Theophrastus

Historia plantarum

Book 1


A student of Aristotle (384-322 BC) and his successor as the head of the Lycaeum, scientist and philosopher Theophrastus (ca. 371-287 BC) wrote on a great many topics, from physics to psychology. In matter of plant science, he compiled two works that played a fundamental role in the development of botany during the Renaissance: Historia plantarum, aptly translated into English as Enquiry into Plants, and De causis plantarum, translated as Plant Explanations. In these two works, he laid down the scientific lexicon of plant analysis, in addition to identifying, describing and defining the parts of the plants, and analyzing growth processes, plant biology, reproduction and any other question related to the plant world. The Greek text here is the 1st of the 9 books of Historia plantarum.


More on Theophrastus


Θεοφράστου περὶ φυτῶν ἱστορίας τὸ Α

1.1 τῶν φυτῶν τὰς διαφορὰς καὶ τὴν ἄλλην φύσιν ληπτέον κατά τε τὰ μέρη καὶ τὰ πάθη καὶ τὰς γενέσεις καὶ τοὺς βίους · ἤθη φὰρ καὶ πράξεις οὐκ ἔχουσιν ὥσπερ τὰ ζῷα. Εἰσὶ δ’ αἱ μὲν κατὰ τὴν γένεσιν καὶ τὰ πάθη καὶ τοὺς βίους εὐθεωρητότεραι καὶ ῥᾴους, αἱ δὲ κατὰ τὰ μέρη πλείους ἔχουσαι ποικιλίας. Αὐτὸ γὰρ τοῦτο πρῶτον οὐχ ἱκανῶς ἀφώρισται τὰ ποῖα δεῖ μέρη καὶ μὴ μέρη καλεῖν, ἀλλ’ ἔχει τινὰ ἀπορίαν.


1.2 τὸ μὲν οὖν μέρος, ἅτε ἐκ τῆς ἰδίας φύσεως ὄν, ἀεὶ δοκεῖ διαμένειν ἢ ἁπλῶς ἢ ὁτάν γένηται, καθάπερ ἐν τοῖς ζῴοις τὰ ὕστερον γενησόμενα, πλὴ εἴ τι διὰ νόσον ἢ γῆρας ἦ πήρωσιν ἀποβάλλεται, τῶν δ’ ἐν τοῖς φυτοῖς ἔνια τοιαῦτ’ ἐστὶν ὥστ’ ἐπέτειον ἔχειν τὴν οὐσίαν, ἁπλῶς ὅσα πρὸ τῶν καρπῶν ἢ ἅμα γίνεται τοῖς καρποῖς. ἔτι δὲ αὐτὸς ὁ βλαστός · αἰεὶ γὰρ ἐπίφυσιν λαμβάνει τὰ δένδρα κατ’ ἐνιαυτὸν ὁμοίως ἔν τε τοῖς ἄνω καὶ ἐν τοῖς περὶ τάς ῥίζας. ὥστε εἰ μέν τις ταῦτα θήσει μέρη, τό τε πλῆθος ἀόριστον ἔσται καὶ οὐδέποτε τὸ αὐτὸ τῶν μορίων · εἰ δ’ αὖ μὴ μέρη,συμβήσεται δι’ ὧν τέλεια γίνεται καὶ φαίνεται ταῦτα μὴ εἶναι μέρη. Βλαστάνοντα γὰρ καὶ θάλλοντα καὶ καρπὸν ἔχοντα πάντα καλλίω καὶ τελειότερα καὶ δοκεῖ καὶ ἔστιν. Αἱ μὲν οὖν ἀπορίαι σχεδόν εἰσιν αὗται.


1.3 τάχα δὲ οὐχ ὁμοίως ἅπαντα ζητητέον οὔτε ἐν τοῖς ἄλλοις οὔθ’ ὅσα πρὸς την γένεσιν, αὐτά τε τὰ γεννώμενα μέρη θετέον, οἷον τοὺς καρπούς · οὐδὲ γὰρ τὰ ἔμβρυα τῶν ζῴων. Εἰ δὲ τῇ ὥρᾳ ὄψει τό γε κάλλιστον, οὐδὲν φημεῖον, ἐπεὶ καὶ τῶν ζῴων εὐθενεῖ τὰ κύοντα. πολλὰ δὲ καὶ τὰ μέρη κατ’ ἐνιαυτὸν ἀποβάλλει, καθάπερ οἵ τε ἔλαφοι τὰ κέρατα καὶ τὰ φωλεύοντα τὰ πτερὰ καὶ τρίχας τεράποδα, ὥστ’ οὐδὲν ἄτοπον ἄλλως τε καὶ ὅμοιον ὂν τῷ φυλλοβολεῖν τὸ πάθος. ὡσαύτως δ’ οὐδὲ τὰ πρὸς τὴν γένεσιν, ἐπεὶ καὶ τεν τοῖς ζῴοις τὰ μὲν συνεκτίκτεται, τὰ δ’ ἀποκαθαίρεται καθάπερ ἀλλότρια τῆς φύσεως. ἔοικε δὲ παραπλησίως καὶ τὰ περὶ τὴν βλάστησιν ἔχειν · ἡ γάρ τοι βλάστησις γενέσεως χάριν ἐστὶ τῆς τελείας.


1.4 ὅλως δέ, καθάπερ εἴπομεν, οὐδὲ πάντα ὁμοίως καὶ ἐπὶ τῶν ζῴων ληπτέον. διὸ καὶ ὁ ἀριθμὸς ἀρόριστος · πανταχῇ γὰρ βλαστητικόν, ἅτε καὶ πανταχῇ ζῶν. ὥστε ταῦτα μὲν οὕτως ὑποληπτέον οὐ μόνον εἰς τὰ νῦν, ἀλλὰ καὶ τῶν μελλόντων χάριν · ὅσα γὰρ μὴ οἷόν τε ἀφορμοιοῦν, περίεργον τὸ γλίχεσθαι πάντως · ἵνα μὴ καὶ τὴν οἰκείαν ἀποβάλωμεν θεωρίαν. ἡ δὲ ἱστορία τᾶν φυτῶν ἐστιν, ὡς ἁπλῶς εἰπεῖν, ἣ κατὰ τὰ ἔξω μόρια καὶ τὴν ὅλην μορφὴν ἢ κατὰ τὰ ἐντός, ὥσπερ ἐπὶ τῶν ζῴων τὰ ἐκ τῶν ἀνατομῶν.


1.5 ληπτέον δ’ ἐν αὐτοῖς ποῖά τε πᾶσιν ὑπάρχει ταὐτὰ καὶ ποῖα ἴδια καθ’ ἕκαστον γένος, ἔτι δὲ τῶν αὐτῶν οἶα ὅμοια · λέγω δ’ οἷον φύλλον ῥίζα φλοιός,. Οὐ δεῖ δὲ οὐδὲ τοῦτο λανθάνειν, εἴ τι κατ’ ἀναλογίαν θεωρητέον, ὥσπερ ἐπὶ τῶν ζῴων, τὴν ἀναφορὰν ποιουμένους δηλονότι πρὸς τὰ ἐμφερέστατα καὶ τελειότατα, καὶ ἁπλῶς δὲ ὅσα τῶν ἐν φυτοῖς ἀφομοιωτέον τῷ ἐν τοῖς ζῴοις, ὡς ἄν τις τὸ ἀνάλογον ἀφομοιοῖ.


Ταῦτα μὲν οὐν διωρίσθω τὸν τρόπον τοῦτον.

1.6 αἱ δὲ τῶν μερῶν διαφοραὶ σχεδὸν ὡς τύπῳ λαβειν εἰσιν ἐν τρισίν, ἢ τῷ μὲν ἔχειν, τὰ δὲ μή, καθάπερ φύλλα καὶ καρπόν, ἢ τῷ μὴ ὅμοια μηδὲ ἴσα, ἢ τρίτον τῷ ἢ ὁμοίως. Τούτων δὲ ἡ μὲν ἀνομοιότης ὁρίζεται σχήματι χρώματι πυκνότητι μανότητι τραχύτητι λειότητι καὶ τοῖς ἄλλοις πάθεσιν, ἔτι δὲ ὅσαι διαφοραὶ τῶν χυλῶν. ἡ δὲ ἀνισότης ὑπεροχῇ καὶ ἐλλείψει κατὰ πλῆωος ἢ μέγεθος. ὡς δ’ εἰπεῖν τύπῳ, κἀκεῖνα πάντα καθ’ ἡπεροχὴν καὶ ἔλλειψιν · τὸ γὰρ μᾶλλον καὶ ἧττον ὑπεροχὴ καὶ ἔλλειψις.


1.7 τὸ δὲ μὴ ὁμοίως τῇ θέσει διαφέρει · λέγω δὲ οἷον τὸ τοὺς καρποὺς τὰ μὲν ἐπάνω, τὰ δ’ ὑποκάτω τῶν φύλλων ἔχειν καὶ αὐτοῦ τοῦ δένδρου τὰ μὲν ἐξ ἄκρου, τὰ δὲ ἐκ τῶν πλαγίων, ἔνια δὲ καὶ ἐκ τοῦ στελέχους, οἷον ἡ αἰγυπτία συκάμινος, καὶ ὅσα δὴ καὶ ὑπὸ γῆς φέρει καρπόν, οἷον ἥ τε ἀράχιδνα καὶ τὸ ἐν αἰγύπτῳ καλούμενον οὔϊγγον, καὶ εἰ τὰ μὲ ἔχει μίσχον, τὰ δὲ μή. Καὶ ἐπὶ τῶν ἀνθέων ὁμοίως · τὰ μὲν γὰρ περὶ αὐτὸν τὸν καρπόν, τὰ δὲ ἄλλως. ὅλως δὲ τὸ τῆς θέσεως ἐν τούτοις καὶ τοῖς φύλλοις καὶ ἐν τοῖς βλαστοῖς ληπτέον.


1.8 διαφέρει δὲ ἔνια καὶ τῇ τάξει · τὰ μὲν ὡς ἔτυχε, τῆς δὲ ἐλάτης οἱ κλῶνες κατ’ ἀλλήλους ἑκατέρωθεν · τῶν δὲ καὶ οἱ ὄζοι δι’ ἴσου τε καὶ κατ’ ἀριθμὸν ἴσοι καθάπερ τῶν τριόζων. ὥστε τὰς μὲν διαφορὰς ἐκ τούτων ληπτέον ἐξ ὧν καὶ ἡ ὄλη μορφὴ συνδηλοῦται καθ’ ἕκαστον.


1.9 αὐτὰ δὲ δὴ τὰ μέρη διαριθμησαμένους πειρατέον περὶ ἑκάστου λέγειν. ἔστι δὲ πρῶτα μὲν καὶ μέγιστα καὶ κοινὰ τῶν πλείστων τάδε, ῥίζα καυλὸς ἀκρεμὼν κλάδος, εἰς ἃ διέλοιτ’ ἄν τις ὥσπερ εἰς μέλη καθάπερ ἐπὶ τῶν ζῴων. ἕκαστόν τε φὰρ ἀνόμοιον καὶ ἐξ ἁπάντων γε τούτων τὰ ὅλα. ἔστι δὲ ῥίζα μὲν δι’ οὗ τὴν τροφὴν ἐπάγεται, καυλὸς δὲ εἰς ὃ φέρεται. Καυλὸν δὲ λέγω τὸ ὑπὲρ γῆς πεφυκὸς ἐφ’ ἕν · τοῦτο γὰρ κοινότατον ὁμοίως ἐπετείοις καὶ χρονίοις, ὃ ἐπὶ τῶν δένδρων καλεῖται στέλεχος · ἀκρεμόνας δὲ τοὺς ἀπὸ τούτου σχιζομένους, οὓς ἔνιοι καλοῦσιν ὄζους · κλάδον δὲ τὸ βλάστημα τὸ ἐκ τούτων ὑφ’ ἕν, οἷον μάλιστα τὸ ἐπέτειον. καὶ ταῦτα μὲν οἰκειότερα τῶν δένδρων.


1.10 ὁ δὲ καυλός, ὥσπερ εἴρηται, κοινότερος · ἔχει δὲ οὐ πάντα οὐδὲ τοῦτον, οἷον ἔνια τῶν ποωδῶν. Τὰ δ’ ἔχει μέν, οὐκ ἀεὶ δὲ ἀλλ’ ἐπέτειον, καὶ ὅσα χρονιώτερα ταῖς ῥίζαις. ὅλως δὲ πολύχουν τὸ φυτὸν καὶ ποικίλον, καὶ χαλεπὸν εἰπεῖν καθόλου · σημεῖον δὲ τὸ μηδὲν εἶναι κοινὸν λαβεῖν ὃ πᾶσιν ὑπάρχει, καθάπερ τοῖς ζῴοις στόμα καὶ κοιλία.


1.11 τὰ δὲ ἀναλογίᾳ ταὐτά, τὰ δ’ ἄλλον τρόπον. οὔτε γὰρ ῥίζαν πάντ’ ἔχει οὔτε καυλὸν οὔτε ἀκρεμόνα οὔτε κλάδον οὔτε φύλλον οὔτε ἄνθος οὔτε καρπὸν οὐτ’ αὖ φλοιὸν ἢ μήτραν ἢ ἶνας ἢ φλέβας, οἷον μύκης ὕδνον · ἐν τούτοις δὲ ἡ οὐσία καὶ ἐν τοῖς τοιούτοις · ἀλλὰ μάλιστα ταῦτα ὑπάρχει, καθάπερι εἴρηται, τοῖς δένδροις κἀκείνων οἰκειότερος ὁ μερισμός · πρὸς ἃ καὶ τὴν ἀναφορὰν τῶν ἄλλων ποιεῖσθαι δίκαιον.


1.12 σχεδὸν δὲ καὶ τὰς ἄλλας μορφὰς ἑκάστων ταῦτα διασημαίνει. Διαφέρουσι γὰρ πλήθει τῷ τούτων καὶ ὀλιγότητι καὶ πυκνότητι καὶ μανότητι καὶ τῷ ἐφ’ ἓν ἢ εἰς πλείω σχίζεσθαι καὶ τοῖς ἄλλοις τοῖς ὁμοίοις. ἔστι δὲ ἕκαστον τῶν εἰρημένων οὐχ ὁμοιομερές. Λέγω δὲ ὁμοιομερὲς ὅτι ἐκ τῶν αὐτῶν ὁτιοῦν μέρος σύγκειται τῆς ῥίζης καὶ τοῦ στελέχους, ἀλλ’ οὐ λέγεται στέλεχος τὸ ληφθὲν ἀλλὰ μόριον, ὡς ἐν τοῖς τῶν ζῴων μέλεσιν ἐστιν. ἐκ τῶν αὐτῶν μὲν γὰρ ὁτιοῦν τῆς κνήμης ἢ τοῦ ἀγκῶνος, οὐχ ὁμώνυμον δέ, καθάπερ σὰρξ καὶ ὀστοῦν, ἀλλ’ ἀνώνυμον · οὐδὲ δὴ τῶν ἄλλων σουδενὸς ὅσα μονοειδῆ τῶν ὀργανικῶν · ἁπάντων γὰρ τῶν τοιούτων ἀνώνυμα τὰ μέρη. Τῶν δὲ πολυειδᾶν ὠνομασμένα, καθάπερ ποδὸς χειρὸς κεφαλῆς, οἷον δάκτυλος ῥὶς ὀφθαλμός. Καὶ τὰ μὲν μέγιστα μέρη σχεδὸν ταῦτά ἐστιν.


