις λεπτοῖς, ἢ καί
τινος ἀτμώδους τε καὶ παχέος ἢ ἱκανῶς ψυχροῦ πνεύματος
ἐναπείληπταί τε καὶ κατακέκλεισται, διέξοδον οὐκ ἐπιτηδείαν
ἔχοντος. οὐδὲν οὖν αὐτοῖς ὅλως χρὴ προσεῖναι στυ-
φούσης δυνάμεως, οὐδ᾿ ἂν ὁ τόπος ἢ τὸ πάθος προσδέη-
ται· ἐξ ὧν δῆλον ὡς ἐνίοτε μὲν οὐδὲν ὠφελήσει τὴν διά-
θεσιν, ἀλλὰ τὴν ὀδύνην παρηγορήσει μόνον, ἡνίκα καὶ ὄντως
ἀνώδυνα λεχθήσεται, ἐνίοτε δὲ καὶ τὴν διάθεσιν αὐτὴν
ἐπωφελήσει τι καὶ δύναμιν ἕξει διττὴν, ἀνώδυνόν τε ἅμα

[11.766]

καὶ ἰωμένην φάρμακον. ἐπὶ πλέον δὲ καὶ περὶ τῶν τοιού-
των ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου λεχθήσεται γράμμα-
σιν. ἐν δὲ τῷ παρόντι ἐπαρκεῖ διελθεῖν ὡς τούτων τῶν
ἀνωδύνων ἰδίως ὀνομαζομένων φαρμάκων ἔνια μὲν, ὥσπερ
εἴρηται, τῆς πρώτης ἐστὶ τῶν θερμαινόντων τάξεως, ἅπερ
δὴ καὶ ὄντως ἐστὶν ἀνώδυνα, καθάπερ τὸ ἀνήθινον ἔλαιον,
ἔνια δὲ παραπλησίως αὐτῷ τῷ ἡμετέρῳ σώματι, καθάπερ
τὰ διαπυητικὰ προσαγορευόμενα, περὶ ὧν τῆς ὕλης ἔμπρο-
σθεν εἴρηται. διορισθήσεται δὲ ὑπὲρ τῆς χρήσεως αὐτῶν ἐν
τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. τὰ δὲ καταφο-
ρὰν ἐργαζόμενα ποθέντα, καὶ διὰ τοῦτο ἀνώδυνά τε καὶ
ὑπνωτικὰ πρὸς τῶν πολλῶν προσαγορευόμενα τῆς ἐναντιω-
τάτης ἐστὶ κράσεως τοῖς ὄντως ἀνωδύνοις. ψύχει γὰρ ἅπαντα
τὸ σῶμα καὶ ναρκοῖ τὴν αἴσθησιν εἰς τοσοῦτον ὥστ᾿ εἰ
βραχεῖ πλείω ποθείη, θάνατον ἐπιφέρει. ἄριστα δ᾿ αὐτῶν
ἐστιν εἰς τὴν προκειμένην χρείαν ὅσα ξηραίνει. καὶ ὅσα γε
πλῆθος ὑγρότητος ἔχει ψυχρᾶς, ὥσπερ καὶ τὸ κώνειον, οὐκ
ἀγαθὰ πινόμενα· τοιοῦτος δ᾿ ἐστὶν καὶ ὁ μανδραγόρας,

[11.767]

πλὴν τοῦ φλοιοῦ τῆς ῥίζης ξηροῦ, καὶ ὑοσκύαμος, πλὴν τοῦ
σπέρματος. ἄμεινον δὲ ἐν τούτοις τὸ λευκὸν σπέρμα τοῦ
μέλανος. ἔνια δὲ ὅλαις ταῖς οὐσίαις ἐστὶν ἡμῖν ἐναντία,
καὶ διὰ τοῦτο, κᾂν ἐλάχιστα ληφθῇ, βλάπτει πάντως, οἷον
ἥ τε δρυόπτερις καὶ ἡ πιτυοκάμπη καὶ ἡ θαψία καὶ τὸ
στρύχνον τὸ μανικὸν καὶ ὑδράργυρος, ἔνιοί τε τῶν μυκή-
των, καὶ τὸ σίαλον καὶ χολαὶ τῶν ἰοβόλων ζώων. τὰ γὰρ
τοιαῦτα πάντα τῷ γένει δηλητήρια καθέστηκεν, οὐ τῷ
ποσῷ. καὶ διὰ τοῦτο οὐδὲν ἐξ αὐτῶν εἰς τὰς ἀλεξητηρίους
ἀντιδότους ἐμβάλλεται, καθάπερ ὁ τοῦ μήκωνος ὀπὸς καὶ
ὁ σμύρνα καὶ ὁ στύραξ καὶ ὁ κρόκος. ταῦτα γὰρ, εἰ μὲν
πλείω ποθείη, τὰ μὲν ἐκμαίνει, τὰ δὲ θάνατον ἐπιφέρει.
μετὰ συμμετρίας δέ τινος ἐπιμιγνύμενα τοῖς ἄλλοις ἀρήγει.
ὅσα δ᾿ ἐξ αὐτῶν βλάπτει τὴν διάνοιαν, εὐθὺς μέν ἐστιν
τὰ πλεῖστα καρηβαρικὰ, πλήθους ἀτμῶν μοχθηρῶν ἐμπι-
πλῶντα τὴν κεφαλήν. ἅπτεται δ᾿ ἔνια καὶ τοῦ στόματος
τῆς γαστρὸς, ὡς συμπάσχειν τὰ κατὰ τὴν κεφαλήν. κοινῇ
δὲ σύμπαντα κατὰ διττὸν τρόπον ἀδικεῖ τὸν ἐγκέφαλον, ἢ

[11.768]

ταῖς ὅλαις οὐσίαις ἐναντία καθεστῶτα, ἢ κατὰ μίαν ἢ δύο
ποιότητας ὑπαλλάττοντα τὴν κρᾶσιν.