2.1 ἄλλα δὲ ἐξ ὧν ταῦτα, φλοιὸς ξύλον μήτρα, [ἢ] ὅσα ἔχει μήτραν · πάντα δὲ ὁμοιομερῆ. Καὶ τὰ τούτων δὲ ἔτι πρότερα καὶ ἐξ ὧν ταῦτα, ὑγρὸν ἲς φλὲψ σάρξ · ἀρχαὶ γὰρ αὗται - πλὴν εἴ τις λέγοι τὰς τῶν στοιχείων δυνάμεις - αὗται δὲ κοιναὶ πάντων. ἡ μὲν οὖν οὐσία καὶ ἡ ὅλη φύσις ἐν τούτοις. ἄλλα δ’ ἐστὶν ὥσπερ ἐπέτεια μέρη τὰ πρὸς τὴν καρποτοκίαν, οἷον φύλλον ἄνθος μίσχος - τοῦτο δέ ἐστιν ᾧ συνήρτηται πρὸς τὸ φυτὸν τὸ φύλλον καὶ ὁ κἀρπός - ἔτι δὲ [ἕλιξ] βρύον οἷς ὑπάρχει, καὶ ἐπὶ πᾶσι σπέρμα μετὰ τοῦ περικαρπίου. Παρὰ δὲ ταῦτα ἐνίων ἴδια ἄττα, καθάπερ ἡ κηκὶς δρυὸς καὶ ἡ ἕλιξ ἀμπέλου.


2.2 καὶ τοῖς μὲν δένδρεσιν ἔστιν οὕτως διαλαβεῖν. Τοῖς δε ἐπετείοις δῆλον ὡς ἅπαντα ἐπέτεια · μέχρι γὰρ τῶν καρπῶν ἡ φύσις. ὅσα δὲ ἐπετειόκαρπα καὶ ὅσα διετίζει, καθάπερ σέλινον καὶ ἀλλ’ ἄττα, καὶ ὅσα δὲ πλείω χρόνον ἔχει, τύτοις ἅπασι καὶ ὁ καυλὸς ἀκολουθήσει κατὰ λόγον ᾀ ὅταν γὰρ σπερμοφόρειν μέλλωσι, τότε ἐκκαυκοῦσιν ὡς ἕνεκα τοῦ σπέρματος ὄντων τῶν καυλῶν. Ταῦτα μὲν οὖν ταύτῃ διῃρήσθω. Τῶν δὲ ἄρτι εἰρημένων μερῶν πειρατέον ἕκαστον εἰπεῖν εἴ ἐστιν ὡς ἐν τύπῳ λέγοντας.


2.3 τὸ μὲν οὖν ὑγρὸν φανερόν · ὃ δὴ καλοῦσί τινες ἁπλῶς ἐν ἅπασιν ὀπόν, ὥσπερ καὶ μενέστωρ, οἱ δ’ ἐν μὲν τοῖς ἄλλοις ἀνωνύμως, ἐν δέ τισιν ὀπὸν καὶ ἐν ἄλλοις δάκρυον. ἶνες δὲ καὶ φλέβες καθ’ αὑτὰ μεν ἀνώνυμα, τῇ δὲ οἱμοιότητι μεταλαμβάνουσι τῶν ἐν τοῖς ζῴοις μορίων. ἔχει δὲ ἴσως καὶ ἄλλας διαφορὰς καὶ ταῦτα καὶ ὅλως τὸ τῶν ὐτῶν γένος · πολύχουν γάρ, ὥσπερ εἰρήκαμεν. ἀλλ’ ἐπεὶ διὰ τῶν γνωριμωτέρων μεταδιώκειν δεῖ τὰ ἀγνώριστα, γνωριμώτερα δὲ τὰ μείζω καὶ ἐμφανῆ τῇ αἰσθήσει, δηλονότι καθάπερ ὑφηγήται περὶ τούτων λεκτέον.


2.4 ἐπαναφορὰν γὰρ ἕξομεν τῶν ἄλλων πρὸς ταῦτα μέχρι πόσου καὶ πῶς ἕκαστα μετέχει τῆς ὁμοιότητος. Εἰλημμένων δὲ τῶν μερῶν μετὰ ταῦτα ληπτέον τὰς τούτων διαφοράς· οὕτως γὰρ ἅμα καὶ ἡ οὐσία φανερὰ καὶ ἡ ὅλη τῶν γενῶν πρὸς ἄλληλα διάστασις. ἡ μὲν οὖν τῶν μεγίστων σχεδὸν εἴρηται · λέγω δ’ οἷον ῥίζης καυλοῦ τῶν ἄλλων · αἱ γὰρ δυνάμεις καὶ ὧν χάριν ἕκαστον ὕστερον ῥηθήσονται. ἐξ ὧν γὰρ καὶ ταῦτα καὶ τὰ ἄλλα σύγκειται πειρατέον εἰπεῖν ἀρξαμένους καὶ ταῦτα ἀπὸ τῶν πρώτων. Πρῶτα δέ ἐστι τὸ ὑγρὸν καὶ θερμόν · ἅπαν γὰρ φυτὸν ἔχει τινὰ ὑγρότητα καὶ θερμότητα σύμφυτον, ὥσπερ καὶ ζῷον, ὧν ὑπολειπόντων γίνεται γῆρας καὶ φθίσις, τελείως δ ὑπολιπόντων θάνατος καὶ αὔανσις.


2.5 ἐν μὲν οὖν τοῖς πλείστοις ἀνώνυμος ἡ ὑγρότης, ἐν ἐνίοις δὲ ὠνομασμένη, καθάπερι εἴρηται. Τὸ αὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τῶν ζῴων ὑπάρχει · μόνη γὰρ ἡ τῶν ἐναίμων ὑγρότης ὠνόμασται · διὸ καὶ διῄρηται πρὸς τοῦτο στερήσει · τὰ μὲν γὰρ ἄναιμα, τὰ δὲ ἔναιμα λέγεται. ἕν τι μὲν οὖν τοῦτο τὸ μέρος καὶ τὸ τούτῳ συνηρτημένον θερμόν. ἄλλα δὲ ἤδη ἕτερα τῶν ἐντὸς ἃ καθ’ ἑαυτὰ μέν ἐστιν ἀνώνυμα, διὰ δὲ τὴν οἱμοιότητα ἀπεικάζεται τοῖς τῶν ζῴων μορίοις. ἔχουσι γὰρ ὥσπερ ἶνας · ὅ ἐστι συνεχὲς καὶ σχιστὸν καὶ ἐπίμηκες, ἀπαράβλαστον δὲ καὶ ἄβλαστον, ἔχον φλέβας.


2.6 αὗται δὲ τὰ μὲν ἄλλα εἰσὶν ὅμοιαι τῇ ἰνί, μείζους δὲ καὶ παχύτεραι καὶ παραβλ’αστας ἔχουσαι καὶ ὑγρότητα. ἔτι ξύλον καὶ σάρξ · τὰ μὲν γὰρ ἔχει ς’αρκα, τὰ δὲ ξύλον. ἔστι δὲ τὸ μὲν ξύλον σχιστόν, ἡ δὲ σὰρξ πάντῃ διαιρεῖται ὥσπερ γῆ καὶ ὅσα γῆς ̓ μεταξὺ δὲ γίνεται ἰνὸς καὶ φλεβός · φναερὰ δὲ ἡ φύσις αὐτῆς ἐν ἄλλοις τε καὶ ἐν τοῖς τῶν περικαρπίων δέρμασι. Φλοιὸς δὲ καὶ μήτρα κυρίως μὲν λέγεται, δεῖ δὲ αὐτὰ καὶ τῷ λόγῳ διορίσαι. Φλοιὸς μὲν οὖν ἐστι τὸ ἔσχατον καὶ χωριστὸν τοῦ ὑποκειμένου σώματος. Μήτρα δὲ τὸ μεταξὺ τοῦ ξυλοῦ, τρίτον ἀπὸ τοῦ φλοιοῦ οἷον ἐν τοῖς ὀστοῖς μυελός. Καλοῦσι δέ τινες τοῦτο καρδίαν, οἱ δ’ ἐντεριώνην · ἔνιοι δὲ τὸ ἐντὸς τῆς μήτρας αὐτῆς καρδίαν οἱ δὲ μυελόν.


2.7 τὰ μὲν οὖν μόρια σχεδόν ἐστι τοσαῦτα. Σύγκειται δὲ τὰ ὕστερον ἐκ τῶν προτέρων · ξύλον μὲν ἐξ ἰνὸς καὶ ὑγροῦ, καὶ ἔνια σαρκός · ξυλοῦται γὰρ σκληρυνομένη, οἷον ἐν τοῖς φοίνιξι καὶ νάρθηξι καὶ εἴ τι ἄλλο ἐκξυλοῦται, ὥσπερ αἱ τῶν ῥαφανίδων ῥίζαι · μήτρα δὲ ἐξ ὑγροῦ καὶ σαρκός · φλοιὸς δ’ ὁ μέν τις ἐκ πάντων τῶν τριῶν, οἷον ὁ τῆς δρυὸς καὶ αἰγείρου καὶ ἀπίου · ὁ δὲ τῆς ἀμπέλου ἐξ ὑγροῦ καὶ ἰνός · ὁ δὲ τοῦ φελλοῦ ἐκ σαρκὸς καὶ ὑγροῦ. Πάλιν δὲ ἐκ τούτων σύνθετα τὰ μέγιστα καὶ τὰ ῥπῶτα ῥηθέντα καθαπερανεὶ μέλη, πλὴν οὐκ ἐκ τῶν αὐτῶν πάντα οὐδὲ ὡσαύτως ἀλλὰ διαφόρως. Εἰλημμένων δὲ πάντων τῶν μορίων, ὡς εἰπεῖν, τὰς τούτων διαφορὰς πειρατέον ἀποδιδόναι καὶ τὰς ὅλων τῶν δένδρων καὶ φυτῶν οὐσίας.


3.1 ἐπεὶ δὲ συμβαίνει σαφεστέραν εἶναι τὴν μάθησιν διαιρουμένων κατὰ εἴδη, καλῶς ἔχει τοῦτο ποιεῖν ἐφ’ ὧν ἐνδέχεται. Πρῶτα δέ ἐστι καὶ μέγιστα καὶ σχεδὸν ὑφ’ ὧν πάντ’ ἢ πλεῖστα περιέχεται τάδε, δένδρον θάμνος φρύγανον πόα. Δένδρον μὲν οὖν ἐστι τὸ ἀπὸ ῥίζης μονοστέλεχες πολύκλαδον ὀζωτὸν οὐκ εὐαπόλυτον, οἷον ἐλαία συκῆ ἄμπελος · θάμνος δὲ τὸ ἀπὸ ῥίζης πολυστέλεχες καὶ πολύκλαδον, οἷον βάτος παλίουρος · φρύγανον δὲ τὸ ἀπὸ ῥίζης πολύκλαδον, οἷον ῥάφανος - καὶ κράμβη - καὶ πήγανον · πόα δὲ τὸ ἀπὸ ῥίζης φυλλοφόρον προϊὸν ἀστέλεχες οὗ ὁ καυλὸς σπερμοφόρος, οἷον ὁ σῖτος καὶ τὰ λάχανα.


3.2 δεῖ δὲ τοὺς ὅρους οὕτως ἀποδέχεσθαι καὶ λαμβάνειν ὡς τύπῳ [ὥς ἐπὶ τὸ πᾶν] λεγομένους · ἔνια γὰρ ἵσως ἐπαλλάττειν ἂν δόξειε, τὰ δὲ καὶ παρὰ τὴν ἀγωγὴν ἀλλοιότερα γίνεσθαι καὶ ἐκβαίνειν τῆς φύσεως, οἷον μαλάχη τε εἰς ὕψος ἀναγομένη καὶ ἀποδενδρουμένη · συμβαίνει γὰρ τοῦτο καὶ οὐκ ἐν πολλῷ χρόνῳ, ἀλλ’ ἐν ἓξ ἢ ἑπτὰ μησίν, ὥστε μῆκος καὶ πάχος δορατιαῖον γίνεσθαι, διὸ καὶ βακτηρίαις αὐταῖς χρῶνται. Πλείονος δὲ χρόνου γινομένου κατὰ λόγον ἡ ἀπόδοσις. ὁμοίως δὲκαὶ εἲ τῶν τεύτλων · καὶ γὰρ ταῦτα λαμβάνει μέγεθος· ἔτι δὲ μᾶλλον ἄγνοι καὶ ὁ παλίουρος καὶ ὁ κίττος, ὥσθ’ ὁμολογουμένως ταῦτα γίνεται δένδρα · καίτοι θαμνώδη γέ ἐστιν.


3.3 ὁ δὲ μύρρινος μὴ ἀνακαθαιρόμενος ἐκθαμνοῦται καὶ ἡ ἡρακλεωτικὴ καρύα. Δοκεῖ δὲ αὕτη γε καὶ τὸν καρπὸν βελτίω καὶ πλείω φέρειν, ἐὰν ῥαβδους τις ἐᾷ πλείους, ὡς τῆς φύσεως θαμνώδους οὔσης. Οὐ μονοστέλεχες δ’ ἂν δόξειεν οὐδ’ ἡ μηλέα οὐδ’ ἡ ῥοιὰ οὐδ’ ἡ ἄπιος εἶναι οὐδ’ ὅλως ὅσα παραβλαστητικὰ ἀπὸ τᾶν ῥιζῶν, ἀλλὰ τῇ ἀγωγῇ τοιαῦτα παραιρουμένων τῶν ἄλλων. ἔνια δὲ καὶ ἐῶσι πολυστελέχη διὰ λεπτότητα, καθάπερ ῥόαν μηλέαν · ἐῶσι δὲ καὶ τὰς ἐλαίας κοπάδας καὶ τὰς συκᾶς.


3.4 τάχα δ’ ἄν τις ῥαίη καὶ ὅλως μεγέθει καὶ μικρότητι διαιρεῖν ἔνια, τὰ δὲ ἰσχύϊ καὶ ἀσθενείᾳ καὶ πολυχρονιότητι καὶ ὀλιγοχρονιότητι. Τῶν τε γα\ρ φρυγανωδῶν καὶ λαχανωδῶν ἔνια μονοστελέχη καὶ οἷον δένδρου φύσιν ἔχοντα γίνεται, καθάπερ ῥάφανος πήγανον, ὅθεν καὶ καλοῦσί τινες τὰ τοιαῦτα δενδρολάχανα · τά τε λαχανώδη πάντα ἢ τὰ πλεῖστα, ὅταν ἐγκαταμείνῃ, λαμβάνει τινὰς ὥσπερ ἀκρεμόνας καὶ γίνεται τὸ ὅλον ἐν σχήματι δενδρώδει πλὴν ὀλιγοχρονιώτερα.


3.5 διὰ δὴ τυᾶτα, ὥσπερ λέγομεν, οὐκ ἀκριβολογητέον τῷ ὅρῳ ἀλλὰ τῷ τύπῳ ληπτέον τοὺς ἀφορισμούς · ἐπεὶ καὶ τὰς διαιρέσεις ὁμοίως, οἷον ἡμέρων ἀγρίων, καρποφόρων ἀκάρπων, ἀνθοφόρων ἀνανθῶν, ἀειφύλλων φυλλοβόλων. Τὰ μὲν γὰρ ἄγρια καὶ ἥμερα παρὰ τὴν ἀγωγὴ εἶναι δοκεῖ · πᾶν γὰρ ἄγριον καὶ ἥμερόν φησιν ἵππων γίνεσθαι τυγχάνον καὶ μὴ τυγχάνον θεραπείας. ἄκαρπα δὲ καὶ κάρπιμα καὶ ἀνθοφόρα καὶ ἀνανθῆ παρὰ τοὺς τόπους καὶ τὸν ἀέρα τὸν περιέχοντα · τὸν αὐτὸν δὲ τρόπον καὶ φυλλοβόλα καὶ ἀείφυλλα. Περὶ γὰρ ἐλεφαντίνην οὐδὲ τὰς ἀμπέλους οὐδὲ τὰς συκᾶς φασι φυλλοβολεῖν.