05.20 ᾿Επεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρη-
ται πρός γε τὰ παρόντα, καιρὸς ἂν εἴη τὰ κεφάλαια τῶν
εἰρημένων ἀναλαβόντα προσθεῖναι τὰ δοκοῦντα λείπειν τῷ
λόγῳ. κατὰ μὲν γὰρ αὐτὴν τὴν ἀλήθειαν οὐδὲν ὑπόλοι-
πόν ἐστι, πασῶν μὲν ἤδη τῶν δευτέρων δυνάμεων εἰρημέ-
νων, ὁποῖαί τινές εἰσι κατὰ γένος, οὐκ ὀλίγων δὲ καὶ τῶν
κατ᾿ εἶδος αὐταῖς προσκειμένων ὥσπερ παραδείγματα, ἀφ᾿
ὧν ἄν τις ὁρμώμενος ἐπέρχεσθαι δύναιτο τὰς ὑπολοίπους.
ἀλλ᾿ ἕνεκα σαφηνείας οὐδὲν ἂν εἴη χεῖρον ἐν κεφα-
λαίοις βραχέσιν ἀναλαβεῖν ὑπὲρ αὐτῶν. αὐτίκα γέ τι καὶ
καθαρτικήν τινα δύναμιν ὀνομάζουσιν ἅπαντες, οὐ μὴν
παρακολουθοῦσί γε πάντες ὁμοίως ὅτι δύο σημαίνει τοὔ-
νομα, τὸ μέν τι κοινὸν ἐπὶ πᾶσι τοῖς ὁπωσοῦν ἐκκαθαί-
ρουσι τὰ τοῦ ζώου περιττώματα, τὸ δέ τι κατ᾿ ἐξοχὴν
ἐπὶ τοῖς δι᾿ ἐμέτων ἢ ὑπαγωγῆς γαστρός· οὐδ᾿ ὡς ὁμο-
γενής ἐστι ταῖς τοιαύταις καθάρσεσιν, ἤτοι διὰ ῥινῶν καὶ

[11.769]

στόματος γιγνομένη. καλοῦσι δὲ τὰ μὲν διὰ τῶν ῥινῶν ἐγ-
χεόμενα φάρμακα, τοῦ καθῆραι τὴν κεφαλὴν ἕνεκεν, ἔῤῥινα,
τὰ δ᾿ ἀνακογχυλιζόμενα καὶ μασώμενα πάνθ᾿ ἑνὶ παρα-
λαβόντες ὀνόματι προσαγορεύουσιν ἀποφλεγματίζοντα, καὶ
τὰς δυνάμεις δ᾿ αὐτῶν ἀποφλεγματικὰς ὀνομάζουσιν. ὁμο-
γενῆ δὲ τούτοις ἐστὶν καὶ ὅσα ταῖς μήτραις προστιθέμενα
καθαίρει. πάντα γὰρ ὅσα καθαίρειν κατέλεξα δύναμιν
ἑλκτικὴν ἔχει, τὰ μὲν ἑνός τινος χυμοῦ, τὰ δὲ δυοῖν ἢ
καὶ πλειόνων, καὶ τοῦτο αὐτοῖς κοινόν. ὡς ὅσα γε τῷ
λεπτύνειν τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς ἢ οὖρα κινεῖν
πέφυκεν, ἢ ταῖς ἐκ θώρακος καὶ πνεύμονος ἀναπτύσεσιν
ἀρήγειν, ἐκκαθείρει μὲν καὶ αὐτὰ, καλεῖται δ᾿ οὐχ ὁμοίως
τοῖς προειρημένοις, ἀλλὰ τὰ μὲν οὐρητικὰ καὶ βηχικὰ, τὰ
δ᾿ ἐμμήνων ἀγωγὰ, διαλλάττοντα τῶν προειρημένων, ὅτι
δύναμιν ἑλκτικὴν οἰκείων χυμῶν οὐκ ἔχει καθάπερ ἐκεῖνα.
δεῖται δὲ οὖν κᾀν τούτοις ὁ λόγος ἑτέρου διορισμοῦ τοι-
οῦδε. τὰ μὲν ἐν πεσσοῖς, ἢ πυρίαις, ἤ τινι τοιούτῳ τρόπῳ

[11.770]

ταῖς μήτραις προστιθέμενα, κατὰ διττὴν αἰτίαν ἐνεργεῖ, τὰ
μὲν τῷ θερμαίνειν μόνον προκαλούμενα, τὰ δὲ ταῖς ὀνο-
μαζομέναις ἑλκτικαῖς τε καὶ καθαρτικαῖς δυνάμεσιν, ἃς ἐπε-
δείξαμεν οἰκειότητι τῶν ἑλκομένων τὰς κενώσεις ἐργάζεσθαι.
ὅσα δὲ πίνεται, τῷ λεπτύνειν μὲν τὸ αἷμα, τοὺς πόρους
δ᾿ ἐκφράττειν τε καὶ ἀναστομοῦν, οὐ μὴν ἑλκτικῇ γέ τινι
δυνάμει τὰς κενώσεις ποιεῖται. τὰ μὲν δὴ πρότερα τοῖς κα-
θαίρουσίν ἐστιν ὁμογενῆ, τὰ δὲ δεύτερα τοῖς γάλα καὶ
σπέρμα γεννῶσιν, περὶ ὧν ὀλίγον ὕστερον εἰρήσεται διελ-
θόντων ἡμῶν πρότερον περὶ τῶν βηχικῶν, ἐπειδὴ καὶ ταῦτα
διττῶς ὠνόμασται, τὰ μὲν τῷ ποιεῖν βῆχας, τὰ δὲ τῷ παύ-
ειν μόνον. δυνάμεις δ᾿ αὐτῶν ἐναντιώταται. τὰ μὲν γὰρ
τῆς λεπτυντικῆς ἐστι φύσεως, τὰ δὲ τῆς παχυντικῆς. ἡ μὲν
οὖν λεπτυντικὴ δύναμις ἐν θερμαῖς καὶ λεπτομερέσιν οὐ-
σίαις, ἡ παχυντικὴ δὲ ψυχραῖς καὶ παχυμερέσιν ἐγγίγνεται.
οὗτος μὲν οὖν ὁ λόγος ἐνταῦθα τελευτάτω. μεταβαίνειν δὲ
προσῆκεν ἐπὶ τὸν ὀλίγον ἔμπροσθεν ἀναβληθέντα. κοινω-
νία γάρ τίς ἐστι καὶ ὁμοιότης ἔργων τε καὶ δυνάμεων ἔν

[11.771]

τε τοῖς προτρέπουσι καὶ παύουσι καταμήνιά τε καὶ γά-
λα καὶ σπέρμα. παράκειται δέ πως αὐτοῖς τά τ᾿ οὐρητικὰ
καὶ τὰ βηχικὰ, διὸ καὶ λεκτέον ὑπὲρ ἑκάστων ἐν μέρει.