3.6 ἀλλ’ ὅμως τοιαῦτα διαιρετέον. ἔχει γάρ τι τῆς φύσεως κοινὸν ὁμοίως ἐν δένδροις καὶ θάμνοις καὶ τοῖς φρυγανικοῖς καὶ ποώδεσιν · ὑπὲρ ὧν καὶ τὰς αἰτίας ὅταν τις λέγῃ, περὶ πάντων κοινῇ δηλονότι λεκτέον οὐχ ὁρίζοντα καθ’ ἕκαστον · εὔλογον γὰρ καὶ ταύτας κοινὰς εἶναι πάντων. ἅμα δὲ καὶ φαίνεταί τινα ἔχειν φυσικὴν διαφορὰν εὐθὺς ἐπὶ τῶν ἀγρίων καὶ τηῶν ἡμερῶν, εἴπερ εἴα μὴ δύναται ζῆν ὥσπερ τὰ γεωργούμενα μηδ’ ὅλως δέχεται θεραπείαν, ἀλλὰ χείρω γίνεται, καθάπερ ἐλάτη πεύκη κήλαστρον καὶ ἁπλῶς ὁσα ψυχροὺς τόπους φιλεῖ καὶ χιονώδεις, ὡσαύτως δὲ καὶ τῶν φρυγανικῶν καὶ ποωδῶν οἷον κάππαρις καὶ θέρμος. ἥμερον δὲ καὶ ἄγριον δίκαιον καλεῖν ἀναφέροντα πρός τε ταῦτα καὶ ὅλως πρὸς τὸ ἡμερώτατον · ὁ δὲ ἄνθρωπος ἢ μόνον ἢ μάλιστα ἥμερον.


4.1 φανεραὶ δὲ καὶ κατ’ αὐτὰς τὰς μορφὰς αἱ διαφοραὶ τῶν ὅλων τε καὶ μορίων · οἷον λέγω μέγεθος καὶ μικρότης, σκληρότης μαλακότης, λειότης τραχύτης, φλοιοῦ φύλλων τῶν ἄλλων, ἁπλῶς εὐμορφία καὶ δυσμορφία τις, ἔτι δὲ καὶ καλλικαρπία καὶ κακοκαρπία. Πλείω μὲν γὰρ δοκεῖ τὰ ἄγρια φέρειν, ὥσπερ ἀχρὰς κότινος, καλλίω δὲ τὰ ἥμερα, καὶ τοὺς χύλους δὲ αὐτοὺς γλυκυτέρους καὶ ἡδίους καὶ τὸ ὅλον ὡς εἰπεῖν εὐκράτους μᾶλλον.


4.2 αὖταί τε δὴ φυσικαί τινες, ὥσπερ εἴρηται, διαφοραί · καὶ ἔτι δὴ μᾶλλον τῶν ἀκάρπων καὶ καρποφόρων καὶ φυλλοβόλων καὶ ἀειγύλλων καὶ ὅσα ἄλλα τοιαῦτα. Πάντων δὲ ληπτέον ἀεὶ καὶ πάσας τοῖς τόποις · οὐ γὰρ οὐδ’ οἷόν τε ἴσως ἄλλως. Αἱ δὲ τοιαῦται δόξαιεν ἂν γενικόν τινα ποιεῖν χωρισμόν, οἷον ἐνύδρων καὶ χερσαίων ὥσπερ ἐπὶ τῶν ζῴων. ἔστι γὰρ ἔνια τῶν φυτῶν ἃ οὐ δύναται μὴ ἐν ὑγρῷ ζῆν · διῄρηται δ’ ἄλλο κατ’ ἄλλο γένος τῶν ὑγρῶν, ὥστε τὰ μὲν ἐν τέλμασι, τὰ δὲ ἐν λίμναις, τὰ δ’ ἐν ποταμοῖς, τὰ δὲ καὶ ἐν αὐτῇ τῇ θαλάττῃ φύεσθαι, τὰ μὲν ἐλάττω καὶ ἐν τῇ παρ’ ἡμῖν, τὰ δὲ μείζω περὶ τὴν ἐρυθράν. ἔνια δὲ ὡσπερεὶ κάθυγρα καὶ ἕλεια, καθάπερ ἰτέα καὶ πλάτανος · τὰ δὲ οὐκ ἐν ὕδατι δυνάμενα ζῆν οὐδ’ ἐν τούτοις ἀλλὰ διώκοντα τοὺς ξηροὺς τόπους · τῶν δ’ ἐλαττόνων ἔστιν ἃ καὶ τοὺς αἰγιαλούς.


4.3 οὐ μὴν ἀλλὰ καὶ τούτων, εἴ τις ἀκριβολογεῖσθαι θέλει, τὰ μὲν ἂν εὕροι κοινὰ καὶ ὥσπερ ἀμφίβια, καθάπερ μυρίκην ἰτέαν κλήθραν, τὰ δὲ καὶ τῶν ὁμολογουμένων χερσαίων πεφυκότα ποτὲ ἐν τῇ θαλάττῃ βιοῦν, φοίνικα σκίλλαν ἀνθέρικον. ἀλλὰ τὰ τοιαῦτα πάντα καὶ ὅλως τὸ οὕτω σκοπεῖν οὐκ οἰκείως ἐστὶ σκοπεῖν · οὐδὲ γὰρ οὐδ’ ἡ φύσις οὕτως οὐδ’ ἐν τοῖς τοιούτοις ἔχει τὸ ἀναγκαῖον. τὰς μὲν οὖν διαιρέσεις καὶ ὅλως τὴν ἱστορίαν τῶν φυτῶν οὕτω ληπτέον. ἅπαντα δ’ οὖν καὶ ταῦτα καὶ τὰ ἄλλα διοίσει, καθάπερ εἴρηται, ταῖς τε τῶν ὅλων μορφαῖς καὶ ταῖς τῶν μορίων διαφοραῖς, ἢ τῷ ἔχειν τὰ δὲ μὴ ἔχειν, ἢ τῷ πλείω τὰ δὲ ἐλάττω, ἢ τῷ ἀνομοίως ἢ ὅσοι τρόποι διῇρηνται πρότερον.


4.4 οἰκεῖον δὲ ἴσως καὶ τοὺς τόπους συμπαραλαμβάνειν ἐν οἷς ἕκαστα πέφυκεν ἢ μὴ πέφυκε γίνεσθαι · μεγάλη γὰρ καὶ αὕτη διαφορὰ καὶ οὐχ ἥκιστα οἰκεία τῶν φυτῶν διὰ τὸ συνηρτῆσθαι τῇ γῇ καὶ μὴ ἀπολελύσθαι τὰ ζῷα.


5.1 πειρατέον δὲ εἰπεῖν τὰς κατὰ μέρος διαφορὰς ὡς ἂν καθόλου λέγοντας πρῶτον καὶ κοινῶς, εἶτα καθ’ ἕκαστον, ὕστερον ἐπὶ πλεῖον ὥσπερ ἀναθεωροῦντας. ἔστι δὲ τὰ μὲν ὀρθοφυῆ καὶ μακροστελέχη, καθάπερ ἐλάτη πεύκη κυπάριττος, τὰ δὲ σκολιώτερα καὶ βραχυστελέχη, οἷον ἰτέα συκῆ ῥοιά · καὶ κατὰ πάχος δὲ καὶ λεπτότητα ὁμοίως. Καὶ πάλιν τὰ μὲν μονοστελέχη, τὰ δὲ πολυστελέχη · τοῦτο δὲ αὐτὸ τρόπον τινὰ καὶ τῷ παραβλαστητικὰ ἢ ἀπαράβλαστα εἶναι · καὶ πολυκλαδῆ καὶ ὀλιγόκλαδα καθάπερ ὁ φοῖνιξ, καὶ ἐν αὐτοῖς τούτοις ἔτι κατὰ ἴσχν ἢ πάχοξ ἢ τὰς τοιαύτας διαφοράς.


5.2 πάλιν τὰ μὲν λεπτόφλοια, καθάπερ δάφνη φιλύρα, τὰ δὲ παχύφλοια, καθάπερ δρῦς. ἔτι τὰ μὲν λειόφλοια, καθάπερ μηλέα συκῆ, τὰ δὲ τραχύφλοια, καθάπερ ἀγρία δρῦς φελλὸς φοῖνιξ. Πὰντα δὲ νέα μὲν ὄντα λειοφλοιότερα, ἀπογηράσκοντα δὲ τραχυφλοιότερα · ἔνια δὲ καὶ ῥηξίφλοια, καθάπερ ἄμπελος, τὰ δὲ καὶ ὡς περιπίπτειν, οἷον ἀνδράχνη μηλέα κόμαρος. ἔστι δὲ καὶ τῶν μὲν σαρκώδης ὁ φλοιός, οἷον φελλοῦ δρυὸς αἰγείρου · τῶν δὲ ἰνώδης καὶ ἄσαρκος ὁμοίως δένδρων καὶ θάμνων καὶ ἐπετείων, οἷον ἀμπέλου καλάμου πυροῦ. Καὶ τῶν μὲν πολύλοπος, οἷον φιλύρας ἐλάτης ἀμπέλου λινοσπάρτου κρομμύων, τῶν δὲ μονόλοπος, οἷον συκῆς καλάμου αἴρας. κατὰ μὲν δὴ τοὺς φλοιοὺς ἐν τούτοις αἱ διαφοραί.


5.3 τῶν δὲ ξύλων αὐτῶν καὶ ὅλως τῶν καυλῶν οἱ μέν εἰσι σαρκώδεις, οἷον δρυὸς συκῆς, καὶ τῶν ἐλαττόνων βακάνου τεύτλου κωνείου · οἱ δὲ ἄσαρκοι, καθάπερ κέδρου λωτοῦ κυπαρίττου. Καὶ οἱ μὲν ἰνώδεις · τὰ μὲν γὰρ τῆς ἐλάτης καὶ τοῦ φοίνικος ξύλα τοιαῦτα · τὰ δὲ ἄϊνα, καθάπερ τῆς συκῆς. ὡσαύτως δὲ καὶ τὰ μὲν φλεβώδη, τὰ δ’ ἄφλεβα. Περὶ δὲ τὰ φρυγανικὰ καὶ θαμνώδη καὶ ὅλως τὰ ὑλήματα καὶ ἄλλας τις ἂν λάβοι διαφοράς · ὁ μὲν γὰρ κάλαμος γονατῶδες, ὀ δὲ βάτος καὶ ὁ παλίουρος ἀκανθώδη. ἡ δὲ τύφη καὶ ἔνια τῶν ἑλείων ἢ λιμναίων ὁμοίως ἀδιάφρακτα καὶ ὁμαλῆ, καθάπερ σχοῖνος. ὁ δὲ τοῦ κυπείρου καὶ βουτόμου καυλὸς ὁμαλότητά τινα ἔχει παρὰ τούτους · ἔτι δὲ μᾶλλον ἴσως ὁ τοῦ μύκητος.


5.4 αὗται μὲν δὴ δόξαιεν ἂν ἐξ ὧν ἡ σύνθεσις. Αἱ δὲ κατὰ τὰ πάθη καὶ τὰς δυνάμεις, οἷον σκληρότης μαλακότης γλισχρότης κραυρότης ὐκνότης μανότης κουφότης βαρύτης καὶ ὅσα ἄλλα τοιαῦτα. ἡ μὲν γὰρ ἰτέα καὶ χλωρὸν εὐθὺ κοῦφον, ὥσπερ ὁ φελλός, ἡ δὲ πύξος καὶ ἡ ἔβενος οὐδὲ αὐανθέντα. Καὶ τὰ μὲν σχιστά, καθάπερ τὰ τῆς ἐλάτης, τὰ δὲ εὔθραυστα μᾶλλον, οἷον τὰ τῆς ἐλαίας. καὶ τὰ μὲν ἄοζα, οἷον τὰ τη-ς ἀκτῆς, τὰ δὲ ὀζώδη, οἷον τὰ τῆς πεύκης καὶ ἐλάτης.


5.5 δεῖ δὲ καὶ τὰς τοιαύτας ὑπολαμβάνειν τῆς φύσεως · εὔσχιστον μὲν γὰρ ἡ ἐλάτη τῷ εὐθυπορεῖν, εὔθραυστον δὲ ἡ ἐλαία διὰ τὸ σκολιὸν καὶ σκληρόν, εὔκαμπτον δὲ ἡ φιλύρα καὶ ὅσα ἄλλα διὰ τὸ γλίσχραν ἔχειν τὴν ὑγρότητα. Βαρὺ δὲ ἡ μὲν πύξος καὶ ἡ ἔβενος ὅτι πυκνά, ἡ δὲ δρῦς ὅτι γεῶδες. ὡσαύτως δὲ καὶ τὰ ἄλλα πάντα ῥὸς τὴν φύσιν πως ἀνάγεται.


6.1 διαφέρουσι δὲ καὶ ταῖς μήτραις · πρῶτον μὲν εἰ ἔνια ἔχει ἢ μὴ ἔχει, καθάπερ τινές φασιν ἄλλα τε καὶ τὴν ἀκτῆν · ἔπειτα καὶ [τὰ] ἐν αὐτοῖς τοῖς ἔχουσι · τῶν μὲν φάρ ἐστι σαρκώδης, τῶν δὲ ξυλώδης, τῶν δὲ ὑμενώδης · σαρκώδης μὲν οἷον ἀμπέλου συκῆς μηλέας ῥοιᾶς ἀκτῆς νάρθηκος · ξυλώδης δὲ πίτος ἐλάτης πεύκης, καὶ μάλιστα αὕτη διὰ τὸ ἔνᾳδος εἶναι. Τούτων δ’ ἔτι σκληρότεραι καὶ πυκνότεραι κρανίας πρίνου δρυὸς κυτίσου συκαμίνου ἐβένου λωτοῦ.


6.2 διαφέρουσι δὲ αὗται καὶ τοῖς χρώμασι · μέλαιναι γὰρ δὴ πᾶσαυ ἠαὺ τῆς δρυὸς ἣν καλοῦσι μελάνδρυον. ἅπασαι δὲ σκληρότεραι καὶ κραυρότεραι τῶν ξύλων - διὸ καὶ οὐχ ὑπομένουσι καμπήν - μανότεραι δὲ αἱ μέν, αἱ δ’ οὔ. ὑμενώδεις δὲ ἐν μὲν τοῖς δένδροις οὐκ εἰσὶν ἢ σπάνιοι, ἐν δὲ τοῖς θαμνώδεσι καὶ ὅλως τοῖς ὑλήμασιν οἷον καλάμῳ τε καὶ νάρθηκι καὶ τοῖς τοιούτοις εἰσίν. ἔχει δὲ τὴν μήτραν τὰ μὲν μεγάλην καὶ φανεράν, ὡς πρῖνος δρῦς καὶ τἆλλα προειρημένα, τὰ δὲ ἀφανεστέραν, οἷον ἐλαία πύξος · οὐ γάρ ἔστιν ἀφωρισμένην οὕτω λαβεῖν ἀλλὰ καί φασί τινες οὐ κατὰ τὸ μέσον ἀλλὰ κατὰ τὸ πᾶν ἔχειν, ὥστε μὴ εἶναι τόπον ὡρισμένον. διὸ καὶ ἔνια οὐδ’ ἂν δόξειεν ὅλως ἔχειν · ἐπεὶ καὶ τοῦ φοίνικος οὐδεμία φαίνεται διαφορὰ κατ’ οὐδέν.