05.21 Γάλακτος καὶ σπέρματος ποιητικαὶ δυ-
νάμεις εἰσὶν αἱ μὲν ἐν φαρμάκοις μόνον, αἱ δὲ καὶ ἐν τρο-
φαῖς. ἐν φαρμάκοις μὲν, ἐπειδὰν τοὺς φλεγματικοὺς χυμοὺς
ἐκθερμαίνοντες εἰς αἷμα μεταβάλλωμεν, ἐν τροφαῖς δὲ
κατὰ τὴν τῆς ὅλης οὐσίας ὁμοιότητα, κᾀπειδὰν εὐχυμοί τε
καὶ ὑγραὶ μετρίως ὦσι καὶ θερμότητος χλιαρᾶς, οἵας πέρ
ἐστι καὶ τὸ γάλα. συμμέτρου μὲν γὰρ τῷ ζώῳ θερμότητος
τὸ αἷμα μετέχει, πλείονος δὲ ἢ κατὰ τὸ μέτρον ἡ ξανθὴ
χολὴ καθάπερ τὸ φλέγμα ψυχρότητος. ἐν τῷ μέσῳ δ᾿
ἐστὶ φλέγματός τε καὶ αἵματος ὅσον ἐπὶ τῇ θερμότητι τὸ
γάλα, οὐ μὴν ἶσόν γε ἀφέστηκεν ἑκατέρου, ἀλλ᾿ ἔστιν ποῤ-
ῥώτερον μὲν τοῦ φλέγματος, ἐγγύτερον δὲ τοῦ αἵματος.
ὅταν οὖν ἐνδεῶς ἀθροίζηται τὸ γάλα κατὰ τοὺς μαστοὺς,
ἐθέλῃς δὲ πλέον γενέσθαι, διάσκεψαι περὶ τοῦ αἵματος· ἤτοι
γὰρ ἔλασσόν ἐστι τοῦ προσήκοντος ἢ μοχθηρότερον. τὸ μὲν

[11.772]

οὖν ἔλαττον ὑγραινούσης τε καὶ θερμαινούσης δεῖται τῆς
συμπάσης διαίτης, τὸ δὲ μοχθηρότερον, εἰ μὲν χολῶδες ὑπάρ-
χει, καθάρσεως μὲν πρῶτον, εἶθ᾿ οἵας εἴρηται διαίτης· εἰ δὲ
φλεγματικὸν, φαρμάκων θερμαινόντων μὲν, ἤτοι κατὰ τὴν
πρώτην ἢ δευτέραν τάξιν, οὐ μὴν ξηραινόντων. καλλίω δ᾿
αὐτῶν ὅσα μὴ φάρμακα μόνον ἐστὶν, ἀλλὰ καὶ τροφαὶ,
εὔζωμα καὶ μάραθρα καὶ ἄνηθα. λέγω δὲ καὶ τὰς πόας
αὐτὰς χλωρὰς ἔτι καὶ ὑγράς. καὶ γὰρ ξηραὶ ξηραίνουσί τε
καὶ θερμαίνουσι πλέον ἢ δεῖ. τούτου δὲ τοῦ γένους ἐστὶ
καὶ σμύρνιον καὶ σέλινον καὶ σίον καὶ πόλιον, καὶ ταῦτα
χλωρὰ, πρὶν ξηρανθῆναι. τὰ γάρ τοι ξηραίνοντα πάντα τὴν
ἰκμάδα τοῦ αἵματος ἐκβοσκόμενα παχύτερον ἅμα καὶ ἔλατ-
τον αὐτὸ καθίστησι, καὶ θερμότερον μὲν τοῦ δέοντος, εἰ
θερμὰ τὴν φύσιν ὑπάρχει, ψυχρότερον δ᾿, εἰ ψυχρά. δεῖται
δὲ δή που συμμέτρως τε εἶναι θερμὸν καὶ οὐδαμῶς παχὺ
πρὸς τὴν τοῦ γάλακτος γένεσιν, ὅθεν ὅσα μὲν τοιαῦτα
σβέννυσι μᾶλλον ἢ γεννᾷ τὸ γάλα, τὰ δὲ θερμαίνοντα μὲν,
ὡς εἴρηται, ξηρότητος δ᾿ ἐπιφανοῦς μηδεμιᾶς μετέχοντα, γά-

[11.773]

λακτος ἔχειν γεννητικὰς δυνάμεις εἰκότως ἐλέχθη. ταυτὶ μὲν
οὖν ὀλίγα τὸν ἀριθμόν. οὐδὲ γὰρ οὐδὲ ῥᾳδίως ἐστὶ τῆς
προειρημένης ἐν τῇ κράσει συμμετρίας ἐπιτυχεῖν. ἄπειρα δὲ,
ὡς ἂν οὕτω τις εἴποι, καὶ ἀπερίληπτα ὅσα βλάπτει γάλα·
καὶ γὰρ ὅσα πλέον ἢ χρὴ θερμαίνει, καὶ ὅσα ξηραίνει καὶ
ὅσα ψύχει, τὰ μὲν τῇ ποιότητι τοῦ αἵματος λυμαινόμενα, τὰ
δὲ τὴν οὐσίαν ὅλην ἐλάττονα ποιοῦντα, κωλύει γενέσθαι
τὸ γάλα.

05.22 Παραπλησίαν δὲ τοῖς εἰρημένοις ἔχει δύ-
ναμιν ὅσα προτρέπειν ἢ παύειν ἐπιμήνια πέφυκεν. ὕλη γὰρ
ἀμφοῖν κοινὴ τὸ ἐν ταῖς φλεψὶν αἷμα. τοῦτο οὖν ὅταν
εὔρουν τε ἅμα καὶ τῇ ποσότητι σύμμετρον ὑπάρχῃ, χορη-
γίαν ἄφθονον ἑκατέρῳ παρέχει. καὶ μὲν δὴ καὶ διότι κοι-
ναὶ μαστοῖς τε καὶ ὑστέραις οὐ μικραὶ φλέβες εἰσὶν, καὶ τί-
νες αὗται τυγχάνουσιν οὖσαι, λέλεκται δι᾿ ἑτέρων. ταῦτά τοι
κᾀπειδὰν ἐπὶ θάτερα τῶν μορίων φέρηται τὸ αἷμα, ξηραί-
νεται θάτερα. καὶ διὰ τοῦθ᾿ ὅσαις τὰ καταμήνια φέρεται
συμμέτρως, οὐκ ἀθροίζουσιν ἐν μαστοῖς τὸ γάλα, καὶ ὅσαις

[11.774]

ἄφθονον τοῦτο, τὰ καταμήνια τελέως ἴσχεται. θαυμαστὸν
οὖν οὐδὲν, εἰ τὰ διαιτήματα καὶ τὰ φάρμακα παραπλήσια
τά τε γεννῶντα καὶ τὰ παύοντα τὴν ἐφ᾿ ἑκάστῳ μηνὶ κά-
θαρσιν ἐξ ὑστερῶν καὶ τὴν ἐν μαστοῖς τοῦ γάλακτος
γένεσιν. τοσόνδε μέντοι διαφέρουσιν καθ᾿ ὅσον θερμο-
τέρων τε καὶ τμητικωτέρων ἐνίοτε τὰ κατὰ τὰς μήτρας
χρῄζει. καὶ γὰρ ἀνεστομῶσθαι δέονται μᾶλλον αἱ τῇδε φλέ-
βες ἤπερ αἱ κατὰ τοὺς μαστοὺς, καὶ τοῦ αἵματος εὐρου-
στέρου χρῄζουσιν, ὡς ἂν μηδὲν αὐτῆς τῆς μήτρας συντε-
λούσης εἰς τὴν φορὰν αὐτοῦ. πέμπεται γὰρ εἰς τὰς ἐν αὐ-
τῇ φλέβας, οὐχ ἕλκεται τὰ καταμήνια. εἰς μαστοὺς δ᾿ οὐ
πέμπεται μόνον, ἀλλὰ καὶ ἕλκεται, καὶ διὰ τοῦτο βραχυτέ-
ρας ἐπικουρίας ἐκ φαρμάκων προσδεῖται τὸ μὴ παραγενό-
μενον αὐτάρκως εἰς μαστοὺς αἷμα. καὶ ὅσα γε τὸ αἷμα
ὑπέρχεσθαι προτρέπει, ταῦτα καὶ τὰς ἐλλιπεῖς καθάρσεις
ὠφελεῖ. τὰς δ᾿ ἐπὶ πλέον βεβλαμμένας, ἢ καὶ παντάπασιν
ἰσχομένας, οὐκέτ᾿ οὐδὲν τῶν τοιούτων ἰᾶται, ἀλλὰ βράθυ

[11.775]

καὶ μεῖον ἴρις τε καὶ καλαμίνθη, καὶ γλήχων καὶ δίκταμον
ἄσαρόν τε καὶ κόστος ἥ τε κασία καὶ τὸ κιννάμωμον, ἄμω-
μόν τε καὶ ἀριστολοχία, καὶ τὸ βούνιον, ὅσα τ᾿ ἄλλα τοιαῦτα,
τὰς παντελεῖς ἐπισχέσεις τῶν κατὰ μήτρας καθάρσεων ἰᾶται.
τὰ γὰρ τοιαῦτα καὶ τοῖς οὔροις ποδηγεῖ. ἀλλὰ τῶν αὐτῶν
δὴ τοῦτο μόνον οὐρητικῶν ὀνομαζομένων φαρμάκων διαλ-
λάττει, τῷ μὴ ξηραίνειν ἰσχυρῶς. τὸ μὲν γὰρ θερμαίνειν ἐν
τρισὶ γένεσι τῶν φαρμάκων κοινὸν, ὅσα γε τῇ τοῦ γάλα-
κτος γενέσει συνεργεῖ, καὶ ὅσα ταῖς τῶν καταμηνίων τε καὶ
οὔρων φοραῖς. διαφέρει δὲ τῷ τε ποσῷ τῆς θερμότητος
καὶ τῷ τὰ μὲν ξηραίνειν, τὰ δὲ μή. ὅσα μὲν γὰρ οὔτε ξη-
ραίνει καὶ θερμαίνει μετρίως, εἰς γάλακτος γένεσιν χρηστά·
τὰ δ᾿ ἐπὶ πλέον θερμαίνοντα, μὴ μέντοι γε ἰσχυρῶς ξη-
ραίνοντα, ταῖς τῶν καταμηνίων φοραῖς ἀγαθά. οὔρησιν δὲ
καὶ ταῦτα μὲν ἀμφότερα προτρέπει, καὶ πρὸς τοῦτο δὲ
οὐδὲν ἧττον ὅσα θερμαίνει ξηραίνοντα. καὶ διὰ τοῦτο ἐξαι-
ρέτως οὐρητικὰ τὰ τοιαῦτα κέκληται, οὐ διὰ τὸ μόνα κι-
νεῖν τὴν οὔρησιν, ἀλλὰ τὸ μόνην ἄνευ τοῦ καταμήνια καὶ

[11.776]

γάλα. πρὸς γὰρ αὖ τοῖς ἄλλοις οὐδὲ ταῖς ἐκ θώρακος καὶ
πνεύμονος ἀναπτύσεσιν ἐπιτήδεια τὰ ξηραίνοντα. δεῖται γὰρ
κᾀκεῖνα τέμνεσθαι μὲν, μὴ ξηραίνεσθαι δὲ, καθάπερ γε οἱ
κατὰ νεφροὺς καὶ κύστιν λίθοι. λέλεκται δὲ ὑπὲρ τῶν τοι-
ούτων φαρμάκων ἔμπροσθεν.

05.23 ῞Ωσπερ δὲ γάλακτος, οὕτω καὶ σπέρματος
εἰώθασιν ὀνομάζειν ἔνια μὲν γεννητικὰ, καὶ τούτοις ἐναντία
τὰ σβεστικὰ, προκλητικὰ δ᾿ ἕτερα, καὶ τούτοις ἐναντία τὰ
ἐπισχετικά. γεννητικὰ μὲν οὖν ἐστι τὰ γεννῶντα τὸ μὴ πρό-
τερον ὑπάρχον, σβεστικὰ δὲ τὰ φθείροντα· προκλητικὰ δὲ
τὰ τὸ συνηθροισμένον ἐν βάθει πρὸς τοὐμφανὲς ἄγοντα,
καὶ τούτοις ἐναντία τὰ ἐπισχετικά. γεννητικὰ μὲν οὖν σπέρ-
ματός ἐστιν ἐδέσματα ὅσα τρόφιμά τε ἅμα καὶ φυσώδη καὶ
ταῖς ὅλαις οὐσίαις ἐστὶν οἰκεῖα· φάρμακα δ᾿ ὅσα πνευμα-
τώδη καὶ θερμά· σβεστικὰ δὲ τὰ ξηραίνοντα πάντα καὶ τὸ
ψύχοντα πάντα καὶ ταῖς οὐσίαις ἐναντία, καὶ μὲν δὴ καὶ
προκλητικὰ μὲν ὅσα φυσώδη τ᾿ ἐστὶ καὶ θερμὰ χωρὶς τοῦ
ξηραίνειν, ἐπισχετικὰ δὲ τὰ ἐναντία. τῆς γὰρ τοῦ σπέρ-

[11.777]