6.3 διαφέρους δὲ καὶ ταῖς ῥίζαις. Τὰ μὲν γὰρ πολύρριζα καὶ μακρόρριζα, καθάπερ συκῆ δρῦς πλάτανος · ἐὰν γὰρ ἔχωσι τόπον, ἐφ’ ὁσονοῦν προέρχονται. Τὰ δὲ ὀλιγόρριζα, καθάπερ ῥοιὰ μηλέα · τὰ δὲ μονόρριζα, καθάπερ ἐλάτη πεύκη · μονόρριζα δὲ οὕτως ὅτι μίαν μεγάλην θ̀ν εἰς βάθος ἔχει, μικρὰς δὲ ἀπὸ ταύτης πλείους. ἔχουσι δὲ καὶ τῶν μὴ μονορρίζων ἔνια τὴν ἐκ τοῦ μέσου μεγίστην καὶ κατὰ βάωους, ὥσπερ ἀμυγδαλῆ · ἐλαία δὲ μικρὰν ταύτην, τὰς δὲ ἄλλας μείζους καὶ ὡς κεκαρκινωμένας. ἔτι δὲ τῶν μὲν παχεῖαι μᾶλλον, τῶν δὲ ἀνωμαλεῖς, καθάπερ δάφνης ἐλαίας · τῶν δὲ πᾶσαι λεπταί, καθάπερ ἀμπέλου.


6.4 διαφέρουσι δὲ καὶ λειότητι καὶ τραχύτητι καὶ πυκνότητι. Πάντων γὰρ αἱ ῥίζαι μανότεραι τῶν ἄνω, πυκνότεραι δὲ ἄλλαι ἄλλων καὶ ξυλωδέστεραι. Καὶ αἱ μὲν ἰνώδεις, ὡς αἱ τῆς ἐλάτης, αἱ δὲ σαρκώδεις μᾶλλον, ὥσπερ αἱ τῆς δρυός, αἱ δ’ οἷον ὀζώδεις κὰ θυσανώδεις, ὥσπερ αἱ τῆς ἐλαίας · τοῦτο δὲ ὅτι τὰς λεπτὰς καὶ μικρὰς πολλὰς ἔχουσι καὶ ἀθρόας · ἐπεὶ πᾶσαί γε καὶ ταύτας ἀποφύουσιν ἀπὸ τῶν μεγάλων, ἀλλ’ οὐχ ὁμοίως ἀθρόας καὶ πολλάς. ἔστι δὲ καὶ τὰ μὲν βαθύρριζα, καθ’απερ δρῦς, τὰ δ’ ἐπιπολαιόρριζα, καθάπερ ἐλαία ῥοιὰ μηλέα κυπάριττος. ἔτι δ’ αἱ μὲν εὐθεῖαι καὶ ὁμαλεῖς, αἱ δὲ σκολιαὶ καὶ παραλάττουσαι · τοῦτο γὰρ οὐ μὸνον συμβαίνει διὰ τοὺς τόπους τῷ μὴ εὐοδεῖν, ἀλλὰ καὶ τῆς φύσεως αὐτῆς ἐστιν, ὥσπερ ἐπὶ τῆς δάφνης καὶ τῆς ἐλαίας · ἡ δὲ συκῆ καὶ τὰ τοιαῦτα σκολιοῦται διὰ τὸ μὴ εὐδοδεῖν.


6.5 ἅπασαι δ’ ἔμμητροι, καθάπερ καὶ τὰ στελέχη καὶ οἱ ἀκρεμόνες · καὶ εὔλογον ἀπὸ τῆς ἀρχῆς. Εἰσὶ δὲ καὶ αἱ μὲν παραβλαστητικαὶ εἰς τὸ ἄνω, καθάπερ ἀμπέλου ῥόας, αἱ δὲ ἀπαράβλαστοι, καθάπερ ἐλάτης κυπαρίττου πεύκης. Αἱ αὐταὶ δὲ διαφορὰ καὶ τῶν φρυγανικῶν καὶ τῶν ποωδῶν καὶ τῶν ἄλλων · πλὴν εἰ ὅλως ἔνια μὴ ἔχει, καθάπερ ὕδνον μύκης πύξος γεράνειον. τὰ μὲν πολύρριζα, καθάπερ πυρὸς τίφη κριθή, πᾶν τὸ τοιοῦτο, καθάπερ εἰκάζουσιν · τὰ δ’ ὀλιγόρριζα, καθάπερ τὰ χεδροπά.


6.6 σχεδὸν δὲ καὶ τῶν λαχανωδῶν τὰ πλεῖστα μονόρριζα, οἷον ῥάφανος τεῦτλον σέλινον λάπαθος · πλὴν ἔνια καὶ ἀποφυάδας ἔχει μεγάλας οἷον τὸ σέλινον καὶ τὸ τεῦτλον · καὶ ὡς ἂν κατὰ λόγον ταῦτα βαθυρριζότερα τῶν δένδρων. Εἰσὶ δὲ τῶν μὲν σαρκώδεις, καθάπερ ῥαφανίδος γογγυλίδος ἄρου κρόκου · τῶν δὲ ξυλώδεις, οἷον εὐζώμου ὠκίμου · καὶ τῶν ἀγρίων δὲ τῶν πλείστων, ὅσων μὴ εὐωὺς πλείους καὶ σχιζόμεναι, καθάπερ πυροῦ κριθῆς καὶ τῆς καλουμένης πόας. αὕτη γὰρ ἐν τοῖς ἐπετείοις καὶ ἐν τοῖς ποώδεσιν ἡ διαφορὰ τῶν ῥιζῶν ὥστε τὰς μὲν εὐθὺς σχίζεσθαι πλείους οὔσας καὶ ὁμαλεῖς, τῶν δὲ ἄλλων μίαν ἢ δύο τὰς μεγίστας, ἄλλας δὲ ἀπὸ τούτων.


6.7 ὅλως δὲ πλείους αἱ διαφοραὶ τῶν ῥιζῶν ἐν τοῖς ὑλήμασι καὶ λαχανώδεσιν. Εἰσι γὰρ αἱ μὲν ξυλώδεις, ὥσπερ αἱ τοῦ ὠκίμου · αἱ δὲ σαρκώδεις, ὥσπερ αἱ τοῦ τεύτλου καὶ ἔτι δὴ μᾶλλον τοῦ ἄρου καὶ ἀσφοδέλου καὶ κρόκου · αἱ δὲ ὥσπερ ἐκ φλοιοῦ καὶ σαρκός, ὥσπερ αἱ τῶν ῥαφανίδων καὶ γογγυλίδων. Αἱ δὲ γονατώδεις, ὥσπερ αἱ τῶν καλάμων καὶ ἀγρώστεων καὶ εἴ τι καλαμῶδες, καὶ μόναι δὴ αὗται ἢ μάλισθ’ ὅμοιαι τοῖς ὑπὲρ γῆς · ὥσπερ γὰρ κάλαμοί εἰσιν ἐρριζωμένοι ταῖς λεπταῖς. Αἱ δὲ λεπυρώδεις ἢ φλοιώδεις, οἷον αἵ τε τῆς σκίλλης καὶ τοῦ βόλβου καὶ ἔτι κρομμύου καὶ τῶν τούτοις ὁμοίων. Αἰεὶ γὰρ ἔστι περιαιρεῖν αὐτῶν.


6.8 πάντα δὲ τὰ τοιαῦτα δοκεῖ καθάπερ δύο γένη ῥιζῶν ἔχειν · τοῖς δὲ καὶ ὅλως τὰ κεφαλοβαρῆ καὶ κατάρριζα πάντα · τήν τε σαρκώδη ταύτην καὶ φλοιώδη, καθάπερ ἡ σκίλλα, καὶ τὰς ἀπὸ ταύτης ἀποπεφυκυίας · οὐ γὰρ λεπτότητι καὶ παχύτητι διαφέρουσι μόνον, ὥσπερ αἱ τῶν δένδρων καὶ τῶν λαχάνων, ἀλλ’ ἀλλοῖον ἔχουσι τὸ γένος. ἐκφανεστάτη δ’ [ἤδη] ἥ τε τοῦ ἀ;ρου καὶ ἡ τοῦ κυπείρου · ἡ μὲν γὰρ παχεῖα καὶ λεία καὶ σαρκώδης, ἡ δὲ λεπτὴ καὶ ἰνώδης. Διόπερ ἀπορήσειεν ἄν τις εἰ ῥίζας τὰς τοιαύτας θετέον · ᾗ μὲν γὰρ κατὰ γῆς, δόξαιεν ἄν, ᾗ δ’ ὑπεναντίως ἔχουσι ταῖς ἄλλαις, οὐκ ἂν δόξαιεν. ἡ μὲν γὰρ ῥίξα λεπτοτέρα πρὸς τὸ πόρρω καὶ ἀεὶ σύνοξυς · ἡ δὲ τῶν σκιλλῶν καὶ τῶν βολβῶν καὶ τῶν ἄρων ἀνάπαλιν.


6.9 ἔτι δ̀ αἱ μὲν ἄαλλαι κατὰ τὸ πλάγιον ἀφιᾶσι ῥίζας, αἱ δὲ τῶν σκιλλῶν καὶ τῶν βόλβων οὐκ ἀφιᾶσιν, οὐδὲ τῶν σκορόδων καὶ τῶν κρομμύων. ὅλως δέ γε ἐν ταύταις αἱ κατὰ μέσον ἐκ τῆς κεφαλῆς ἠρτημέναι φαίνονται ῥίξαι καὶ τρέφονται. Τοῦτο δ’ ὥσπερ κῦμα ἢ καρπός · ὅθεν καὶ οἱ ἐγγεοτόκα λέγοντες οὐ κακῶς, ἐπὶ δὲ τῶν ἄλλων τοῦτο μέν ἐστιν, ἐπεὶ δὲ πλεῖον ἡ φύσις ἢ κατὰ ῥίζαν, ταύτῃ ἀπορίαν ἐχει. Τὸ γὰρ δὴ πᾶν λέγειν τὸ κατὰ φῆς ῥίζαν οὐκ ὀρθόν · καὶ γὰρ ἂν ὁ καυλὸς τοῦ βολβοῦ καὶ ὀ τοῦ γηθύου καὶ ὅλως ὅσα κατὰ βάθος ἐστὶν εἴησαν ἂν ῥίζαι, καὶ τὸ ὕδνον δὲ καὶ ὃ καλουσί τινες ἀσχίον καὶ το οὔϊτον καὶ εἴ τι ἄλλο ὑπογειόν ἐστιν. ὧν οὐδέν ἐστι ῥίζα · δυνάμει γὰρ δεῖ φυσικῇ διαιρεῖν καὶ οὐ τόπῳ.


6.10 τάχα δὲ τοῦτο μὲν ὀρθῶς λέγεται, ῥίζα δὲ οὐδὲν ἧττόν ἐστιν · ἀλλὰ διαφορά τις αὕτη τῶν ῥιζῶν ὥστε τὴν μέν τινα τοσαύτην εἶναι, τὴν δὲ τοιαύτην καὶ τρέφεσθαι τὴν ἑτέραν ὑπὸ τῆς ἑτέρας. καίτοι καὶ αὑταὶ [καὶ αὐτῶν] αἱ σαρκώδεις ἐοίκασιν ἕλκειν. Τὰς γοῦν τῶν ἄρων πρὸ τοῦ βλαστάνειν στρέφουσι καὶ γίνονται μείζους κωλυόμεναι διαθεῖναι πρὸς τὴν βλάστησιν. ἐπεὶ ὅτι γε πάντων τῶν τοιούτων ἡ φύσις πεὶ τὸ κάτω τε μᾶλλον ῥέπει φανερόν · οἱ μὲν γὰρ καυλοὶ καὶ ὅλως τὰ ἄνω βραχέα καὶ ἀσθενῆ, τὰ δ κάτω μεγάλα καὶ ὀλλὰ καὶ ἰσχυρά, οὐ μόνον ἐπὶ τῶν εἰρημένων, ἀλλὰ καὶ ἐπὶ καλάμου καὶ ἀγρωστίδος καὶ ὅλως ὅσα καλαμώδη καὶ τούτοις ὅμοια. Καὶ ὅσα δὴ ναρθηκώδη, καὶ τούτων ῥίζαι μεγάλαι καὶ σαρκώδεις.


6.11 πολλὰ δὲ καὶ τῶν ποωδῶν ἔχει τοιαύτας ῥίζας, οἷον σπάλαξ κρόκος τὸ περδίκιον καλούμενον · καὶ γὰρ τοῦτο παχείας τε καὶ πλείους ἔχει τὰς ῥίζας ἢ φύλλα · καλεῖται δὲ περδίκιον διὰ τὸ τοὺς πέρδικας ἀγκυλίεσθαι καὶ ὀρύττειν. ὁμοίως δὲ καὶ τὸ ἐν αἰγύπτῳ καλούμενον οὔϊγγον · τὰ μὲν γὰρ φύλλα μεγάλα καὶ ὁ βλαστὸς αὐτοῦ βραχύς, ἡ δὲ ῥίζα μακρὰ καὶ ἔστιν ὥσπερ ὁ καρπός. Διαφέρει τε καὶ ἐσθίεται · συλλέγουσι δὲ ὅταν ὁ ποταμὸς ἀποβῇ στέφοντες βωμούς.


6.12 φανερώτατα δὲ καὶ πλείστην ἔχοντα πρὸς τὰ ἄλλα διαφορὰν τὸ σίλφιον καὶ ̔κ καλουμένη μαγύδαρις · ἀμφοτέρων γὰρ τούτων καὶ ἁπάντων τῶν τοιούτων ταῖς ῥίζαις μᾶλλον ἡ φύσις. Ταῦτα μὲν οὖν ταύτῃ ληπτέα. ἔνιαι δὲ τῶν ῥιζῶν πλείω δόξαιεν ἂν ἔχειν διαφορὰν παρὰ τὰς εἰρημένας · οἷον αἵ τε τῆς ἀραχνίδης καὶ τοῦ ὁμοίου τῷ ἀράκῳ · φέρουσι γὰρ ἀμφότεραι καρπὸν οὐκ ἐλάττω τοῦ ἄνω. Καὶ μίαν μὲν ῥίζαν τὸ ἀρακῶδες τοῦτο παχεῖαν ἔχει τὴν κατὰ βαθος, τὰς δὲ ἄλλας, ἐφ’ ὧν ὁ καρπός, λεπτοτέρας καὶ ἐπ’ ἄκρῳ [καὶ] σχιζόεμνας πολλαχῇ · φιλεῖ δὲ μάλιστα χυρία τὰ ὕφαμμα · φύλλον δὲ οὐδέτερον ἔχει τούτων οὐδ’ ὅμοια τοῖς φύλλοις, ἀλλ’ ὥσπερ ἀμφίκαρτα μᾶλλόν ἐστιν, ὃ καὶ φαίνεται θαυμάσιον. αἱ μὲν οὖν φύσεις καὶ δυνάμεις τοσαύτας ἔχουσι διαφοράς.


7.1 αὐξάνεσθαι δὲ πάντων δοκοῦσιν αἱ ῥίζαι πρότερον τῶν ἄνω · καὶ γὰρ φύεται εἰς βάθος. Οὐδεμία δὲ καθήκει πλέον ἢ ὅσον ὁ ἥλιος ἐφικνεῖται · τὸ γὰρ θερμὸν τὸ γεννῶν. Οὐ μὲν ἀλλὰ ταῦτα μεγάλα συμβάλλεται πρὸς βαθυρριζίαν καὶ ἔτι μᾶλλον πρὸς μακρορριζίαν ἡ τῆς χώρας φύσις, ἐὰν ᾗ κούφη καὶ μανὴ καὶ εὐδίοδος. ἐν γὰρ ταῖς τοιαύταις πορρωτέρω καὶ μείζους αἱ αὐξήσεις. Φανερὸν δὲ ἐπὶ τῶν ἡμερωμάτων · ἔχοντα γὰρ ὕδωρ ὁπουοῦν δίεισιν ὡς εἰπεῖν, ἐπειδὰν ὁ τόπος ᾗ κενὸς καὶ μηδὲν τὸ ἀντιστατοῦν, καθάπερ φρέατος ἢ ὀχετοῦ τινος. ἤγουν ἐν τῷ λυκείῳ ἡ πλάτανος ἡ κατὰ τὸν ὀχετόν, ἔτι νέα οὐσα, περὶ τρεῖς καὶ τριάκοντα πήχεις ἀφῆκεν, ἔχουσα τόπονν τε ἅμα καὶ τροφήν.