ματος οὐσίας ἐκ χρηστοῦ περιττώματος ἐχούσης τὴν γένεσιν,
οὔσης δὲ καὶ πνευματώδους, τρόφιμά τε ἅμα καὶ πνευμα-
τώδη χρὴ πάνθ᾿ ὑπάρχειν ὅσα γεννᾷν καὶ προκαλεῖσθαι δύ-
νηται σπέρμα. βολβοὶ μὲν οὖν ἐρέβινθοί τε καὶ κύαμοι καὶ
πολύποδες καὶ κῶνος ἐδέσματα πολύσπερμα λέγεται
καὶ ἔστι· σκίγκος δὲ καὶ σατύριον φάρμακα. τροφαὶ δ᾿
ἅμα καὶ φάρμακα πολύσπερμα τό τε τῆς λίνου σπέρμα καὶ
τὸ εὔζωμον. ὅσα δὲ ψύχειν πέφυκεν ἐδέσματά τε καὶ φάρ-
μακα, παχύνοντά τε καὶ πηγνύντα, καὶ στάσιμον ἐργαζό-
μενα τὸ σπέρμα, τὴν τῶν ἐπισχόντων αὐτὰ δύναμιν, οὐ τὴν
τῶν φθειρόντων ἔχει. θριδακίναι μὲν γὰρ καὶ βλίτα καὶ
ἀτραφάξιες καὶ κολοκυνθὶς καὶ μόρα καὶ μηλοπέπονές τε καὶ
σίκυοι, ἤν τε καὶ πέπονες, ἤν τε καὶ μὴ πέπονες ὦσιν. ὅσα
δὲ ξηραίνει, τὴν ἀρχὴν οὐδ᾿ ἐπιτρέπει γενέσθαι τὸ σπέρμα,
κᾂν θερμὰ τὴν φύσιν ὑπάρχῃ, καθάπερ τὸ πήγανον. εἰ δὲ
καὶ μὴ θερμαίνει, πολὺ μᾶλλον, ὡς ἡ νυμφαία. ταῦτα μέν
γε καὶ κατὰ τὴν ἰδιότητα τῆς οὐσίας εὔλογον ἐναντίως
ἔχειν σπέρματι. τὴν δ᾿ αὐτὴν ἀναλογίαν ἐδεσμάτων τε καὶ

[11.778]

φαρμάκων ἐπί τε γάλακτός ἐστιν εὑρεῖν καὶ καταμηνίων.
καθ᾿ ἕτερον δὲ τρόπον ὑπὸ ταὐτὸ πέπτωκε γένος αὐτοῖς
ὅσα ταῖς ἐκ τῶν ἀναπνευστικῶν ὀργάνων ἀναπτύσεσι τιμω-
ρεῖται καὶ ὅσα κινεῖν οὔρησιν πέφυκεν. ἅπαντα γὰρ ταῦτα
λεπτυντικῆς ἐστι δυνάμεως, ὥσπερ οὖν τὰ ἐναντία πα-
χυντικῆς. ἀλλὰ περὶ μὲν τῆς λεπτυντικῆς διαίτης ἰδίᾳ γέ-
γραπται δηλουμένων οὐδὲν ἧττον ἐν ταὐτῷ βιβλίῳ καὶ τῶν
παχυνόντων. τὰ δὲ λεπτύνοντα καὶ παχύνοντα φάρμακα τῶν
ἐφεξῆς τῶνδε τριῶν βιβλίων ἐκλέγου, ἐπὶ μὲν τῶν λεπτυ-
νόντων σκοπὸν ἔχων τὰ θερμότητα καὶ λεπτομέρειαν ἔχοντα,
ἐπὶ δὲ τῶν παχυνόντων τὰ ἐναντία. δέδεικται γὰρ ἡμῖν ἐν
τοῖς ἔμπροσθεν ὡς ἰδία τίς ἐστιν ἡ τῶν λεπτομερῶν φαρ-
μάκων φύσις οὐ μόνον τοῖς θερμαίνουσιν ὑπάρχουσα. κατὰ
ταὐτὰ δὲ καὶ ἡ τῶν παχυμερῶν οὐ μόνον τοῖς ψύχουσιν·
ὥσπερ δὲ καὶ ἐπὶ τῶν τοιούτων ἀναλογία τις ἐν ταῖς δυ-
νάμεσιν ὑπάρχει, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ πάντων ζη-
τεῖν, εἰ καὶ μὴ κείμενον ὄνομα τύχῃ. λέγονται γοῦν τινες
ὀξυδορκικαὶ δυνάμεις αἱ τοὺς ὀφθαλμοὺς, ἐπειδὰν μηδὲν

[11.779]

ἔχοντες αἰσθητὸν πάθημα φαύλως ἐνεργῶσιν, ἐπανορθού-
μεναι. καὶ χρὴ δηλονότι καὶ κατὰ τὰ ὦτα καὶ τὰς ῥῖνας
ἑκάστην τε τῶν ἄλλων αἰσθήσεων ἀνάλογον ὑπάρχειν τινὰ
τοιαύτην δύναμιν, οὐ μὴν ὠνόμασταί γε ὀξυήκοός τις δύ-
ναμις, ὥσπερ οὐδὲ κατὰ τὴν ὄσφρησιν ἢ τὴν γεῦσιν ἢ τὴν
ἁφὴν, καίτοι γε ἐν αὐτοῖς τοῖς αἰσθητοῖς πράγμασιν ἀνα-
λόγως ὑπαρχούσης. εἰ δ᾿ ἐπὶ πλέον ἐκτείνοι τις τὴν ὁμοι-
ότητα, καὶ καθ᾿ ἕκαστον ἡμῶν μόριον ἀναγκαῖον εἶναι τοι-
αύτην τινὰ δύναμιν φαρμάκων, ὑφ᾿ ἧς δηλονότι βέλτιον γί-
γνεται τὸ τοῦ μέρους ἔργον, ὥσπερ, εἰ οὕτως ἔτυχε, τὸ τῆς
γαστρός. ἔστι γὰρ οὖν κᾀνταῦθα πολλάκις εὑρεῖν ἀτονίαν
τινὰ τοιαύτην αὐτῆς, οἵα κατ᾿ ὀφθαλμούς ἐστιν ἡ ἀμβλυω-
πία, μήτε φλεγμαίνοντας μήτε ῥευματιζομένους μήθ᾿ ἡλκω-
μένους μήτ᾿ ἄλλο τι φανερὸν ἔχοντας κακόν. καὶ δὴ καὶ τὰ
φάρμακα τὴν τοιαύτην διάθεσιν τῆς γαστρὸς ἐπανορθούμενα
κέκληται πεπτικὰ, τῷ μὲν σχήματι τῆς προσηγορίας οὐκ

[11.780]

ἀνάλογον ἔχοντα τοῖς ὀξυδορκικοῖς, τῷ δ᾿ ἔργῳ καὶ τῇ δυ-
νάμει παραπλήσια.