7.2 δόξει δὲ ὡς εἰπεῖν ἡ συκῆ μακρορριζότατον εἶναι, καὶ ὅλως δὲ μᾶλλον τὰ μανὰ καὶ εὐθύρριζα. Πάντα δὲ τὰ νεώτερα τῶν παλαιῶν, ἐὰν εἰς ἀκμὴν ἥκωσιν, ἤδη βαθυρριζότερα καὶ μακρορριζότερα. Συμφθίνουσι γὰρ καὶ αἱ ῥίζαι τῷ ἄλλῳ σώματι. Πάντων δὲ ὁμοίως οἱ χυλοὶ τοῖς φυτοῖς δεινότεροι, τοῖς δὲ ὡς ἐπίπαν · διὸ καὶ ἐνίων πικραὶ ὧν οἱ καρποὶ γλυκεῖς · αἱ δὲ καὶ φαρμακώδεις · ἔνιαι καὶ εὐώδεις ὥσπερ αἱ τῆς ἴριδος.


7.3 ἰδία δὲ ῥίζης φύσις καὶ δύναμις, οἷον ἡ τῆς ἰνδικῆς συκῆς · ἀπὸ γὰρ τῶν βλαστῶν ἀφίησι μέχρι οὗ ἂν συνάψῃ τῇ γῇ καὶ ῥιζωθῇ καὶ γίνεται περὶ τὸ δένδρον κύκλῳ συνεχὲς τὸ τῶν ῥιζῶν, οὐχ ἁπτόμενον τοῦ στελέχους ἀλλ’ ἀφεστηκός. Παραπλήσιον δὲ τούτῳ, μᾶλλον δὲ τρόπον τινὰ θαυμασιώτερον εἴ τι ἐκ τῶν φύλλων ἀφίησι ῥίζαν, οἷόν φασι περὶ ὀποῦντα ποιάριον εἶναι ὃ καὶ διεσθίεσθαί ἐστιν ἡδύ. Τὸ γὰρ αὖ θέρμων θαυμαστὸν ἧττον, ὅτι, ἂν ἐν ὕλῃ βαθείᾳ σπαρῇ, διείρει τὴν ῥίζαν πρὸς τὴν γῆν καὶ βλαστάνει διὰ τὴν ἰσχύν. ἀλλὰ δὴ τὰς μὲν τῶν ῥιζῶν διαφορὰς ἐκ τούτων θεωρητέον.


8.1 τῶν δένδρων δὲ καὶ τὰς τοιαύτας ἄν τις λάβοι διαφοράς · ἔστι γὰρ τὰ μὲν ὀζώδη, τὰ δ’ ἄνοζα, καὶ φύσει καὶ τόπῳ, κατὰ τὸ μᾶλλον καὶ ἦττον. ἄνοζα δὲ λέγω οὐχ ὥστε μὴ ἔχειν ὅλως - οὐδὲν γὰρ τοιοῦτο δένδρον, ἀλλ’ εἴπερ, ἐκ τῶν ἄλλων οἷον σχοῖνος τύφη κύπειρος ὅλως εἴ τι [ἐπὶ] τῶν λιμνωδῶν - ἀλλ’ ὥστε ὀλίγους ἔχειν · φύσει μὲν οἶον ἀκτῆ δάφνη συκῆ ὅλως πάντα τὰ λειόφλοια καὶ ὅσα κοῖλα καὶ μανά. ὀζῶδες δὲ ἐλαία πεύκη κότινος. Τούτων δὲ τὰ μὲν ἐν παλισκίοις καὶ νηνέμοις καὶ ἐφύδροις, τὰ δὲ ἐν εὐηλίοις καὶ χειμερίοις καὶ πνευματώδεσι καὶ λεπτοῖς καὶ ξηροῖς · τὰ μὲν γὰρ ἀνοζότερα, τὰ δὲ ὀζωδέστερα τᾶν ὁμογενῶν. ὅλως δὲ ὀζωδέστερα τὰ ὀρεινὰ τῶν πεδεινῶν καὶ τὰ ξηρὰ τῶν ἑλείων.


8.2 ἔτι δὲ κατὰ τὴν φυτείαν, τὰ μὲν πυκνὰ ἄνοζα καὶ ὀρθά, τὰ δὲ μανὰ ὀζωδέστερα καὶ σκολιώτερα · συμβαίνει γὰρ ὥστε τὰ μὲν ἐν παλισκίῳ εἶναι, τὰ δὲ ἐν εὐηλίῳ. Καὶ τὰ ἄρρενα δὲ τῶν θηλειῶν ὀζωδέστερα, ἐν οἷς ἐστιν ἄμφω, οἷον κυπάριττος ἐλάτη ὀστρυῒς κρανία - καλοῦσι γὰρ γένος τι θηλυκρανίαν - καὶ τὰ ἄγρια δὲ τῶν ἡμερῶν, καὶ ἁπλῶς καὶ τὰ ὑπὸ ταὐτὸ γένος, οἷον κότινος ἐλαίας καὶ ἐρινεὸς συκῆς καὶ ἀχρὰς ἀπίου · πάντα γὰρ ταῦτα ὀζωδέστερα. Καὶ ὡς ἐπὶ τὸ πολὺ πάντα τὰ πυκνὰ τῶν μανῶν - καὶ γὰρ τὰ ἄρρενα πυκνότερα καὶ τὰ ἄγρια - πλὴν εἴ τι πυκνότητα παντελῶς ἄνοζον ἢ ὀλίγοζον οἷον πύξος λωτός.


8.3 εἰσὶ δὲ τῶν μὲν ἄτακτοι καὶ ὡς ἔτυχεν οἱ ὄζοι, τῶν δὲ πεταγμένοι καὶ τῷ διαστήματι καὶ τῷ πλήθει, καθάπερ εἴρηται · διὸ καὶ ταξιόζωτα ταῦτα καλοῦσι. τῶν μὲν γὰρ οἷον δι’ ἴσου, τῶν δὲ μεῖζον αἰεὶ τὸ πρὸς τῷ πάχει, καὶ τοῦτο κατὰ λόγον. ὅπερ μάλιστα ἔνδηλον καὶ ἐν τοῖς κοτίνοις καὶ ἐν τοῖς καλάμοις · τὸ γὰρ γόνυ καθάπερ ὄζος. Καὶ οἱ μὲν κατ’ ἀλλήλους, ὥσπερ οἱ τῶν κοτίνων, οἱ δ’ ὡς ἔτυχεν. ἔστι δὲ τὰ μὲν δίοζα, τὰ δὲ τρίοζα, τὰ δὲ πλείους ἔχοντα · ἔνια δὲ πεντάοζά ἐστι. Καὶ τῆς μὲν ἐλάτης ὀρθοὶ καὶ οἱ ὄζοι καὶ οἱ κλάδοι ὥσπερ ἐμπεπηγότες, τῶν δὲ ἄλλων οὔ · διὸ καὶ ἰσχυρὸν ἡ ἐλάτη.


8.4 ἰδιώτατοι δὲ οἱ τῆς μηλέας · ὅμοιοι γὰρ θηρίων προσώποις, εἶς μὲν ὁ μέγιστος, ἄλλοι δὲ περὶ αὐτὸν μικροὶ πλείους. Εἰσὶ δὲ τῶν ὄζων οἱ μὲν τυφλοί, οἱ δὲ γόνιμοι. Λεγὼ δὲ τυφλοὺς ἀφ’ ὧν μηδεὶς βλαστός. Οἷτοι δὲ καὶ φύσει καὶ πηρώσει γίνονται ἢ ὅταν ἢ μὴ λυθῇ καὶ ἐκβιάζηται ἢ ἀποκοπῇ καὶ οἷον ἐπικαυθεὶς πηρωθῇ. Γίνονται δὲ μᾶλλον ἐν τοῖς παχέσι τῶν ἀκρεμόνων, ἐνίων δὲ καὶ ἐν τοῖς στελέχεσιν, ὅλως δὲ καὶ τοῦ στελέχους καὶ τοῦ κλάδου καθ’ ὃ ἂν ἐπικόψῃ ἢ ἐπιτέμῃ τις, ὄζος γίνεται καθαπερανεὶ διαιρῶν τὸ ἓν καὶ ποιῶν ἑτέραν ἀρχήν, εἴτε διὰ τὴν πήρωσιν, εἴτε δί ἄλλην αἰτίαν · οὐ γὰρ δὴ κατὰ φύσιν τὸ ὑπὸ τῆς πληγῆς.


8.5 αἰεὶ δὲ ἐν ἅπασιν οἱ κλάδοι φαίνονται πολυοζότεροι διὰ τὸ μήπω τἀνὰ μέσον προσηυξῆσθαι, καθάπερ καὶ τῆς συκῆς οἱ νεόβλαστοι τραχύτατοι καὶ τῆς ἀμπέλου τὰ ἄκρα τῶν κλημάτων · ὡς γὰρ ὁ ὄζος ἐν τοῖς ἄλλοις, οὕτω καὶ ὀφθαλμὸς ἐν ἀμπέλῳ καὶ ἐν καλάμῳ γόνυ. ἐνίοις δὲ καὶ οἷον κράδαι γίνονται, καθάπερ πτελέᾳ καὶ δρυΐ, καὶ μάλιστα ἐν πλατάνῳ · ἐὰν δὲ ἐν τραχέσι καὶ ἀνύδροις καὶ πνευματώδεσι, καὶ παντελῶς. Πάντως δὲ πρὸς τῇ γῇ καὶ οἷον τῇ κεφαλῇ τοῦ στελέχους ἀπογυρασκόντων παχύτερον γίνεται.


8.6 ἔνια δὲ καὶ ἴσχει τοὺς καλουμένους ὑπό τινων ἢ γόγγρους ἢ τὸ ἀνάλογον · οἷον ἡ ἐλαία · κυριώτατον γὰρ ἐπὶ ταύτης τοῦτο τοὔνομα καὶ πάσχειν δοκεῖ μάλιστα τὸ εἰρημένον · καλοῦσι δ’ ἔνιοι τοῦτο πρέμνον, οἱ δὲ κροτώνην, οἱ δὲ ἄλλο ὄνομα. Τοῖς δ εὐθέσι καὶ μονορρίζοις καὶ ἀπαραβλάστοις οὐ γίνεται τοῦθ’ ὅλως ἢ ἧττον · [φοῖνιξ δὲ παραβλαστητικόν ·] ἡ δὲ ἐλαία καὶ ὁ κότινος καὶ τὰς κοιλότητας ἰδίας ἔχουσι τὰς ἐν τοῖς στελέχεσιν.


9.1 ἔστι μὲν οὖν τὰ μὲν ὡς εἰς μῆκος αὐξητικὰ μαλιστ’ ἢ μόνον, οἷον ἐλάτη φοῖνιξ κυπάριττος καὶ ὅλως τὰ μονοστελέχη καὶ ὅσα μὴ πολύρριζα μηδὲ πολύκλαδα · τὰ δὲ ὁμοίως τούτοις ἀνὰ λόγον καὶ εἰς βάωος. ἔνια δὲ εὐθὺς σχίζεται, οἷον ἡ μηλέα · τὰ δὲ πολύκλαδα καὶ μείζω τὸν ὄγκον ἔχει τὸν ἄνω, καθάπερ ῥόα. Οὐ μὴν ἀλλ’ οὖν μέγιστά γε συμβάλλεται πρὸς ἕκαστον ἡ ἀγωγὴ καὶ ὁ τόπος καὶ ἡ τροφή. σημεῖον δ’ ὅτι ταὐτὰ μὲν ὄντα μακρὰ καὶ λεπτὰ γίνεται, μανὰ δὲ παχύτερα καὶ βραχύτερα · καὶ ἐὰν μὲν εὐθύς τις ἀφιῇ τοὺς ὄζους, βραχέα, ἐὰν δὲ ἀνακαθαίρῃ, μακρὰ καθάπερ ἡ ἄμπελος.


9.2 ἱκανὸν δὲ κἀκεῖνο πρὸς πίστιν ὅτι καὶ τῶν λαχάνων ἔνια λαμβάνει δένδρου σχῆμα, καθάπερ εἴπομεν τὴν μαλάχην καὶ τὸ τεῦτλον · ἅπαντα δ’ ἐν τοῖς οἰκείοις τόποις εὐαυξῇ καὶ τὸ αὐτὸ κάλλιστον, ἐπεὶ καὶ τῶν ὁμογενῶν ἀνοζότερα καὶ μείζω καὶ καλλίω τὰ ἐν τοῖς οἰκείοις · οἷον ἐλάτη ἡ μακεδονικὴ τῆς παρνασίας καὶ τῶν ἄλλων. ἅπαντα δὲ ταῦτα καὶ ὅλως ἡ ὕλη ἡ ἀγρία καλλίων καὶ πλείων τοῦ ὄρους ἐν τοῖς προσβορείοις ἢ ἐν τοῖς πρὸς μεσημβρίαν.


9.3 ἔστι δὲ τὰ μὲν ἀείφυλλα, τὰ δὲ φυλλοβόλα. Τῶν μὲν ἡμέρων ἀείφυλλα ἐλαία φοῖνιξ δάφνη μύρρινος πεύκης τι γένος κυπάριττος · τῶν δ’ ἀγρίων ἐλάτη πεύκη ἄρκευθος σμῖλαξ θυία καὶ ἣν ἀρκάδες καλοῦσι φελλόδρυν φιλύρα κέδρος πίτυς μυρίκη πύξος πρῖνος ἀρία κήλαστρον φιλύκη ὀξυάκανθος ἀφάρκη - ταῦτα δὲ φύεται περὶ τὸν ὄλυμπον - ἀνδράχνη κόμαρος τέρμινθος ἀγρία δάφην. Δοκεῖ δ’ ἡ ἀνδράχνη καὶ ὁ κόμαρος τὰ μὲν κάτω φυλλοβολεῖν, τὰ δὲ ἔσχατα τῶν ἀκρεμόνων ἀείφυλλα ἔχειν, ἐπιφύειν δὲ ἀεὶ τοὺς ἀκρεμόνας. τῶν μὲν οὖν δένδρων ταῦτα.


9.4 τῶν δὲ θαμνωδῶν κιττὸς βάτος ῥάμνος κάλαμος κεδρίς - ἔστι γάρ τι μιρκὸν ὃ οὐ δενδροῦται - τῶν δὲ φρυγανικῶν καὶ ποωδῶν πήγανον ῥάφανος ῥοδωνιὰ ἰωνιὰ ἀβρότονον ἀμάρακον ἕρπυλλος ὀρίγανον σέλινον ἱπποσέλινον μήκων καὶ τῶν ἀγρίων εἴδη πλείω. Διαμένει δὲ καὶ τούτων ἔνια τοῖς ἄκροις, τὰ δὲ ἄλλα ἀποβάλλει, οἷον ὀρίγανον σέλινον · ἐπεὶ καὶ τὸ πήγανον κακοῦται καὶ ἀλλάττεται. Πάντα δὲ καὶ τῶν ἄλλων τὰ ἀείφυλλα στενοφυλλότερα καὶ ἔχοντά τινα λιπαρότητα καὶ εὐωδίαν.