05.24 ᾿Επεὶ δὲ καὶ ἀπὸ μορίων τοῦ σώματος
τινὰς ἐλέγομεν ὠνομάσθαι δυνάμεις, οὐ χεῖρον ἂν εἴη καὶ
περὶ τούτων διελθεῖν. οὔτε γὰρ, ὡς ἂν οἰηθείη τις,
ἐπὶ πάντων ἁρμόττουσι τῶν παθῶν τοῦ μέρους οὔτ᾿ ἐφ᾿
ἑνὸς οὕτω τινὸς ὡς ἕτερον ὀνῆσαι μηδὲν, ἀλλ᾿ ἤτοι τὸ πλει-
στάκις, ἢ τῷ μάλιστα ἐνεργεῖν ἐπὶ τοῦδέ τινος τοῦ μέρους,
ἀπ᾿ αὐτοῦ τὴν προσηγορίαν ἔσχον. ὀφθαλμικαὶ μὲν, ἐπειδὴ
καὶ μάλιστα καὶ πλειστάκις ἐπ᾿ ὀφθαλμῶν αὐταῖς χρώμεθα,
καθάπερ τῷ γε διὰ ῥόδων κολλυρίῳ καὶ τῷ διὰ πομφόλυ-
γος καὶ τῷ κνίκῳ προσαγορευομένῳ καὶ τῷ λιβανίῳ καὶ
τοῖς ἄλλοις ἅπασιν, οἷς ἔνεστι μὲν χρήσασθαι καὶ ὤτων πα-
σχόντων καὶ στομάτων καὶ ῥινὸς αἰδοίου τε καὶ ἕδρας, οὐ
μὴν οὔθ᾿ οὕτω πολλάκις οὔθ᾿ οὕτως ὠφελίμως. ἡπατικὰς
δ᾿ αὖ καὶ σπληνικὰς καὶ πλευριτικὰς καὶ στομαχικὰς, ἐπειδὴ
καὶ ταύτας, ἕκαστον τῶν εἰρημένων ὠφελούσας ὁρῶμεν
μάλιστά τε καὶ πλειστάκις. ἥτις δ᾿ αἰτία τῆς ὠφελείας

[11.781]

ἐστὶν, ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ ῥηθήσε-
ται, καθ᾿ ἣν καὶ τἄλλα πάντα περὶ τῆς τῶν φαρμάκων
χρήσεως ἐπέξιμεν, ὥστ᾿ οὐδὲν ἔτι μηκύνειν ἐνταῦθα, πλὴν
εἴπερ ἄρα περὶ τῆς τῶν ὀνομάτων βραχὺ ἐπισημήνασθαι
χρήσεως, ἣν ἄλλοι τέ τινες τῶν νεωτέρων ἰατρῶν ἐποιή-
σαντο καινοτομοῦντες, οὐχ ἥκιστα δὲ καὶ οἱ καλούμενοι
μεθοδικοί.

05.25 Τὸ μὲν γὰρ σταλτικάς τινας ὑπ᾿ αὐτῶν
λέγεσθαι δυνάμεις, ἢ σφιγγούσας ἢ συναγούσας ἢ ἀπωθου-
μένας, ἤ τι τοιοῦτον ἕτερον, οὔτ᾿ ἄτοπον οὔτ᾿ ἀσαφές. ὅταν
δὲ μετασυγκριτικάς τινας εἶναι λέγωσιν ὕλας ἢ δυνάμεις, οὔτε
σαφές ἐστι τὸ λεγόμενον οὔτ᾿ ἀληθὲς οὔτε τῆς αἱρέσεως
αὐτῶν οἰκεῖον, οἵγε φεύγειν φασὶν τὴν ἀπὸ τῶν δογματι-
κῶν ὑπολήψεων ἔνδειξιν, ἀρκεῖν γὰρ αὐτοῖς τὰς φαινομένας
καινότητας. τὸ δ᾿ ἐκτρεπομένων τῶν πόρων τοῦ σώματος
ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν ἐν ἰδιότητι τῆς
τροπῆς αὐτῶν συνίστασθαί τινα πάθη δογματική τις ὑπό-
ληψίς ἐστιν. ἕπεται δὲ ταύτῃ καὶ τὸ τῶν τοιούτων παθῶν

[11.782]

μετασυγκριτικάς τινας εἶναι δυνάμεις, ἀλλοιούσας δηλονότι
τὴν παρὰ φύσιν τῆς συγκρίσεως ἡμῶν ποροποιίαν. οὕτως
γὰρ δὴ καὶ χρῶνται τοῖς ὀνόμασιν οἱ περὶ τὸν Θεσσαλὸν,
εἶτ᾿ ἐπὶ τῶν χρονίως ῥευματιζομένων παραλαμβάνουσι τὰς
τοιαύτας δυνάμεις, οὔθ᾿ ὅτι τῶν πόρων ἀλλοίωσις ἐν τοῖς
τοιούτοις γίνεται πάθεσιν ἀποδείξαντες οὔθ᾿ ὅτι τάδε τὰ
φάρμακα μετασυγκρίνειν πέφυκεν, τὴν ἡμαρτημένην πορο-
ποιίαν ἐπιδεῖξαι δυνάμενοι. διὰ τί γὰρ, ὦ πρὸς θεῶν, τὸ
νᾶπυ καὶ ἡ θαψία καὶ τὸ πύρεθρον, ἥ τε τῆς καππάρεως
ῥίζα, καὶ ἁπλῶς ὅσα καίειν πέφυκεν, εἰ χρονίσειεν ὁμιλοῦντα
τῷ σώματι, μετασυγκρίνει τὴν ποροποιίαν; ὅτι μὲν γὰρ
ὠφελεῖται τὰ ῥευματικὰ μόρια πρὸς τῶν τοιούτων φαρμά-
κων ἐναργῶς φαίνεται. διὰ τί δ᾿ ὠφελεῖται, πρόβλημά ἐστι
τῆς φυσικῆς θεωρίας. ἡμεῖς μὲν οὖν φαμεν ὑγρὰν καὶ ψυ-
χρὰν εἶναι τὴν κρᾶσιν αὐτῶν, καὶ διὰ τοῦτο δεῖσθαι τῶν
θερμαινόντων τε καὶ ξηραινόντων. ἄλλοι δ᾿ ἄλλην τὴν αἰ-
τίαν ἐροῦσιν, ὡς ἂν καὶ τύχωσι περὶ τῶν στοιχείων τοῦ
σώματος ὑπολαμβάνοντες. οὐ μὴν προσήκει γε φθέγγεσθαι

[11.783]

τὸ τῆς μετασυγκρίσεως ὄνομα τῶν ἀφ᾿ ἑτέρας αἱρέσεως ἀγο-
μένων οὐδενὶ, πλὴν ὅσοι τὰ τῶν ζώων σώματα συγκρίματα
νομίζουσί τε καὶ ὀνομάζουσιν, ἐξ ὄγκων ἀτόμων ἢ
ἐλαχίστων ἢ ἀμερῶν ἢ ὁμοιομερῶν, καὶ οὐδὲ τούτοις ἅπασι,
ἀλλ᾿ ὅσοι, καθάπερ ὁ Θεσσαλὸς, ἐν τῷ κανόνι τῆς τῶν πό-
ρων ἀλλοιώσεως τὰ τοιαῦτα τῶν νοσημάτων ἀνατιθέασιν,
οὐ γὰρ ᾗ μεθοδικός ἐστι, τοῦτο λέγων ὁ Θεσσαλός. ἀπο-
χωρεῖ γὰρ ὅταν ὡς μεθοδικὸς ἡμῖν διαλέγηται τῆς ἀπὸ τῶν
ἀδήλων ἐνδείξεως, ἀλλ᾿ ᾗ δογματικὸς, ἀπὸ μὲν τῶν αὐτῶν
᾿Ασκληπιάδει στοιχείων ἀρχόμενος, οὐ μὴν ἀκολουθῶν γε
πάντῃ, ἀλλ᾿ οὐ νῦν γε καιρὸς ὑπὲρ τῶν τοιούτων ἐπὶ πλέον
διεξέρχεσθαι. τὰ μὲν γὰρ αὐτῶν ἐστιν οἰκειότερα τῇ θερα-
πευτικῇ μεθόδῳ, τὰ δ᾿ ἐν τοῖς περὶ τῆς κατὰ Θεμίσωνα
καὶ Θεσσαλὸν αἱρέσεως ἀκριβέστερον εἰρήσεται. καιρὸς οὖν
ἤδη καταπαύειν ἐνταῦθα καὶ τόνδε τὸν λόγον, ἔτι δύο προσ-
θέντας αὐτῷ κεφάλαια, τὸ μὲν ἕτερον ἐν τῇ τῶν ἔμπρο-
σθεν ἀναβληθέντων ὑπὲρ τῶν ἐναντίων δυνάμεων, τὸ δ᾿
ἕτερον ἀναγκαῖον μὲν εἰς τὸν ἐφεξῆς λόγον, ὁρίζον δὲ τὴν

[11.784]

τάξιν ἑκάστου τῶν θερμαινόντων τε καὶ ψυχόντων, ὑγραι-
νόντων τε καὶ ξηραινόντων φαρμάκων.

05.26 Τὰς μὲν οὖν ἐναντίας δυνάμεις ἐκ τῶν
ἔργων κριτέον, ὥσπερ ἐν ὅλῳ τῷδε τῷ γράμματι πολλάκις
ἐδείξαμεν, ἐμπλαστικάς τέ τινας εἰπόντες εἶναι δυνάμεις ἐναν-
τίας ταῖς ῥυπτικαῖς, ἐκφρακτικάς τε ταῖς ἐμφρακτικαῖς, καὶ
μαλακτικὰς ταῖς σκληρυνούσαις, καὶ χαλαστικὰς ταῖς συντει-
νούσαις. στυπτικὰς γὰρ, ἢ δριμείας ἢ πικρὰς ἢ γλυκείας ἢ
ὀξείας οὐ δυνάμεις φαρμάκων, ἀλλὰ γευστὰς ποιότητας ἐδεί-
κνυμεν οὔσας, ὥστε ἢ οὐ ζητητέον ὅλως ἐν ταύταις τὴν
ἐναντίωσιν, ἢ οὐχ ὡς ἐν δυνάμεσι ζητητέον. ὁ σκοπὸς δὲ
κᾀν ταύταις διττὸς, αἵ τ᾿ ἐνέργειαι καὶ αἱ κράσεις αὐτῶν.
ἐνέργειαι μὲν ἐν τῷ πυκνοῦν καὶ ἀραιοῦν ἢ ἐπισπᾶσθαί τι
τῶν ἐκ τοῦ βάθους, ἢ ἀπωθεῖσθαι, παχύνειν τε τὰς ὕλας,
ἢ λεπτύνειν, ἢ φράττειν τε τοὺς πόρους ἢ ἐκφράττεν. αἱ
κράσεις δὲ κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν, ὑγρόν τε καὶ
ξηρὸν, ὑπὲρ ὧν αὐτάρκως ἁπάντων τῷ τετάρτῳ βι-

[11.785]

βλίῳ διῄρηται, δεικνύντων ἡμῶν ὡς τὸ μὲν στῦφον γεῶδές
τέ ἐστι καὶ ψυχρὸν, τὸ δὲ ὀξὺ λεπτομερὲς ψυχρὸν, τὸ δὲ πι-
κρὸν γεῶδες λεπτομερὲς, τὸ δὲ ἄνευ τινὸς ἐπισήμου ποιότη-
τος ψυχρὸν ὑδατῶδες. οὕτω μὲν καὶ τὸ μὲν δριμὺ πυρῶ-
δες ἐδείκνυτο, τὸ δ᾿ ἁλυκὸν γεῶδες θερμὸν, οὐ μὴν ἤδη γέ
πω πυρῶδες. ὡσαύτως δὲ καὶ τὸ γλυκὺ θερμὸν μὲν, ἀλλ᾿
οὐδέπω καυστικόν. ὅσα δ᾿ ἐλαιώδη πάνθ᾿ ὑδατώδη τε
ἐστι καὶ ἀερώδη, εἵπετο δὲ δήπου καὶ τὰ ἔργα ταῖς κρά-
σεσιν αὐτῶν. τὸ μὲν γὰρ στῦφον συνάγειν καὶ πιλεῖν καὶ
πυκνοῦν καὶ ἀποκρούεσθαι καὶ παχύνειν, ἔτι τε πρὸ τού-
των ἁπάντων ψύχειν καὶ ξηραίνειν πέφυκεν, τὸ δ᾿ ὀξὺ
τέμνειν καὶ διαιρεῖν καὶ λεπτύνειν, ἐκφράττειν τε καὶ δια-
καθαίρειν ἄνευ τοῦ θερμαίνειν, τὸ δὲ δριμὺ παραπλησίως
μὲν ὀξεῖ δρᾷν, κατά γε τὸ διαλεπτύνειν τε καὶ διακαθαί-
ρειν. διαφέρει δὲ τῷ τὸ μὲν ὀξὺ ψύχειν, τὸ δὲ δριμὺ θερ-
μαίνειν, καὶ προσέτι τῷ τὸ μὲν ἀποκρούεσθαι, τὸ δ᾿ ἐπι-
σπᾶσθαι καὶ διαφορεῖν. οὕτω δὲ καὶ τὸ μὲν πικρὸν δια-
καθαίρει τε τοὺς πόρους καὶ διαῤῥύπτει καὶ λεπτύνει καὶ