9.5 ἔνια δ’ οὐκ ὄντα τῇ φύσει παρὰ τὸν τόπον ἐστὶν ἀείφυλλα, καθάπερ ἐλέχθη περὶ τῶν ἐν ἐλεφαντίνῃ καὶ μέμφι · κατωτέρω δ’ ἐν τῷ δέλτᾳ μικρὸν πάνυ χρόνον διαλείπει τοῦ μὴ ἀεὶ βλαστάνειν. ἐν κρήτῃ δὲ λέγεται πλάτανόν τινα εἶναι ἐν φορτυναίᾳ πρὸς κρήνῃ τινὶ ἣ οὐ φυλλοβορεῖ - μυθολογοῦσι δὲ ὡς ἐπὶ ταύτῃ ἐμίγη τῇ εὐρώπῃ ὁ ζεύς - τὰς δὲ πλησίον πάσας φυλλοβορεῖν. ἐν δὲ συβάρει δρῦς ἐστιν εὐσύνοπτος ἐκ τῆς πόλεως ἣ οὐ φυλλοβορεῖ · φασὶ δὲ οὐ βλαστάνειν αὐτὴν ἅμα ταῖς ἄλλαις ἀλλὰ μετὰ κύνα. Λέγεται δὲ καὶ ἐν κύπρῳ πλάτανος εἶναι τοιαύτη.


9.6 φυλλοβολεῖ δὲ πάντα τοῦ μετοπώρου καὶ μετὰ τὸ μετόπωρον, πλὴν τὸ μὲν θᾶττον, τὸ δὲ βραδύτερον, ὥστε καὶ τοῦ χειμῶνος ἐπιλαμβάνειν. Οὐκ ἀνάλογον δὲ αἱ φυλλοβολίαι τᾶς βλαστήσεσιν ὥστε τὰ πρότερον βλαστήσαντα πρότερον φυλλοβολεῖν, ἀλλ’ ἔνια πρωϊβλαστεῖ μέν, οὐδὲν δὲ προτερεῖ τῶν ἄλλων, ἀλλά τινων καὶ ὑστερεῖ, καθάπερ ἡ ἀμυγδαλῆ.


9.7 τὰ δὲ ὀψιβλασεῖ μέν, οὐδὲν δὲ ὡς εἰπεῖν ὑσερεῖ τῶν ἄλλων, ὥσπερ ἡ συκάμινος. Δοκεῖ δὲ καὶ ἡ χώρα συμβάλλεσθαι καὶ ὁ τόπος ὁ ἔνικμος πρὸς τὸ διαμένειν. Τὰ γὰρ ἐν τοῖς ξηροῖς καὶ ὅλως λεπτογείοις πρότερα φυλλοβολεῖ, καὶ τὰ πρεσβύτερα δὲ τῶν νέων. ἔνια δὲ καὶ πρὸ τοῦ πεπᾶναι τὸν καρπὸν ἀποβάλει τὰ φύλλα, καθάπερ αἱ ὄψιαι συκαῖ καὶ ἀχράδες. τῶν δὲ ἀειφύλλων ἡ ἀποβολὴ καὶ ἡ αὔανσις κατὰ μέρος · οὐ γὰρ δὴ ταὐτὰ αἰεὶ διαμένει, ἀλλὰ τὰ μὲν ἐπιβλαστάνει, τὰ δὲ ἀφαυαίνεται. Τοῦτο δὲ περὶ τροπὰς μάλιστα γίνεται θερινάς. Εἰ δέ τινων καὶ μετ’ ἀκρτοῦρον ἢ καὶ κατ’ ἄλλην ὥραν ἐπισκεπτέον. ἀκὶ τὰ μὲν περὶ τὴν φυλλοβολίαν οὕτως ἔχει.


10.1 τὰ δὲ φύλλα τῶν μὲν ἄλλων δένδρων ὅμοια πάντων αὐτὰ ἑαυτοῖς, τῆς δὲ λεύκης καὶ τοῦ κιττοῦ καὶ τοῦ καλουμένου κροτῶνος ἀνόμοια καὶ ἑτεροσχήμνοα. Τὰ μὲν γὰρ νέα περιφερῆ, τὰ δὲ παλαιότερα γωνοειδῆ καὶ εἰς τοῦτο ἡ μετάστασις πάντων. Τοῦ δὲ κιττοῦ ἀνάπαλιν νέου μὲν ὄντος ἐγγωνιώτερα, πρεσβυτέρου δὲ περιφερέστερα · μεταβάλλει γὰρ καὶ οὗτος. ἴδιον δὲ καὶ τὸ τῇ ἐλαίᾳ καὶ τῇ φιλύρᾳ καὶ τῇ πτελέᾳ καὶ τῇ λεύκῃ ὐμβαῖνον · στρέφειν γὰρ δοκοῦσι τὰ ὕπτια μετὰ τροπὰς θερινὰς καὶ τούτῳ γνωρίζουσιν ὅτι γεγένηται τροπαί.


10.2 πάντα δὲ τὰ φύλλα διαφέρει κατὰ τὰ ὕπτια καὶ τὰ πρανῆ. Καὶ τῶν μὲν ἄλλων τὰ ὕπτια ποιωδέστερα καὶ λειότερα - τὰς γὰρ ἶνας καὶ τὰς φλέβας έν τοῖς πρανέσιν ἔχουσιν ὥσπερ ἡ χείρ - τῆς ἐλαίας δὲ λευκότερα καὶ ἧττον λεῖα · λεῖ δὲ καὶ τὰ τοῦ κιττοῦ. πάντα δὴ ἢ τά γε πλεῖστα ἐκφανῆ ἔχει τὰ ὕπτια · καὶ ταῦτα γίνεται τῷ ἡλίῳ φανερά. Καὶ στρέφεται τὰ πολλὰ πρὸς τὸν ἥλιον. διὸ καὶ οὐ ῥᾴδιον εἰπεῖν ὁπότερον πρὸς τῷ κλῶνι μάλλόν ἐστιν · ἡ μὲν γὰρ ὑπτιότης μᾶλλον δοκεῖ ποιεῖν τὸ πρανές, ἡ δὲ φύσις οὐχ ἧττον βούλεταὶ τὸ ὕπτιον, ἄλλως τε καὶ ἡ ἀνάκλασις διὰ τὸν ἥλιον. ἴδοι δ’ ἄν τις ὅσα πυκνὰ καὶ κατάλληλα καθάπερι τὰ τῶν μυρρίνων.


10.3 οἴονται δέ τινες καὶ τὴν τροφὴν τῷ ὑπτίῳ διὰ τοῦ πρανοῦς εἶναι, διὰ τὸ ἔνικμον ἀεὶ τοῦτο καὶ χνοῶδες εἶναι, οὐ καλῶς λέγοντες. ἀλλὰ τοῦτο μὲν ἴσως συμβαίνει χωρὶς τῆς ἰδίας φύσεως καὶ διὰ τὸ μὴ ὁμοίως ἡλιοῦσθαι, ἡ δὲ τροφὴ διὰ τῶν φλεβῶν ἢ ἰνῶν ὁμοίως · ἀμφοτέροις δὲ ἐκ θατέρου εἰς θάτερον οὐκ εὔλογον μὴ ἔχουσι πόρους μηδὲ βάθος διϊόν. ἀλλὰ περὶ μὲν τροφς διὰ τίνων ἕτερος λόγος.


10.4 διαφέρουσι δὲ καὶ τὰ φύλλα πλείοσι διαφοραῖς. Τὰ μὲν γάρ ἐστι πλατύφυλλα, καθάπερ ἄμπελος συκῆ πλάτανος, τὰ δὲ στενόφυλλα, καθάπερ ἐλαία ῥόα μύρρινος · τὰ δ’ ὥσερ σπανόφυλλα, καθάπερ πεύκη πίτυς κέδρος · τὰ δ’ οἷον σαρκόφυλλα - τοῦτο δ’ ὅτι σαρκῶδες ἔχουσι τὸ φύλλον - οἷον κυπάριττος μυρίκη μηλέα, τῶν δὲ φρυγανικωων κνέωρος στοιβὴ καὶ ποωδῶν τοὺς ἐν τοῖς ἱματίοις ἀγαθόν. Τὰ γὰρ αὖ τῶν τευτλίων ἢ ῥαφάνων ἄλλον τρόπον σαρκώδη καὶ τὰ τῶν πηγανίων καλουμένων · ἐν πλάτει γὰρ καὶ οὐκ ἐν στρογγυλότητι τὸ σαρκῶδες. καὶ τῶν θαμνωδῶν δὲ ἡ μυρίκη σαρκῶδες τὸ φύλλον ἔχει.


10.5 ἔνια δὲ καὶ καλαμόφυλλα, καθάπερ ὁ φοῖνικ καὶ ὁ κόϊξ καὶ ὅσα τοιαῦτα · ταῦτα δέ, ὡς καθόλου εἰπεῖν, γωνιόφυλλα. Καὶ γὰρ ὁ κάλαμος καὶ ἡ κύπειρος καὶ ὁ βούτομος καὶ τἆλλα δὲ τῶν λιμνωδῶν τοιαῦτα · πάντα δὲ ὥσπερ ἐκ δυοῖν σύνθετα καὶ τὸ μέσον οἷον τρόπις, ὅθεν τοῖς ἄλλοις μέγας πόρος ὁ μέσος. Διαφέρουσι δὲ καὶ τοῖς σχήμασι · τὰ μὲν γὰρ περφερῆ, καθάπερ τὰ τῆς ἀπίου, τὰ δὲ προμηκέστερα, καθάπερ τὰ τῆς μηλέως · τὰ δ’ εἰς ὀξὺ προήκοντα καὶ παραγωνίζοντα, καθάπερ τὰ τοῦ σμίλακος. Καὶ ταῦτα μὲν ἄσχιστα · τὰ δὲ σχιστὰ καὶ οἷον πριονώδη, καθάπερ τὰ τῆς ἐλάτης καὶ τὰ τῆς πτερίδος · τρόπον δέ τινα σχιστὰ καὶ τὰ τῆς ἀμπέλου καὶ τὰ τῆς συκῆς, ὥσπερ ἂν εἴποι τις, κορωνοποδώδη.


10.6 ἔνια δὲ καὶ ἐντομὰς ἔχοντα, καθάπερ τὰ τῆς πτελέως καὶ τὰ τῆς ἡρακλεωτικῆς καὶ τὰ θ͂ς δρυός. Τὰ δὲ καὶ πρακανθίζοντα καὶ ἐκ τοῦ ἄκρου καὶ ἐκ τᾶν πλαγίων, οἷον τὰ τῆς πρίνου [τὰ τῆς δρυὸς] καὶ σμίλακος καὶ βάτου καὶ παλιούρου καὶ τὰ τῶν ἄλλων. ἀκανθῶδες δὲ ἐκ τῶν ἄκρων καὶ τὸ τῆς πεύκης καὶ πίτυος καὶ ἐλάτης, ἔτι δὲ κέδρου καὶ κεδρίδος. Φυλλάκανθον δ’ ὅλως ἐν μὲν τοῖς δένδροις οὐκ ἔστιν οὐδὲν ὧν ἡμεῖς ἴσμεν, ἐν δὲ τοῖς ἄλλοις ὑλήμασιν ἐστιν, οἷον ἥ τε ἄκορνα καὶ ἡ δρυπὶς καὶ ὁ ἄκανος καὶ σχεδὸν ἅπαν τὸ τῶν ἀκανθωδῶν γένος · ὥσπερ γὰρ φύλλον ἐστὶν ἡ ἄκανθα πᾶσιν · εἰ δὲ μὴ φύλλα τις ταῦτα θήσει, συμβαίνοι ἂν ὅλως ἄφυλλα εἶναι, ἐνίοις δὲ ἄκανθαν μὲν εἶναι, φύλλον δὲ ὅλως οὐκ ἔχειν, καθάπερ ὁ ἀσπάραγος.


10.7 πάλιν δὲ ὅτι τὰ μὲν ἄμισχα, καθάπερ τὰ τῆς σκίλλης καὶ τοῦ βόλβου, τὰ δ’ ἔχοντα μίσχον. καὶ τὰ μὲν μακρόν, οἷον ἡ ἄμπελος καὶ ὁ κιττός, τὰ δὲ βραχὺν καὶ οἷον ἐμπεφυκότα, καθάπερ ἐλαία, καὶ οὐχ ὥσπερ ἐπὶ τῆς πλατάνου καὶ ἀμπέλου προσηρτημένον. διαφορὰ δὲ καὶ τὸ μὴ ἐκ τῶν αὐτῶν εἶναι τὴν πρόσφυσιν ἀλλὰ τοῖς μὲν πλείστοις ἐκ τῶν κλάδων, τοῖς δὲ καὶ ἐκ τῶν ἀκρεμόνων, τῆς δρυὸς δὲ καὶ ἐκ τοῦ στελέχους. Τῶν δὲ λαχανωδῶν τοῖς πολλοῖς εὐθὺς ἐκ τῆς ῥίζης, οἷον κρομμύου σκόρδου κιχορίου, ἔτι δὲ ἀσφοδέλου σκίλλης βολβοῦ σισυριγχίου καὶ ὅλως τῶν βολβωδῶν. Καὶ τούτων δὲ οὐχ ἡ πρώτη μόνον ἔκφυσις ἀλλὰ καὶ ὅλος ὁ καυλὸς ἄφυλλον. ἐνίων δ’ ὅταν γένηται, φύλλα εἰκός, οἷον θριδακίνης ὠκίμου σελίνου καὶ τῶν σιτηρῶν ὁμοίως. ἔχει δ’ ἔνια τούτων καὶ τὸν καυλὸν εἶτ’ ἀκανθίζοντα, ὡς ἡ θριδακίνη καὶ τὰ φυλλάκανθα πάντα, καὶ τῶν θαμνωδῶν δὲ καὶ ἔτι μᾶλλον οἷον βάτος παλίουρος.


10.8 κοινὴ δὲ διαφορὰ πάντων ὁμοίως δένδρων καὶ τᾶν ἄλλων ὅτι τὰ μὲν πολύφυλλα, τὰ δὲ ὀλιγόφυλλα. ὡς δ’ ἐπὶ τὸ πᾶν τὰ πλατύφυλλα ταξίφυλλα, καθάπερ μύρρινος, τὰ δὲ ἄτακτα καὶ ὡς ἔτυχε, καθάπερ σχεδὸν τὰ πλεῖστα τῶν ἄλλων [ἦ]. ἴδιον δ’ ἐπὶ τῶν λαχανωδῶν, οἷον κρομμύου γητείου, τὸ κοιλόφυλλον. ἁπλῶς δ’ αἱ διαφορὰ τῶν φύλλων ἢ μεγέθει ἢ πλήθει ἢ σχήματι ἢ πλατύτητι ἢ κοιλότητι ἢ στενότητι ἢ τραχύτητι ἢ λειότητι καὶ τῷ πρακανθίζειν ἢ μή, ἔτι δὲ κατὰ τὴν πρόσφυσιν ὅθεν ἢ δι’ οὑͅ · τὸ μὲν ὅθεν, ἀπὸ ῥίζης ἢ κλάδου ἢ καυλοῦ ἢ ἀκρεμόνος · τὸ δὲ δι’ οὗ, ἢ διὰ μίσχου ἢ δι’ αὐτοῦ καὶ εἰ δὴ πολλὰ ἐκ τοῦ αὐτοῦ. Καὶ ἔνια καρποφόρα μεταξὺ περιειληφότα τὸν καρπόν, ὥσπερ ἡ ἀλεξάνδρεια δάφνη ἐπιφυλλόκαρπος. Αἱ μὲν οὖν διαφοραὶ τῶν φύλλων κοινοτέρως πᾶσαι εἴρηνται καὶ σχεδόν εἰσιν ἐν τούτοις. Σύγκειται δὲ τὰ μὲν ἐξ ἰνὸς καὶ φλοιοῦ καὶ σαρκός, οἷον τὰ τῆς συκῆς καὶ ἀμπέλου, τὰ δὲ ὥσπερ ἐξ ἰνὸς μόνον, οἷον τοῦ καλάμου καὶ σίτου.


10.9 τὸ δὲ ὑγρὸν ἁπάντων κοινόν · ἅπασι γὰρ ἐνυπάρχει καὶ τούτοις καὶ τοῖς ἄλλοις τοῖς ἑπετείοις ̓͂ μίσχος ἄνθος καρπὸς εἴ τι ἄλλο - μᾶλλον δὲ καὶ τοῖς μὴ ἐπετείοις ᾀ οὐδὲν γὰρ ἄνευ τούτου. Δοκεῖ δὲ καὶ τῶν μίσχων τὰ μὲν ἐξ ἰνῶν μόνον συγκεῖσθαι, καθάπερ τὰ τοῦ σίτου καὶ τοῦ καλάμου, τὰ δέ ἐκ τῶν αὐτῶν ὥσπερ ὁ καυλοί.


10.10 τῶν δὲ ἀνθῶν τὰ μὲν ἐκ φλοιοῦ καὶ φλεβὸς καὶ σαρκός, τὰ δ’ ἐκ σαρκὸς μόνον, οἷον τὰ ἐν μέσῳ τῶν ἄρων. ὁμοίως δὲ καὶ ἐπὶ τῶν καρπῶν · οἱ μὲν γὰρ ἐκ σαρκὸς καὶ ἰνός, οἱ δὲ ἐκ σαρκὸς μόνον, οἱ δὲ καὶ ἐκ δέρματος σύγκειται · τὸ δὲ ὑγρὸν ἀκολουθεῖ καὶ τούτοις. ἐκ σαρκὸς μὲν καὶ ἰνὸς ὁ τῶν κοκκυμήλων καὶ σικύων, ἐξ ὑγροῦ δὲ καὶ δέρματος ὁ τῶν συκαμίνων καὶ τῆς ῥόας. ἄλλοι δὲ κατ’ ἄλλον τρόπον μεμερισμένοι. Πάντων δὲ ὡς εἰπεῖν τὸ μὲν ἔξω φλοιός, τὸ δ’ ἐντὸς σάρξ, τῶν δὲ καὶ πυρήν.


11.1 ἔσχατον δ’ ἐν ἅπασι τὸ σπέρμα, τοῦτο δὲ ἔχον ἐν ἑατυῷ σύμφυτον ὑγρὸν καὶ θερμὸν ὧν ἐκλιπόντων ἄγονα καθάπερ τὰ ᾠά. Καὶ τν μὲν εὐθὺ τὸ σπέρμα μετὰ τὸ περιέχον, οἷον φοίνικος καρύου ἀμυγδάλης - πλείω δὲ τούτων τὰ ἐμπεριέχοντα, ὡς τὰ τοῦ φοίνικος - τῶν δὲ μεταξὺ σὰρξ καὶ πυρήν, ὥσπερ ἐλαίας καὶ κολλυμηλέας καὶ ἑτέρων. ἔνια δὲ καὶ ἐν λοβῷ, τὰ δ’ ἐν ὑμένι, τὰ δ’ ἐν ἀγγείῳ, τὰ δὲ καὶ γυμνόσπερμα τελείως.


11.2 ἐνλοβῷ μὲν οὐ μόνον τὰ ἐπέτεια, καθάπερ τὰ χεδροπρὰ καὶ ἕτερα πλείω τῶν ἀγρίων, ἀλλὰ καὶ τῶν δένδρων ἔνια, καθάπερ ἥ τε κερωνία, ἥν τινες καλοῦσι συκῆν αἰγυπτίαν, καὶ ἡ κερκὶς καὶ ἡ κολοιτία περὶ λιπάραν · ἐν ὑμένι δ’ ἔνια τῶν ἐπετείων, ὥσπερ ὁ πυρὸς καὶ ὁ κέγχρος. ὡσαύτως δὲ καὶ ἐναγγειοσπέρματα καὶ γυμνοσπέρματα · ἐναγγειοσπέρματα μὲν οἶον ἥ τε κήκων καὶ ὅσα μηκωνικά - τὸ γὰρ σήσαμον ἰδιωτέρως - · γυμνοσπέρματα δὲ τῶν τε λαχάνων πολλά, καθάπερ ἄνηθον κορίαννον ἄννησον κύμινον μάραθον, καὶ ἕτερα πλείω.


11.3 τῶν δὲ δένδρων οὐδὲ γυμνόσπερμον ἀλλ’ ἢ σαρξὶ περιεχόεμνον ἢ κελύφεσι τὰ μὲν δερματικοῖς, ὥσπερ ἡ βάλανος καὶ τὸ εὐβοϊκόν, τὰ δὲ ξυλώδεσιν, ὥσπερ ἡ ἀμυγδάλη καὶ τὸ κάρυον. οὐδὲν δὲ ἐναγγειόσπερμον, εἰ μή τις τὸν κῶνον ἀγγεῖον θήσει δι τὸ χωρίζεσθαυι τῶν καρπῶν. Αὐτὰ δὲ τὰ σπέρματα τῶν μὲν εὐθὺ σαρκώδη, καθάπερ ὅσα καρυηρὰ καὶ βαλανηρά · τῶν δὲ ἐν πυρῆνι τὸ σαρκῶδες ἔχεται, καθάπερ ἐλάας καὶ δαφνίδος καὶ ἄλλων · τῶν δὲ ἐν πυρῆνι μόνον ἢ πυρηνώδη γε καὶ ὥσπερ ξηρά, καθάπερ τὰ κνηκωδη καὶ κεγχραμιδώδη καὶ πολλὰ τν λαχανηρῶν. ἐμφανέστατα δὲ τὰ τοῦ φοίνικος · οὐδὲ γὰρ κοιλότητα ἔχει τοῦτο οὐδεμίαν, ἀλλ’ ὅλον ἔξορθον · οὐ μὴν ἀλλ’ ὑγρότης δή τις καὶ θερμότης ὑπάρχει δηλονότι καὶ τούτῳ, καθάπερ εἴπομεν.


11.4 διαφέρουσι δὲ καὶ τῷ τὰ μὲν ἀθρόα μετ’ ἀλλήλων εἶναι, τὰ δὲ διεστῶτα καὶ στοιχήδον, ὥσπερ τὰ τῆς κολοκύντης καὶ σικύας καὶ τῶν δένδρων ὡς περσικῆς μηλέας · καὶ τῶν ἀθρόων τὰ μὲν ἕν τινι περιέχεσθαι, καθάπερ τὰ τῆς ῥόας καὶ τῆς ἀπίου καὶ μηλέας καὶ τῆς ἀμπέλου καὶ συκῆς · τὰ δὲ μετ’ ἀλλήλων μὲν εἶναι, ἢ περιέχεσθαι δὲ ὑφ’ ἑνός, ὥσπερ τὰ σταχυηρὰ τῶν ἐπετείων, εἰ μή τις θείη τὸν στάχυν ὡς περιέχον · οὕτως δὲ ἔσται καὶ ὁ βότρυς καὶ τἆλλα τὰ βοτρυώδη καὶ ὅσα δὴ φέρει δι’ εὐβοσίαν καὶ χώρας ἀρετὴν ἀθρόους τοὺς καρπούς, ὥσπερ ἐν συρίᾳ φασὶ καὶ ἄλλοθι τὰς ἐλαίας.


11.5 ἀλλὰ καὶ αὕτη δοκεῖ τις εἶναι διαφορὰ τὸ τὰ μὲν ἀφ’ ἑνὸς μίσχου καὶ μιᾶς προσφύσεως ἀθρόα γίνεσθαι, καθάπερ ἐπί τε τῶν βοτρυηρῶν καὶ σταχυηρῶν εἴρηται μὴ περιεχόμενα κοινῷ τινι γίνεσθαι · τὰ δὲ μὴ γίνεσθαι. ἐπεὶ καθ’ ἕκαστόν γε λαμβάνοντι τῶν σπερμάτων ἢ τῶν περιεχόντων ἰδίαν ἀρχὴν ἔχει τῆς προσφύσεως, οἷον ἥ τε ῥὰξ καὶ ἡ ῥόα καὶ πάλιν ὁ πυρὸς καὶ ἡ κριθή [καὶ ὁ πυρήν]. ἥκιστα δ’ ἂν δόξειε τὰ τῶν μήλων καὶ τὰ τῶν ἀπίων, ὅτι συμψαύει τε καὶ περιείληπται καθάπερ ὑμένι τινὶ δερματικῷ περὶ ὃν τὸ περικάρπιον.


11.6 ἀλλ’ ὅμως καὶ τούτων ἕκαστον ἰδίαν ἀρχὴν ἔχει καὶ φύσιν · φανερώτατα δὲ τῷ κεχωρίσθαι τὰ τῆς ῥόας · ὁ γὰρ πυρὴν ἑκάστῳ προσπέφυκεν, οὐχ ὥσπερ τῶν σύκων ἄδηλα διὰ τὴν ὑγρότητα. Καὶ γὰρ τοῦτο ἔχουσι διαφοράν, καίπερ ἀμφότερα περιεχόμενα σαρκώδει τινὶ καὶ τῷ τοῦτο περιειληφότι μετὰ τῶν ἄλλων · τὰ μὲν γὰρ περὶ ἕκαστον ἔχει τὸν πυρῆνα τὸ σαρκῶδες τοῦτο τὸ ὕγρον, αἱ δὲ κεγχραμίδες ὥσπερ κοινόν τι πᾶσαι, καθάπερ καὶ τὸ γίγαρτον καὶ ὅσα τὸν αὐτὸν ἔχει τρόπον. ἀλλὰ τὰς μὲν τοιαύτας διαφορὰς τάχ’ ἄν τις λάβοι πλείους · ὧν δεῖ τὰς κυριωτάτας καὶ μάλιστα τῆς φύσεας μὴ ἀγνοεῖν.


12.1 αἱ δὲ κατὰ τοὺς χυλοὺς καὶ τὰ σχήματα καὶ τὰς ὅλας μορφὰς σχεδὸν φανεραὶ πᾶσι, ὥστε μὴ δεῖσθαι λόγου, πλὴν ἢ τοσοῦτον ὅτι σχῆμα οὐδὲν περικάπριον εὐθύγραμμον οὐδὲ γωνίας ἔχει. Τῶν δὲ χυλῶν οἱ μέν εἰσιν οἰνώδεις, ὥσπερ ἀμπέλου συκαμίνου μύρτου · οἱ δ’ ἐλαιώδες, ὥσπερ ἐλαίας δάφνης καρύας ἀμυγδαλῆς πεύκης πίτυος ἐλάτης · οἱ δὲ μελιτώδεις, οἷον σύκου φοίνικος δρυὸς βαλάνου · οἱ δὲ δριμεῖς, οἷον ὀριγάνου θύμβρας καρδάμου νάπυος · οἱ δὲ πικροί, ὥσπερ ἀψινθίου κενταυρίου. Διαφέρουσι δὲ καὶ τᾶς εὐωδίαις, οἷον ἀννήσου κεδρίδος · ἐνίων δὲ ὑδαρεῖς ἂν δόξαιεν, οἷον οἱ τῶν κοκκυμηλίων. Οἱ δὲ ὀξεῖς, ὥσπερ ῥοῶν καὶ ἐνίων μήλων · ἀπάντων δὲ οἰνώδεις καὶ τοὺς ἐν τούτῳ τῷ γένει θετέον, ἄλλοι δὲ ἐν ἄλλοις εἴδεσιν · ὑπὲρ ὧν ἁπάντων ἀκριβέστερον ἐν τοῖς περὶ χυλῶν ῥητέον, αὐτάς τε τὰς ἰδέας διαριθμουμένους ὁπόσαι καὶ ταὰ πρὸς ἀλλήλους διαφορὰς καὶ τίς ἡ ἑκάστου φύσις καὶ δύναμις.


12.2 ἔχει δὲ καὶ ἡ τῶν δένδρων αὐτῶν ὑγρότης, ὥσπερ ἐλέχθη, διάφορα εἴδη · ἡ μὲν γάρ ἐστιν ὀπώδης, ὥσπερ ἡ τῆς συκῆς καὶ τῆς μήκωνος · ἡ δὲ πιττώδης, οἷον ἐλάτης πεύκης τῶν κωνοφόρων · ἄλλη δ’ ὑδαρής, οἷον ἀμπέλου ἀπίου μηλέας, καὶ τῶν λαχανωδῶν δὲ οἷον σικύου κολοκύντης θριδακίνης · αἱ δὲ [ἤδη] δριμύτητά τινα ἔχουσι, καθάπερ ἡ τοῦ θύμου καὶ θύμβρας · αἱ δὲ καὶ εὐωδίαν, ὥσπερ αἱ τοῦ σελίνου ἀνήθου μαράθου καὶ τῶν τοιούτων. ὡς δ’ ἁπλῶς εἰπεῖν ἅπασαι κατὰ τὴν ἰδίαν φύσιν ἑκάστου δένδρου καὶ ὡς καθόλου εἰπιην φυτοῦ · πᾶν γὰρ ἔχει κρᾶσίν τινα καὶ μίξιν ἰδίαν ἥπερ οἰκεία δηλνότι τυγχάνει τοῖς ὑπερκειμένοις καρποῖς · ὧν τοῖς πλείστοις συνεμφαίνεταί τις ὁμοιότης οὐκ ἀκριβὴς οὐδὲ σαφής · ἀλλ’ ἐν τος περικαρπίοις δὴ μᾶλλον κατεργασίαν λαμβάνει καὶ πέψειν καθαρὰν καὶ εἰλικρινῆ ἡ τοῦ χυλοῦ φύσις · δεῖ γὰρ ὥσπερ τὸ μὲν ὕλην ὑπολαβεῖν, τὸ δὲ εἶδος καὶ μορφήν.


12.3 ἔχει δὲ αὐτὰ τὰ σπέρματα καὶ οἱ χιτῶνες οἱ περὶ αὐτὰ διαφορὰν τῶν χυλῶν. ὡς δ’ ἁπλῶς εἰπεῖν ἅπαντα τὰ μόρια τῶν δένδρων καὶ φυτῶν, οἷον ῥίζα καυλὸς ἀκρεμὼν φύλλον καρπός, ἔχει τινὰ οἰκειότητα πρὸς τὴν ὅλην φύσιν · ἣ δὴ παραλλάττει κατά τε τας̀ ὀσμὰς καὶ τοὺς χυλούς, ὡς τὰ μὲν εὔοσμα καὶ εὐώδη, τὰ δὲ ἄοσμα καὶ ἄχυλα παντελῶς εἶναι τῶν τοῦ αὐτοῦ μορίων.


12.4 ἐνίων γὰρ εὔοσμα τὰ ἄνθη μᾶλλον ἢ τὰ φύλλα, τῶν δὲ ἀνάπαλιν τὰ φύλλα μᾶλλον καὶ οἱ κλῶνες ὥσπερ τῶν στεφανωμάτων · τῶν δὲ οἱ καρποί · τν δ’ οὐδέτερον · ἐνίων δ’ αἱ ῥίζαι · τῶν δέ τι μέρος. ὁμοίως δὲ καὶ κατὰ τοὺς χυλούς · τὰ̀ μὲν γὰρ βρωτά, τὰ δ’ ἄβρωτα τυγχάνει καὶ ἐν φύλλοις καὶ περικαρπίοις. ἰδιώτατον δὲ τὸ ἐπὶ τῆς φιλύρας · ταύτης γὰρ τὰ φύλλα γλυκέα καὶ πολλὰ τῶν ζῴων ἐσθίει, ὁ δὲ καρπὸς οὐδενὶ βρωτός · ἐπεὶ τό γε ἀνάπαλιν οὐδὲν θαυμαστὸν ὥστε τὰ μὲν φύλλα μὴ ἐσθίεσθαι, τοὺς δὲ καρποὺς οὐ μόνον ὑφ’ ἡμῶν, ἀλλὰ καὶ ὑπὸ τῶν ἄλλων ζῴων. ἀλλὰ καὶ περὶ τούτου καὶ τῶν ἄλλων τῶν τοιούτων ὕστερον πειρατέον θεωρεῖν τὰς αἰτίας.