[11.786]

τέμνει τὸ πάχος τῶν χυμῶν ἄνευ φανερᾶς θερμότητος. τὸ
δ᾿ ὑδατῶδες ψυχρὸν παχύνει καὶ συνίστησι καὶ συνάγει
καὶ πιλεῖ καὶ νεκροῖ καὶ ναρκοῖ. τὸ δὲ δριμὺ λε-
πτύνει, διακαθαίρει, διαφορεῖ καὶ ἐκρήσσει καὶ ἐπισπᾶται καὶ
ἐσχαροῖ. τὸ δὲ ἁλυκὸν συνάγει καὶ σφίγγει, ταριχεύει, ξη-
ραίνει χωρὶς ἐπισήμου θερμότητος ἢ ψύξεως. τὸ δὲ γλυκὺ
πέττει, χαλᾷ, ἀραιοῖ. τὸ δ᾿ ἐλαιῶδες ὑγραίνει, μαλάττει,
χαλᾷ. ῥᾴδιον οὖν ἤδη τοῖς εἰρημένοις σταθμώμενον ἐξευ-
ρίσκειν, τῶν χυμῶν ὅσοι τε ταῖς κράσεσιν καὶ ὅσοι τοῖς
ἔργοις εἰσὶν ἐναντίοι.

05.27 ᾿Εμοὶ δὲ καιρὸς ἂν εἴη πρέπων ἀφορι-
σαμένῳ τὰς τάξεις τῶν ἐν τοῖς φαρμάκοις κράσεών τε καὶ
δυνάμεων ἐνταῦθα καταπαύειν ἤδη τὸν λόγον. τὸ μὲν δὴ
σύμμετρον φάρμακον, ὡς ὁμοίας εἶναι κράσεως ᾧ προσάγε-
ται, κατὰ τὸ μήτε ξηραίνειν μήθ᾿ ὑγραίνειν, μήτε ψύχειν μήτε
θερμαίνειν, οὔτε ξηρὸν οὔθ᾿ ὑγρὸν, οὔτε ψυχρὸν οὔτε θερμὸν
ὀνομάζειν προσήκει. τὸ δ᾿ ἤτοι ξηρότερον ἢ ὑγρότερον, ἢ θερ-

[11.787]

μότερον ἢ ψυχρότερον, ἀπὸ τῆς ἐπικρατούσης καλεῖται δυ-
νάμεως. ἀρκεῖ δὲ καθ᾿ ἑκάστην ἐπικράτειαν τέσσαρας ὡς
πρὸς τὴν χρείαν ποιήσασθαι τάξεις, θερμὸν μὲν ὀνομάζον-
τας κατὰ τὴν πρώτην τάξιν ὅ τι ἂν ἡμᾶς θερμαίνῃ, μὴ
μέντοι γε ἐναργῶς, ἀλλὰ μετὰ τοῦ προσδεῖσθαί τινος ἀπο-
δείξεως λογικῆς. οὕτω καὶ ψυχρὸν καὶ ὑγρὸν καὶ ξηρὸν, ὅ τι
περ ἂν ἀποδείξεως δέηται, μηδέπω τὴν ἐνέργειαν ἰσχυρὰν
μηδ᾿ ἐναργῆ κεκτημένον. ὅσα μέντοι σαφῶς ἤδη θερμαίνειν
ἢ ψύχειν ἢ ξηραίνειν ἢ ὑγραίνειν πέφυκε, δευτέρας τὰ τοι-
αῦτα τάξεως εἶναι λεχθήσεται. τὰ δ᾿ ἤδη μὲν σφοδρῶς, οὐ
μὴν εἰς ἄκρον γε, τῆς τρίτης. ὅσα δ᾿ οὕτω θερμαίνειν πέ-
φυκεν, ὡς ἐσχαροῦν τε καὶ καίειν, τετάρτης. οὕτω δὴ καὶ
ὅσα σφοδρότερον ψύχειν πέφυκεν, ὡς ἤδη νεκροῦν, τετάρτης
καὶ ταῦτα. ξηραῖνον δ᾿ οὐδέν ἐστιν εὑρεῖν τετάρτης τάξεως,
ἄνευ τοῦ καίειν· ὅ τι γὰρ ἄκρως ξηραίνει, πάντως τοῦτο καὶ
καίει. τῆς τρίτης μέντοι τάξεως τῶν ξηραινόντων δύναταί
τι καὶ μὴ καῖον εἶναι, καθάπερ ὅσα στύφει σφοδρῶς ἅπαντα,

[11.788]

ἐξ ὧν ἐστιν ὀμφάκιον καὶ ῥοῦς καὶ στυπτηρία καὶ βαλαύ-
στιον καὶ κικὶς ἡ ὀμφακῖτις. ἐν αὐτοῖς δὲ τούτοις τὰ μὲν
ἐγγύς ἐστι τῶν καιόντων, οἷον ἥ τε λεπὶς τοῦ χαλκοῦ καὶ
ὁ κεκαυμένος χαλκὸς, ὡς ἐν τῷ ἀσαφεῖ που κεῖσθαι τῆς τρί-
της τε καὶ τετάρτης τάξεως. τὰ δ᾿ ἐν τῷ μέσῳ, καθάπερ
ὁ κεκαυμένος χαλκὸς, εἰ πλυθείη, τὰ δ᾿ ἐν ἀρχῇ καθάπερ
ὑποκυστίς. οὕτω δὲ καὶ κατὰ τὴν δευτέραν τε καὶ τετάρτην
τάξιν ἔνεστι διαφορὰς ποιεῖσθαι τριττάς. οὐ γὰρ ὡσαύτως
δή που τὸ καυτήριον ξηραίνει τῷ νάπυϊ, καίτοι γε ἄμφω
τῆς τετάρτης τάξεώς ἐστιν. ὑπὲρ ἁπάντων δὴ τούτων ἐν
τοῖς ἑξῆς διορισθήσεται καθ᾿ ἕκαστον ἁπλοῦν φάρμακον ἰδίᾳ.