13.1 νῦν δὲ τοσοῦτον ἔστω δῆλον ὅτι κατὰ πάντα τὰ μέρη πλείους εἰσὶ διαφορὰ πολλαχῶς · ἐπεὶ καὶ τῶν ἀνθῶν τὰ μέν ἐστι χνοώδη, καθάπερ τὸ τῆς ἀμπέλου καὶ συκαμίνου καὶ τοῦ κιττοῦ · τὰ δὲ φυλλώδη, καθάπερ ἀμυγδαλῆς μηλέας ἀπίου κοκκυμηλέας, καὶ τὰ μὲν μέγεθος ἔχει, τὸ δὲ τῆς ἐλαίας φυλλῶδες ὂν ἀμέγεθες. ὁμοίως δὲ καὶ ἐν τοις ἐπετείοις καὶ ποώδεσι τὰ μὲν φυλλώδη, τὰ δὲ χνοώδη. Πάντων δὲ τὰ μὲν δίχροα, τὰ δὲ μονόχροα. Τὰ μὲν τῶν δένδρων τά γε πολλὰ μονόχροα καὶ λευκανθῆ · μόνον γὰρ ὡς εἰπεῖν τὸ τῆς ῥόας φοινικοῦν καὶ ἀμυγδαλῶν τιναν ὑπέρυθρον · ἄλλου δὲ οὐδενὸς τῶν ἡμέρων οὔτε ἀνθῶδες οὔτε δίχρουν, ἀλλ’ εἴ τινος τῶν ἀγρίων οἷον τὸ τῆς ἐλάτης · κρόκινον γὰρ τὸ ταύτης ἄνθος · καὶ ὅσα δή φασιν ἐν τῇ ἔξω θαλάττῃ ῥόδων ἔχειν τὴν χρόαν.


13.2 ἐν δὲ τοῖς ἐπετείοις σχεδὸν τά γε πλείω τοιαῦτα καὶ δίχροα καὶ διανθῆ. Λέγω δὲ διανθὲς ὅτι ἕτερον ἄνθος ἐν τῷ ἄνθει ἔχει κατὰ μέσον, ὥσπερ τὸ ῥόδον καὶ τὸ κρίνον καὶ τὸ ἴον τὸ μέλαν. ἔνια δὲ καὶ μονόφυλλα φύεται διαγραφὴν ἔχοντα μόνον τῶν πλειόνων, ὥσπερ τὸ τῆς ἰασιώνης · οὐ γαρ̀ κεχώρισται ταύτης ἐν τῷ ἄνθει τὸ φύλλον ἕκαστον, οὐδὲ δὴ τοῦ λειρίου τὸ κάτω μέρος, ἀλλὰ ἐκ τῶν ἄκρων ἀποφύσεις γωνιώδεις. Σχεδὸν δὲ καὶ τὸ τῆς ἐλαίας τοιοῦτόν ἐστιν.


13.3 διαφέρει δὲ καὶ κατὰ τὴν ἔκφυσιν καὶ θέσιν · τὰ με]ν γὰρ ἔχει περὶ αὐτὸν τὸν καρπόν, οἷον ἄμπελος ἐλαία · ἧς καὶ ἀποπίπτοντα διατετρημένα φαίνεται · καὶ τοῦτο σημεῖον λαμβάνουσιν εἰ καλῶς ἀπήνθηκεν · ἐὰν γὰρ συγκαυθῇ ἢ βρεχθῇ, συναποβάλλει τὸν καρὸν καὶ οὐ τετρημένον γίγνεται. Σχεδὸν δὲ καὶ τὰ πολλὰ τῶν ἐν μέσῳ τὸ περικάρπιον ἔχει, τάχα δὲ καὶ ἐπ’ αὐτοῦ τοῦ περικαρπίου, καθάπερ ῥόα μηλέα ἄπιος κοκκυμηλέα μύρρινος, καὶ τῶν γε φρυγανικῶν ῥοδωνιὰ καὶ τὰ πολλὰ τῶν στεφανωτικῶν. Κάτω γὰρ ὑπὸ τὸ ἄνθος ἔχει τὰ σπέρματα · φανερώτατον δ’ ἐπὶ τοῦ ῥόδου διὰ τὸν ὄγκον - ἔνια δὲ καὶ ἐπ’ αὐτῶν τῶν στομάτων, ὥσπερ ὁ ἄκανος καὶ ὁ κνῆκος καὶ πάντα τὰ ἀκανώδη · καθ’ ἕκαστον γὰρ ἔχει τὸ ἄνθος. ὁμοίως δὲ καὶ τῶν ποωδῶν ἔνια καθάπερ τὸ ἀνθέμιον, ἐν δὲ τοῖς λαχανηροῖς ὅ τε σίκυος καὶ ἡ κολοκκύντη καὶ ἡ σικύα · πάντα γὰρ ἐπὶ τῶν καρπῶν ἔχει καὶ προσαυξανομένων ἐπιμένει τὰ ἄνθη πολὺν χρόνον.


13.4 ἄλλα δὲ ἰδρωτέρως οἷον ὁ κιττὸς καὶ ἡ συκάμινος · ἐναυτοῖς μὲν γὰρ ἔχει τοῖς ὅλοις περικαρπίοις, οὐ μὴν οὔτε ἐπ’ ἄκροις οὔτε περιειληφόσι καθ’ ἕκαστον ἀλλ’ ἐν τοῖς ἀνὰ μέσον, εἰ μὴ ἄρα οὐ σύνδηλα διὰ τὸ χνοῶδες. ἔστι δὲ καὶ ἁπλᾶ τῶν ἀνθῶν ἔνια, καθάπερ ἐπὶ τῶνσικύων ἃ ἐκ τῶν ἄκρων φύεται τοῦ κλήματος · διὸ καὶ ἀφαιροῦσιν αὐτά· κωλύει γὰρ τὴν τοῦ σικύου βλάστησιν. Φασὶ δὲ καὶ τῆς μηλέας τῆς μηδικῆς ὅσα μὲν ἔχει τῶν ἀνθῶν ὥσπερ ἠλακάτην τινὰ πεφυκυῖαν ἐκ μέσου, ταῦτ’ εἶναι γόνιμα, ὅσα δὲ μὴ ἔχει, ταῦτ’ ἄγονα. Εἰ δὲ καὶ ἐπ’ ἄλλου τινὸς ταῦτα συμβαίνει τῶν ἀνθοφόρων ὥστε ἄγονον ἄνθος φύειν, εἴτε κεχωρισμένον, εἴτε μή, σκεπτεόν. ἐπεὶ γένη γε ἔνια καὶ ἀμπέλου καὶ ῥόας ἀδυνατεῖ τελεοκαρπεῖν, ἀλλὰ μέχρι τοῦ ἄνθους ἡ γένεσις.


13.5 γίνεται δὲ καὶ τό γε τῆς ῥόας ἄνθος πολὺ καὶ πυκνὸν καὶ ὅλως ὁ ὄγκος πλατὺς ὥσπερ ὁ τῶν ῥοῶν · κατώθεν δ’ ἕτεροι δι’ ὧν ὡς εἰς μικρὸν ὥσπερ ἐκτετραμμένος κύτινος ἔχων τὰ ἄνω μυχώδη. Φασὶ δέ τινες καὶ τῶν ὁμοιογενῶν τὰ μὲν ἀνθεῖν, τὰ δ’ οὔ, καθάπερ τῶν φοινίκων τὸν μὲν ἄρρενα ἀνθεῖν, τὸν δὲ θῆλυν οὐκ ἀνθεῖν, ἀλλ’ εὐθὺ προφαίνειν τὸν καρπόν. Τὰ μὲν οὖν τῷ γένει τοιαῦτα τὴν διαφορὰνέχει καθάπερ ὅλως ὅσα μὴ δύναται τελεοκαρπεῖν. ἡ δὲ τοῦ ἄνθους φύσις ὅτι πλείους ἔχει διαφορὰς φανερὸν ἐκ τῶν προειρημένων.


14.1 διαφέρει δὲ τὰ δένδρα καὶ τοῖς τοιούτοις κατὰ τὴν καρποτοκίαν. Τὰ μὲν γὰρ ἐκ τῶν νέων βλαστῶν φέρει, τὰ δ’ ἐκ τῶν ἔνων, τὰ δ’ ἐξ ἀμφοτέρων · ἐκ μὲν τῶν νέων συκῆ ἄμπελος · ἐκ δὲ τῶν ἔνων ἐλαία ῥόα μηλέα ἀμυγδαλῆ ἄπιος μύρρινος καὶ σχεδὸν τὰ τοιαῦτα πάντα · ἐκ δὲ τῶν νέων ἐὰν ἄρα τι συμβῇ κυῆσαι καὶ ἀνθῆσαι - γίνεται γὰρ καὶ ταυτ’ ἐνίοις ὥσπερ καὶ τῷ μυρρίνῳ καὶ μαλισθ’ ὡς εἰπεῖν περὶ τὰς βλαστήσεις τὰς μετ’ ἀρκτοῦρον - οὐ δύναται τελεοῦν ἀλλ’ ἡμιγενῆ φθείρεται. ἐξ ἀμφοτέρων δὲ καὶ τῶν ἔνων καὶ τῶν νέων, εἴ τινες ἄρα, μηλέαι τῶν διφόρων ἢ εἴ τι ἄλλο κάρπιμον · ἔτι δὲ ὁ ὄλυνθος ἐκπέπτων καὶ σῦκα φέρων ἐκ τῶν νέων.


14.2 ἰδιωτάτη δὲ ἡ ἐκ τοῦ στελέχους ἔκφυσις ὥσπερ τῆς ἐν αἰγύπτῳ συκαμίνου · καὶ ταύτης γέ φασι φέρειν ἐκ τοῦ στελέχους, οἱ δὲ ταύτης μὲν ἐκ τν ἀκρεμόνων ὥσπερ τῆς κερωνίας · αὕτη γὰρ καὶ ἐκ τούτων φέρει πλὴν οὐ πολύν · καλοῦσι δὲ κερωνίαν ἀφ’ ἧς τὰ σῦκα τὰ αἰγύπτια καλούμενα. ἔστι δὲ καὶ τὰ μὲν ἀκρόκαρπα τῶν δένδρων καὶ ὅλως τῶν φυτῶν, τὰ δὲ πλαγιόκαρπα, τὰ δ’ ἀμφοτέρως. Πλείω δ’ ἀκρόκαρπα τῶν ἄλλων ἢ τῶν δένδρων, οἷον τῶν τε σιτηρῶν τὰ σταχυώδη καὶ τῶν θαμνωδῶν ἐρείκη καὶ σπειραία καὶ ἄγνος καὶ ἀλλ’ ἄττα καὶ τῶν δένδρων ἔνια καὶ τῶν λαχανωδῶν, οἷον βλίτον ἀνδράφαξυς ῥάφανος · ἐπεὶ καὶ ἐλαία ποιεῖ πως τοῦτο καίφασιν ὅταν ἄκρον ἐνέγκῃ, σημεῖον εὐφορίας εἶναι, ἀκρόκαρπος δέ πως καὶ ὁ φοῖνιξ, πλὴν τούτου γε καὶ ἀκρόφυλλον καὶ ἀκρόβλαστον · ὅλως γὰρ ἐν τῷ ἄνω πᾶν τὸ ζωτικόν.


14.3 τὰς μὲν οὖν καὰ μέρη διαφορὰς πειρατέον ἐκ τούτων θεωρεῖν, αἱ δὲ τοιαῦται τῆς ὅλης οὐσίας φαίνονται δηλονότι τὰ μὲν ἥμερα, τὰ δὲ ἄγρια καὶ τὰ μὲν κάρπιμα, τὰ δὲ ἄκαρπα καὶ ἀείφυλλα καὶ φυλλόβολα, καθάπερ ἐλέχθη, τὰ δ’ ὅλως ἄφυλλα · καὶ τὰ μὲν ἀνθητικά, τὰ δὲ ἀνανθῆ · καὶ πρωϊβλαστῆ δὲ καὶ πρωΐκαρπα, τὰ δὲ ὀψιβλαστῆ καὶ ὀψίκαρπα. ὡσαύτως δὲ καὶ ὅσα παραπλήσια τούτοις. Καί πως τά γε τοιαῦτα ἐν τοῖς μέρεσιν ἢ οὐκ ἄνευ τῶν μερῶν ἐστιν. ἀλλ’ ἐκείνη ἰδιωτάτη καὶ τρόπον τινὰ μεγίστη διάστασις ἥπερ καὶ ἐπὶ τῶν ζῴων, ὅτι τὰ μὲν ἔνυδρα, τὰ δὲ χερσαῖα · καὶ γὰρ τῶν γυτῶν ἐστί τι τοιοῦτον γένος ὃ οὐ δύναται φύεσθαι εἰ μὴ ἐν ὑγρῷ · τὰ δὲ φύεται μέν, οὐχ ὅμοια δέ, ἀλλὰ χείρω. Πάντων δὲ τῶν δένδρων, ὡς ἁπλῶς εἰπεῖν, καὶ τῶν φυτῶν εἴδη πλείω τυγχάνει καθ’ ἕκαστον γίενος · σχεδὸν γὰρ οὐδέν ἐστιν ἁπλοῦν.


14.4 ἀλλ’ ὅσα μὲν ἥμερα καὶ ἄγρια λέγεται ταύτην ἐμφανεστάτην ἔχει καὶ μεγίστην διαφοράν, οἷον συκῆ ἐρινεός, ἐλαία κότινος, ἄπιος ἀχράς, ὅσα δὲ ἐν ἑκατέρῳ τούτων τοῖς καρποῖς τε καὶ φύλλοις καὶ ταῖς ἄλλαις μορφαῖς τε καὶ τοῖς μορίοις. ἀλλὰ τῶν μὲν ἀγρίων ἀνώνυμα τὰ πλεῖστα καὶ ἔμπειροι ὀλίγοι · τῶν δὲ ἡμέρων καὶ ὠνομασμένα πλείω καὶ ἡ αἴσθησις κοινοτέρα · λέγω δ’ οἷον ἀμπέλου συκῆς ῥόας μηλέας ἀπίου δάφνης μυρρίνης τῶν ἄλλων · ἡ γὰρ χρῆσις οὖσα κοινὴ συνθεωρεῖν ποιεῖ τὰς διαφοράς.


14.5 ἴδιον δὲ καὶ τούτ’ ἐφ’ ἑκατέρων · τὰ μὲν γὰρ ἄγρια τῷ ἄρρενι καὶ τῷ θήλει ἢ μόνοις ἢ μάλιστα διαιροῦσι, τὰ δὲ ἥμερα πλείοσιν ἰδέαις. ἔστι δὲ τῶν μὲν ῥᾷον λαβεῖν καὶ διαριθμῆσαι τὰ εἴδη, τῶν δὲ χαλεπώτερον διὰ τὴν πολυχοΐαν. ἀλλὰ δὴ τὰς μὲν τῶν μορίων διαφορὰς καὶ τῶς ἄλλων οὐσιῶν ἐκ τούτων πειρατέον θεωρεῖν. Περὶ δὲ τῶν γενέσεων μετὰ ταῦτα λεκτέον · τοῦτο γὰρ ὥσπερ ἐφεξῆς τοῖς εἰρημένοις ἐστίν.